De Congressu Eruditionis Gratia

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἐνθένδε ὁρμηθεὶς καὶ τῆς πρώτης ἑορτῆς τὸ σύμβολον „ἄρτον κακώσεως“ εἶπε (Deut. 16,3), τὰ ἄζυμα. καίτοι τίς οὐκ οἶδεν, ὅτι ἑορταὶ [*](1. 2 θαυμασιώτερον GF 2 ἐντετίμηκα GF ὦ] ὡς FL2 3 νομιζομένην κυρίαν Α ἅπ·ασι H1, corr. in mg. Η2 4 θεραπαινίδα Α, fort. recte 6 τοῖς] τῆς F 7 νουθεσίας FL2 ὃ] δὲ ὃ Α κακώσεως conicio vel ὀνομάζει pro μηνύει #x003E; ὁ coni. Cohn 6 ἱερὸς μηνύει GF: μηνύει 6 ἱερὸς MAH 10 ἴσων Α 11 ἀδείω F ἐκκεχειρία M 12 τιθασσευθῆναι GF ἢ GFH2: om. MA (H1), ἧ Turn., ᾖ (ἦ in appendice) Mang. 13 τοῖς ἀνεπιπλήκτοις „quidam viri “ τοῖς ἀνεπιπλήκτως GF, τοὺς ἀνεπιπλήκτους MAH εὐρύνονται om. Α, παχύνονται coni. Mang. (v. lin. 19) 14 αἱροῦνται G2 15 ἐπ’ addidi 15. 16 καὶ στεφανούμενοι om. GF 17. 18 κεκιβδηλευμένοι GF, fort. recte, nisi potius deest aliquid, velut ἑαυτοὺς παραχαράττοντες μιμησάμενοι add. Cohu) 18 ὄντος ὄντως GF 19 καὶ om. GF Μωσῆς HGF 21 ἄφεσις G, sed post φ ras. ante ἡ add. δὲ G2 23 ἐνθένδεν Η, ἐντεῦθεν GF 24 καί τοῖς F) [*](9 ibid. „καὶ ἐκάκωσεν αὐτὴν Σάρρα“ ἴσον τὼ ἐσωφρόνισε καὶ ἐνουθέτησεν.)

v.3.p.106
καὶ θαλίαι περιποιοῦσιν ἱλαρὰς εὐφροσύνας καὶ εὐθυμίας, οὐ κακώσεις;

ἀλλὰ δῆλον, ὡς ὀνόματι κατακέχρηται πόνου, τοῦ σωφρονιστοῦ. τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν ἀγαθῶν ἀσκητικαῖς ἀθλήσεσι καὶ ἡβῶσι πόνοις εἴωθε περιγίνεσθαι· ψυχῆς δὲ ἑορτὴ ζῆλος ὁ τῶν ἀρίστων καὶ τελεσφορούμενος πόνος. οὗ χάριν διείρηται καὶ „ἐπὶ πικρίδων τὰ ἄζυμα ἐσθίειν“ (Exod. 12,8) οὐχ ὡς προσεψήματος, ἀλλ’ ἐπειδὴ τὸ μὴ οἰδεῖν καὶ ἀναζεῖν ταῖς ἐπιθυμίαις, ἐστάλθαι δὲ καὶ συνῆχθαι πρὸς ἀηδίας οἱ πολλοὶ τίθενται, πικρὸν ἡγούμενοι τὸ ἀπομαθεῖν τὸ πάθος, ὅπερ ἐστὶν

εὐφροσύνη καὶ ἑορτὴ διανοίᾳ φιλάθλῳ. ταύτης ἕνεκά μοι δοκεῖ τῆς αἰτίας ἐν χωρίῳ, ὃ κέκληται πικρία, τὰ νόμιμα ἀναδιδαχθῆναι· ἡδὺ μὲν γὰρ τὸ ἀδικεῖν, ἐπίπονον δὲ τὸ δικαιοπραγεῖν· τοῦτο δέ ἐστιν ὁ ἀψευδέστατος νόμος. ἐξελθόντες, γάρ φησιν, ἐκ τῶν Αἰγυπτιακῶν παθῶν „ἦλθον εἰς Μερρά, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μερρῶν· πικρὸν γὰρ ἦν. διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου πικρία. καὶ διεγόγγυζεν ὁ λαὸς κατὰ Μωυσῆ λέγοντες· τί πιόμεθα; ἐβόησε δὲ Μωυσῆς πρὸς κύριον, καὶ ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ. ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις, κἀκεῖ αὐτὸν ἐπείραζεν“ (Exod. 15,23—25).

ἡ γὰρ ἄδηλος ἀπόπειρα καὶ δοκιμασία τῆς ψυχῆς ἐστιν ἐν τῷ πονεῖν καὶ πικραίνεσθαι· ὅπῃ γὰρ ταλαντεύσει, χαλεπὸν διαγνῶναι. οἱ μὲν γὰρ προκαμόντες ἀνέπεσον, βαρὺν ἀντίπαλον ἡγησάμενοι τὸν πόνον, καὶ τὰς χεῖρας ὑπ’ ἀσθενείας ὥσπερ ἀπειρηκότες ἀθληταὶ καθῆκαν, παλινδρομεῖν εἰς Αἴγυπτον ἐπὶ τὴν ἀπόλαυσιν τοῦ πάθους ἐγνωκότες.

οἱ δὲ [*](1 θάλειαι G, θάλιαί τε F ποιοῦσιν F εὐθυμίας καὶ εὐφροσύνας GF 4 δ’ H ὀργὴ MA 4. 5 τελεσφορούμενος MAF: τελεσφορουμένου G, τελεσφορουμένων H 5 πόθος coni. Mang. διήρηται AG fi ὡς] οὕτως A προσεψήματος HGF: προσεψέματος MA, προσοψήματος v ἐπὶ τὸ G, ἐπὶ τῶ F 7 ἀναζῆν Α, ἀνάγειν GF, ἀναζητεῖν H 9 ἑορτὴ καὶ εὐφροσύνη II δοκῶ (iF 10 ἐν χωρίω κέκληται (iFH-: ἐγχωρίως κεκλῆσθαι ’ πικρὰ G τὰ νόμιμα om. Α ἀναδειχθῆναι GF 11 ἐπίπονον] πικρὸν coni. Mang. 12 ἀψευδὴς MA 13 Μερρά scripsi (sic Η1 ut vid.): Μέραν F, Μερράν ceteri πιεῖν] τοῦ πιεῖν G2F ἐκ] ἀπὸ GF Μερρῶν MA: Μερρὰν G, Μέραν F, Μερρᾶς 11 14 ἐκείνου om. GF 15 ἐγόγγυζεν G Μωυσῆ A: Μωσῆ ceteri πιόμεθα prius H: πιώμεθα ceteri 16 Μωσῆς AGF 17 καὶ ἐγλυκάνθη τὸ ὕδωρ om. Α 18 κρίσεις G: κρίσιν ceteri ἐπείραζεν αὐτόν GF 20 ταλαντεύση FH1 21 προκάμνοντες GF ἀνέπεσαν F 22 ὐπ’] ἐπ’ Α post ἀπειρηκότες add. ἄθλοις GF ἐκάθισαν GF 23 ἐπεὶ Α ἐπὶ—πάθους om. GF) [*](2—4 DR fol. 274r Φίλωνος Anton. Mel. II 45 coi. 1123: τὰ πλεὶστα—περιγ)

v.3.p.107
τὰ φοβερὰ καὶ δεινὰ τῆς ἐρήμης πάνυ τλητικῶς καὶ ἐρρωμένως ἀναδεχόμενοι τὸν ἀγῶνα τοῦ βίου διήθλησαν ἀδιάφθορον καὶ ἀήττητον φυλάξαντες καὶ τῶν τῆς φύσεως ἀναγκαίων κατεξαναστάντες, ὡς πεῖναν, δίψος [ῥῖγος], κρύος, θάλπος, ὅσα τοὺς ἄλλους εἴωθε δουλοῦσθαι, κατὰ πολλὴν ἰσχύος περιουσίαν ὑπάγεσθαι.

αἴτιον δὲ ἐγένετο οὐ ψιλὸς ὁ πόνος, ἀλλὰ σὺν τῷ γλυκανθῆναι· λέγει γάρ· „ἐγλυκάνθη τὸ ὕδωρ,“ γλυκὺς δὲ καὶ ἡδὺς πόνος ἑτέρῳ ὀνόματι φιλοπονία καλεῖται. τὸ γὰρ ἐν πόνῳ γλυκὺ ἔρως ἐστὶ καὶ πόθος καὶ ζῆλος καὶ φιλία τοῦ καλοῦ.

μηδεὶς οὖν τὴν τοιαύτην κάκωσιν ἀποστρεφέσθω, μηδ’ „ἄρτον κακώσεως“ νομισάτω ποτὲ λέγεσθαι τὴν ἑορτῆς καὶ εὐφροσύνης τράπεζαν ἐπὶ βλάβῃ μᾶλλον ἢ ὠφελείᾳ· τρέφεται γὰρ τοῖς παιδείας δόγμασιν ἡ νουθετουμένη ψυχή.

τὸ ἄζυμον πέμμα τοῦτο οὕτως ἐστὶν ἱερόν, ὥστε χρησμοῖς προστέτακται δώδεκα ἄρτους ἀζύμους ταῖς φυλαῖς ἰσαρίθμους προτιθέναι ἐπὶ τῆς ἐν τοῖς ἀδύτοις χρυσῆς τραπέζης (Exod. 25, 29), καὶ καλοῦνται προθέσεως.

καὶ νόμῳ δὲ ἀπείρηται πᾶσαν ζύμην καὶ πᾶν μέλι προσφέρειν τῷ βωμῷ (Lev. 2,11)· χαλεπὸν γὰρ ἢ τὰς γλυκύτητας τῶν κατὰ τὸ σῶμα ἡδονῶν ἢ τὰς τῆς ψυχῆς ἀραιὰς καὶ χαύνους ἐπάρσεις καθιεροῦν ὡς ἅγια, τὰ φύσει βέβηλα καὶ ἀνίερα ἐξ αὑτῶν.

ἆρ’ οὖν οὐκ εἰκότως ἐπισεμνυνόμενος ὁ προφήτης λόγος, ὄνομα Μωυσῆς, ἐρεῖ· „μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν ἤγαγέ σε κύριος ὁ θεὸς ἐν ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν καρδίᾳ σου, εἰ φυλάξεις ἐντολὰς αὐτοῦ ἢ οὔ· καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος [*](1 τῆς ἐρήμης MH1F2: τοῖς ἐρήμοις A, τῆς ἐρημίας GF1H2 1. 2 ἀναποδεχόμενοι F 4 δίψαν conicio ῥῖγος secl. Mang., post ῥῖγος add. ὕπνον GF δηλοῦσθαι Α 5 ψιλὸς Η2: ψιλὸν ceteri, quo servato fort. scrib. τὸ πονεῖν 7 ὁ ante γλυκὺς add. Η2 8 γλυκὺς G 11 ἐπιλάβῃ G ἢ ὠφελείᾳ om. G 12 νουθετημένη G 13 προτέτακται G 14 προτεθῆναι Α 15. 16 καὶ καλοῦνται — μέλι πρὸς in mg. H2 16 post μέλι add. μὴ Α βωμῷ] θεῶ G 17 τὸ om. MA 19 αὑτῶν H2: αὐτῶν ceteri 6 προφήτης om. M, 6 προφητικὸς „Ms. Par. “ (Mang.) 20 Μωσῆς codd. N 21 ἐκπεράσῃ Α alterum σε GFN: ora. MAH 22 ἐγκάρδια HGFN εἰ] καὶ N 22. 23 ἡ οὔ· καὶ ex LXX (cf. leg. alleg. III § 174) scripsi: ἢ οὐκ codd. 23 aiterum σε om. M · τὸ] καὶ τὸ G 25 6 GFN: om. MAH ἄνθρωπος] ἀνὴρ N) [*](19—108,6 N fol. 150r: ἄρα οὑν οὐκ — παραδείσου.)

v.3.p.108
θεοῦ“ (Deut. 8,2. 3) ;

τίς οὖν οὕτως ἀνόσιός ἐστιν, ὡς ὑπολαβεῖν κακωτὴν τὸν θεὸν καὶ λιμόν, οἴκτιστον ὄλεθρον, ἐπάγοντα τοῖς ἄνευ τροφῆς ζῆν μὴ δυναμένοις; ἀγαθὸς γὰρ καὶ ἀγαθῶν αἴτιος, εὐεργέτης, σωτήρ, τροφεύς, πλουτοφόρος, μεγαλόδωρος, κακίαν ὅρων ἱερῶν ἀπεληλακώς· οὕτω γὰρ τὰ γῆς ἄχθη, τόν τε Ἀδὰμ καὶ Κάιν, ἐφυγάδευσεν ἐκ τοῦ παραδείσου. μὴ παραγώμεθα οὖν ταῖς φωναῖς,

ἀλλὰ τὰ δι’ ὑπονοιῶν σημαινόμενα σκοπῶμεν καὶ λέγωμεν, ὅτι τὸ μὲν „ἐκάκωσε“ ἴσον ἐστὶ τῷ ἐπαίδευσε καὶ ἐνουθέτησε καὶ ἐσωφρόνισε, τὸ δὲ „λιμῷ παρέβαλεν“ οὐ σιτίων καὶ ποτῶν εἰργάσατο ἔνδειαν, ἀλλ’ ἡδονῶν καὶ ἐπιθυμιῶν φόβων τε καὶ λύπης καὶ ἀδικημάτων καὶ συνόλως ἁπάντων ὅσα ἢ κακιῶν ἐστιν ἢ παθῶν ἔργα.

μαρτυρεῖ δὲ τὸ ἐπιλεγόμενον ἑξῆς· „ἐψώμισέ σε τὸ μάννα.“ ἆρά γε τὸν τὴν ἄπονον καὶ ἀταλαίπωρον τροφὴν δίχα σπουδῆς τῶν ἀνθρώπων οὐκ ἐκ γῆς, ὡς ἔθος, ἀναδοθεῖσαν, ἀπ’ οὐρανοῦ δέ, τεράστιον ἔργον, ἐπ’ εὐεργεσίᾳ τῶν χρησομένων παρασχόμενον ἄξιον λέγειν λιμοῦ καὶ κακώσεως ἢ τοὐναντίον εὐθηνίας καὶ εὐετηρίας ἀδείας τε καὶ εὐνομίας αἴτιον;

ἀλλ’ οἱ πολλοὶ καὶ ἀγελαῖοι νομίζουσι τοὺς λόγοις θείοις τρεφομένους ἀθλίως καὶ ταλαιπώρως ζῆν — ἄγευστοι γάρ εἰσι τοῦ παντρόφου γεύματος σοφίας —, οἱ δ’ ἐν ταῖς εὐπαθείαις καὶ εὐφροσύναις λελήθασι διάγοντες.

οὕτω τοίνυν ἡ ποιὰ κάκωσις ὠφέλιμόν ἐστιν, ὥστε καὶ τὸ ταπεινότατον αὐτῆς, ἡ δουλεία, μέγα ἀγαθὸν νενόμισται. καὶ ταύτην ηὔξατό τις ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς πατὴρ υἱῷ, τῷ ἄφρονι Ἠσαῦ ὁ ἄριστος Ἰσαάκ.

εἶπε γάρ που· „ἐπὶ μαχαίρᾳ σου ζήσεις, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις“ (Gen. 27,40), λυσιτελέστατον κρίνων τῷ πόλεμον ἀντ’ εἰρήνης αἱρουμένῳ καὶ ὥσπερ ἐν μάχαις ὁπλοφοροῦντι διὰ τὴν ἐν τῇ ψυχῇ στάσιν καὶ ταραχὴν ὑπηκόῳ γενέσθαι καὶ δουλεῦσαι [*](1 post θεοῦ add. ζήσεται GFN ὥστε GFN, ὃς Α 2 κακωτὴν in ras. H2 καὶ vid. secl. 3 ἀγαθὸς] ἀγαθῶν F 4 πλουτοφόρος GFL2N: om. MAHL1 5 οὕτος coni. Cohn Κάιν] εὔαν coni. Mang. 6 παραδείσου] παιδός σου Α παραιτώμεθα GF τῆς φωνῆς A 7 λέγομεν AH1 ἐκάκωσεν F 8 ἐστὶ om. H τῷ] τὸ G ἐξεπαίδευσε Turn. τὸ] τῶ H1 10 φόβου V ἀπαντώντων ’, ἀπάντων τῶν H2 11 κακῶν Η1 ἢ παθῶν ἐστιν transpos. GF 12 τὸν τὴν] τὸν H2, τὴν H1v 15 χρησομένων ὀμβρηθεῖσαν παρασχόμενον] νον e corr. H2, παρεχόμενον Mang. 16 εὐσθενίας F1, εὐθηνείας H ἰδίας A τε om. AG καὶ] τὰς Α αἴτιον] ἄρτον coni. Mang. 17 τοὺς] τοῖς G λόγους θείοις Α, θείοις λόγοις Η 19 δ’ ἐν v: δέ codd., δ’ ἐν μέσαις conicio εὐπλοίαις GFL2 20 οὕτω] οὐ Μ, οὗ Α 22 τῶ υἱῶ F Ἠσαῦ M: Ἡσαῦ ceteri)

v.3.p.109
καὶ ἐπιτάγμασιν, ἅττ’ ἂν ὁ σωφροσύνης ἐραστὴς ἐπικελεύσῃ, πᾶσι πειθαρχεῖν.

ἐνθένδε μοι δοκεῖ τις τῶν φοιτητῶν Μωυσέως, ὄνομα εἰρηνικός, ὃς πατρίῳ γλώττῃ Σαλομὼν καλεῖται, φάναι· „παιδείας θεοῦ, υἱέ, μὴ ὀλιγώρει, καὶ μὴ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος ἐλέγχει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται“ (Prov. 3,11.12). οὕτως ἄρα ἡ ἐπίπληξις καὶ νουθεσία καλὸν νενόμισται, ὥστε δι’ αὐτῆς ἡ πρὸς θεὸν ὁμολογία συγγένεια γίνεται. τί γὰρ οἰκειότερον υἱῷ πατρὸς ἢ υἱοῦ πατρί;

ἀλλ’ ἵνα μὴ λόγον ἐκ λόγου συνείροντες μηκύνειν δοκῶμεν, ἐναργεστάτην δίχα τῶν εἰρημένων πίστιν παρεξόμεθα τοῦ τὴν ποιὰν κάκωσιν ἀρετῆς ἔργον εἶναι· νόμος γάρ ἐστι τοιοῦτος· „πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε· ἐὰν δὲ κακίᾳ κακώσητε αὐτούς“ (Exod. 22,22). τί λέγει; ἆρ’ ὑπό τινος ἔστιν ἄλλου κακοῦσθαι; εἰ γὰρ κακίας ἔργα μόνης αἱ κακώσεις, περιττὸν τὸ ὁμολογούμενον γράφειν, ὃ καὶ δίχα προσθήκης ἀνομολογηθήσεται.

φήσει δὲ πάντως· οἶδα καὶ ὑπὸ ἀρετῆς ἐλεγχόμενον καὶ ὑπὸ φρονήσεως παιδευόμενον. διόπερ οὐ πᾶσαν κάκωσιν ἐν αἰτίᾳ τίθεμαι, ἀλλὰ τὴν μὲν δικαιοσύνης καὶ νομοθετικῆς ἔργον οὖσαν — ἐπιπλήξει γὰρ σωφρονίζει — μάλιστα θαυμάζω, τὴν δὲ ἀφροσύνης καὶ κακίας, βλαβερὰν ὑπάρχουσαν, ἀποστρέφομαι καὶ κακίζω δεόντως.

ὅταν οὖν τὴν Ἄγαρ κακουμένην ὑπὸ Σάρρας ἀκούσῃς, μηδὲν τῶν ἐν ταῖς γυναικείαις ζηλοτυπίαις εἰωθότων γίνεσθαι ὑπονοήσῃς· οὐ γὰρ περὶ γυναικῶν ἐστιν ὁ λόγος, ἀλλὰ διανοιῶν, τῆς μὲν γυμναζομένης ἐν τοῖς προπαιδεύμασι, τῆς δὲ τοὺς ἀρετῆς ἄθλους διαθλούσης.

[*](1 ἅτ᾿ MGF 2 Μωσέως codd. 3 γλώσση HGF 4 ὀλιγώρη G, ὠλιγώρει Α 6 ὄντως H2 ἄρα] ἐστὶν FL2 καλῶς GF 7 διά τῆς πρὸς G ὁμολογεῖται συγγένεια γίνεσθαι conicio ὁμολογίας G, ὁμολογία καὶ Mang. γένηται Α 9 πίστει Α 10 παρεξώμεθα V τοῦ] τῶ F 11 κακώσεται Α 11. 12 κακώσηται Α 12 ἄρα F ἄλλου ἢ #x003E; conicio 14 ἀνωμολογηθήσεται H, ἄν ὁμολογήσητε GF φησὶ GF, φύσει Α 15 οἶδα καὶ om. G post οἶδα add. τινὰ F 16 τίθημι per errorem Mang. 17 γὰρ σωφρονίζει] γλωσσοφρονίζει Α 20 τῆς Σάρρας GF ἀκούσῃς om. Α 21 γενέσθαι M ὑπονοήσεις v 22. 23 τοῖς ἀρετῆς ἄθλοις Α 23 φίλωνος περὶ τῆς εἰς τὰ προπαιδεύματα συνόδου subscribit G)[*](3—6 Clem. Alex. Strom. I §32 p. 335 P.: εὑ γοῦν εἴρηται· tum sequitur locus e Philoue sumptus (lin. 4 μηδὲ pro καὶ μή).)