De Congressu Eruditionis Gratia

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τέχνης μὲν γὰρ ὅρος οὗτος· σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον, τοῦ εὐχρήστου διὰ τὰς κακοτεχνίας ὑγιῶς προστιθεμένου· ἐπιστήμης δέ· κατάληψις ἀσφαλὴς καὶ βέβαιος, ἀμετάπτωτος ὑπὸ λόγου.

μουσικὴν μὲν οὖν καὶ γραμματικὴν καὶ τὰς συγγενεῖς καλοῦμεν τέχνας — καὶ γὰρ οἱ ἀποτελούμενοι δι’ αὐτῶν τεχνῖται λέγονται μουσικοί τε καὶ γραμματικοί —, φιλοσοφίαν δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἐπιστήμας καὶ τοὺς ἔχοντας αὐτὰς ἐπιστήμονας· φρόνιμοι γάρ εἰσι καὶ σώφρονες καὶ φιλόσοφοι, ὧν οὐδὲ εἷς ἐν τοῖς τῆς διαπεπονημένης ἐπιστήμης σφάλλεται δόγμασι, καθάπερ οἱ προειρημένοι ἐν τοῖς τῶν μέσων τεχνῶν θεωρήμασιν.

ὥσπερ γὰρ ὀφθαλμοὶ μὲν ὁρῶσιν, ὁ δὲ νοῦς δι’ ὀφθαλμῶν τηλαυγέστερον, καὶ ἀκούει μὲν ὦτα, ὁ δὲ νοῦς δι’ ὤτων ἄμεινον, καὶ ὀσφραίνονται μὲν οἱ μυκτῆρες, ἡ δὲ ψυχὴ διὰ ῥινῶν ἐναργέστερον, καὶ αἱ ἄλλαι αἰσθήσεις τῶν καθ’ αὑτὰς ἀντιλαμβάνονται, καθαρώτερον δὲ καὶ εἱλικρινέστερον ἡ διάνοια — κυρίως γὰρ εἰπεῖν ἥδ’ ἐστὶν ὀφθαλμὸς μὲν ὀφθαλμῶν, ἀκοὴ δὲ ἀκοῆς καὶ ἑκάστης τῶν αἰσθήσεων αἴσθησις εἱλικρινεστέρα, χρωμένη μὲν ἐκείναις ὡς ἐν δικαστηρίῳ ὑπηρέτισι, [*](1 ἠτιμάσθην ex LXX scripsi: ἠτιμάσθη MHF, ἡτοιμάσθη AGL 2 καὶ εἰ τὰ καθ’ αὑτάς MAH: καὶ εἰ καθ’ αὑτὰς FN, καὶ εἰ καθ’ αὑτάς ἐπιστῆμαι G, καὶ αἱ (vel οἱ) κατ’ αὐτὰς Mang. 3 ἀλλ’] αἱ δ’ GF 4 ἐναργῆ G ἐστὶν Η 6 ἐκ καταλήψεων MGF2: ἐγκαταλήψεων AHN(F1) συγγεγυμνασμένων scripsi (cf. Sextum): ἐγγεγυμνασμένων MHG2N, ἐγγεγυμνασμένον AG1F 8 ἐπιστήμη MAH1 βεβαία GFN ἀμετάπτωτον Α 10 γὰρ om. L ἀποκαλούμενοι G 12 γάρ] τε γάρ GFN 13. 14 τῆς—δόγμασι om. G 13 τῆς om. FN διαπεπονημένοις N 15 γὰρ] γὰρ οἱ G μὲν om. N 16 ἀκούειν F 17 ὀσφραίνονται GFN: ὄσφρωνται MAH 18 αἱ in mg. Η2, om. F κατ’ αὐτὰς GF 20 ἑκάστης Η2: ἑκάστης δὲ GFN, ἑκάστη MAH1 21 χρωμὲν G1, χρωμένη G2 (om. μὲν)) [*](2—102,15 N fol. 167v ὅτι αἱ μέσαι — ἐκείνη. 5 ss. Stobaeus Ecl. II 73,19 W. ss. εἶναι 51 τὴν ἐπιστήμην κατάληψιν ἀσφαλῆ καὶ ἀμετάπτωτον ὑπὸ λόγου· ἑτέρως δὲ ἐπιστήμην σύστημα ἐκ καταλήψεων .... Sextus Emp. Adv. mathem. II 10 p. 676,24 Β. (et alibi) πᾶσα τοίνυν τέχνη σύστημά ἐστιν ἐκ καταλήψεων συγγεγυμνασμένων καὶ ἐπὶ τέλος εὔχρηστον τῷ βίῳ λαμβανόντων τὴν ἀναφοράν (cf. Zeller, pbilos. gr. III 1 p. 76 et Clem. Alex. ed. Dind. IV p. 234). Zenonis hanc definitionem esse Olympiodorus testatur; v. Dionysii Thracis artem ed. Uhlig p. XCIX.)

v.3.p.102
δικάζουσα δ’ αὐτὴ τὰς φύσεις τῶν ὑποκειμένων, ὡς τοῖς μὲν συναινεῖν, τὰ δὲ ἀποστρέφεσθαι —, οὕτως αἱ μὲν λεγόμεναι μέσαι τέχναι ταῖς κατὰ τὸ σῶμα δυνάμεσιν ἐοικυῖαι τοῖς θεωρήμασιν ἐντυγχάνουσι κατά τινας ἁπλᾶς ἐπιβολάς, ἀκριβέστερον δὲ ἐπιστῆμαι καὶ σὺν ἐξετάσει περιττῇ.

ὃ γὰρ νοῦς πρὸς αἴσθησιν, τοῦτ’ ἐπιστήμη πρὸς τέχνην ἐστί· καθάπερ γὰρ αἴσθησίς τις αἰσθήσεων, ὡς ἐλέχθη πρότερον, ἐστὶν ἡ ψυχή * * * ἐκείνων μὲν οὖν ἑκάστη μικρὰ ἄττα τῶν ἐν τῇ φύσει παρεσπάσατο, περὶ ἃ πονεῖται καὶ πραγματεύεται, γραμμὰς μὲν γεωμετρία, φθόγγους δὲ μουσική, φιλοσοφία δὲ πᾶσαν τὴν τῶν ὄντων φύσιν· ὕλη γάρ ἐστιν αὐτῆς ὅδε ὁ κόσμος καὶ πᾶσα ἡ τῶν ὄντων ὁρατή τε καὶ ἀόρατος οὐσία.

τί οὖν θαυμαστόν, εἰ ἡ τὰ ὅλα καθορῶσα θεᾶται καὶ τὰ μέρη, καὶ ἄμεινον ἐκείνων, ἅτε ὀφθαλμοῖς μείζοσι καὶ ὀξυδερκεστέροις ἐνομματωθεῖσα; εἰκότως οὖν ἡ κυρία φιλοσοφία τὴν μέσην παιδείαν, τὴν θεραπαινίδα αὐτῆς, ἐγκύμονα θεάσεται μᾶλλον ἢ ἑαυτὴν ἐκείνη.

καίτοι γ’ οὐδὲ τοῦτό τις ἀγνοεῖ, ὅτι πάσαις ταῖς κατὰ μέρος τὰς ἀρχὰς καὶ τὰ σπέρματα, ἐξ ὧν ἀναβλαστεῖν ἔδοξε τὰ θεωρήματα, φιλοσοφία δεδώρηται. ἰσόπλευρα γὰρ καὶ σκαληνὰ κύκλους τε καὶ πολυγώνια καὶ τὰ ἄλλα σχήματα γεωμετρία προσεξεῦρε, σημείου δὲ καὶ γραμμῆς καὶ ἐπιφανείας καὶ στερεοῦ φύσιν, ἃ δὴ ῥίζαι καὶ θεμέλιοι τῶν λεχθέντων εἰσίν, οὐκέτι γεωμετρία.

πόθεν γὰρ αὐτῇ λέγειν ὁριζομένῃ, ὅτι σημεῖον μέν ἐστιν οὗ μέρος οὐδέν, γραμμὴ δὲ μῆκος ἀπλατές, ἐπιφάνεια δὲ ὃ μῆκος καὶ πλάτος μόνον ἔχει, στερεὸν δὲ ὃ τὰς τρεῖς ἔχει διαστάσεις, μῆκος, πλάτος, βάθος; ταῦτα γὰρ ἀνάκειται φιλοσοφίᾳ καὶ ἡ περὶ ὅρων πραγματεία πᾶσα τῷ φιλοσόφῳ.

τό γε μὴν γράφειν καὶ ἀναγινώσκειν γραμματικῆς τῆς ἀτελεστέρας [*](2 τὰ GFH2N: τοὺς MA(H1) δ’ GFN 3 τοῖς om. AH1 4 δὲ] δὲ αἱ GFN 6 αἰσθήσεως Α οὕτως τέχνη τις τεχνῶν ἐπιστήμη suppleo 7 ἄττα AN: ἅττα ΜΗ, τὰ GF παρεπεσπάσατο F 9 πᾶσα Α 10 6 om. MA τῶν om. H ante τε ras. Η 11 ἡ om. AGFN θεάσεται GFN 12. 13 ὀμματωθεῖσα GFN 13 οὗν om. H μεγίστην G 14 ἐκείνην AHF 15 γε GF τοῦτό] τότε M 16 τέχναις τὰς conicio 17 γὰρ om. GF 18 πολυγώνια MH2: πολύγωνα H1 GF, πολύγονα Α γεωμετρίαν H1 L1 προεξεῦρε coni. Mang. 19 ἐπιφανείας καὶ γραμμῆς H στερεᾶς (corr. ex στερεοῦ) φύσεως Α 20. 21 αὐτὴ λέγει ὁριζομένη Turn. 21 ὁρίζομεν ἡ GF post οὐδὲν add. ἐστι G 22 post ἀπλατές add. ἐστὶν GF γὰρ] δὲ GF 25 καὶ] ἢ GF) [*](25. 103,2 cf. Dionysii Thracis artem § 1 p. 5 Uhlig.)

v.3.p.103
ἐπάγγελμα, ἣν παρατρέποντές τινες γραμματιστικὴν καλοῦσι, τῆς δὲ τελειοτέρας ἀνάπτυξις τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν. ἐπειδὰν οὖν περὶ τῶν τοῦ λόγου διεξέρχωνται μερῶν, τότε οὐ τὰ φιλοσοφίας εὑρήματα παρασπῶνταί τε καὶ παρεργολαβοῦσι;

ταύτης γὰρ ἴδιον ἐξετάζειν, τί σύνδεσμος, τί ὄνομα, τί ῥῆμα, τί κοινὸν ὄνομα, τί ἴδιον, τί ἐλλιπὲς ἐν λόγῳ, τί πλῆρες, τί ἀποφαντόν, τί ἐρώτημα, τί πύσμα, τί περιεκτικόν, τί εὐκτικόν, τί ἀρατικόν· τὰς γὰρ περὶ αὐτοτελῶν καὶ ἀξιωμάτων καὶ κατηγορημάτων πραγματείας ἥδ’ ἐστὶν ἡ συνθεῖσα.

ἡμίφωνον δὲ ἢ φωνῆεν ἢ παντελῶς ἄφωνον στοιχεῖον ἰδεῖν, καὶ πῶς ἕκαστον τούτων εἴωθε λέγεσθαι, καὶ πᾶσα ἡ περὶ φωνῆς καὶ στοιχείων καὶ τῶν τοῦ λόγου μερῶν ἰδέα οὐ φιλοσοφίᾳ πεπόνηται καὶ κατήνυσται; βραχείας δ’ ὥσπερ ἀπὸ χειμάρρου σπάσαντες λιβάδας καὶ βραχυτέραις ταῖς ἑαυτῶν ψυχαῖς ἐναποθλίψαντες τὸ κλαπὲν οἱ φῶρες οὐκ ἐρυθριῶσι προφέροντες ὡς ἴδιον.

Οὗ χάριν φρυαττόμενοι τῆς κυρίας, ᾗ τὸ κῦρος ὄντως καὶ ἡ τῶν θεωρουμένων ἀνάκειται βεβαίωσις, ἀλογοῦσι. συναισθομένη δὲ αὕτη τῆς ὀλιγωρίας τούτων ἐλέγξει καὶ μετὰ παρρησίας φήσει· ἀδικοῦμαι καὶ παρασπονδοῦμαι τό γε ἐφ’ ὑμῖν ὁμολογίας παραβαίνουσιν.

ἀφ’ οὗ γὰρ ἐνεκολπίσασθε τὰ προπαιδεύματα, τῆς ἐμῆς θεραπαινίδος τὰ ἔγγονα, τὴν μὲν ὡς γαμετὴν ἐξετιμήσατε, ἐμὲ δὲ οὕτως ἀπεστράφητε, ὡς [*](1 γραμματιστικὴν Fv: γραμματικὴν ceteri 2 τε om. F 3 περὶ om. GF τότε om. AGF 3. 4 εὑρήματα F: εὑρέματα ceteri 4 τε om. Η 5 ὄνομα, τί ἴδιον, τί κοινόν, τί ἐλλιπὲς GF (ceteris omissis) ἐλλειπὲς MH1 6 ἀποφαντός G πεῦσμα GF, πτύσμα Α 6. 7 τί περιεκτικόν om. GF, τί προστακτικόν conicio, nam περιεκτικόν (v. Uhligii Indicem) huc non pertinet. 7 εὐκτικόν, τί ἀρατικόν scripsi: εὐκτικόν M, ὁρατικόν A, εὗ τί κακόν ἄρα GF, εὖ κακὸν δὲ τί H τὰς γὰρ] καὶ γὰρ τὰς 11 8 δὲ om. Α 8. 9 δὲ—ἄφωνον add. in mg. M, δέ add. H2 9 στοιχεῖον om. F 11 διαπεπόνηται conicio κατανυσται G (ή s. s.), τηνυ in spatio om. Α δέ 12 ταῖς GFH2: om. MAH1 13 ἐναποκρύψαντες coni. Mang. φωστῆρες Α προσφέροντες AG1 15 ἡ] ἢ Α 16 αὕτη GFL2: om. ceteri, αὐτὴ v 17 τούτων GF: om. ceteri φησὶν AF, evanidum in G 19 ἐκολπίσασθε G) [*](5 ss. cf. Laert. Diog. VII 60 et Dionysium, etiam de agric. § 141. 15 sqq. Orig. Comment. in Gen. p. 36 (ad Gen. 16,5): ἐπίτηδες οὐκ ἐσαφηνίσθη τὸ ὑπὸ τίνος, ἵνα ἡμεῖς ζητήσαντες εὕρωμεν, ὅτι πέφυκεν ἀτιμάζεσθαι ἀρετή, ἡνίκα τὰ προπαιδεύματα γεννήσῃ, οὐ πάντως ὑπὸ τοῦ Ἀβραάμ, ἀλλ’ ἤτοι ὑπὸ τῆς παιδίσκης ἢ τῶν χαιρόντων πρὸ τῆς γενέσεως τῶν κρειττόνων τοῖς γεννήμασιν αὐτῆς.)

v.3.p.104
μηδὲ πώποτε ἐς ταὐτὸν ἐλθόντες. ἀλλ’ ἴσως ἐγὼ μὲν ταῦτα περὶ ὑμῶν ὑπείληφα, ἐκ τῆς φανερᾶς πρὸς τὴν οἰκέτιν ὁμιλίας τὴν ἄδηλον πρὸς ἐμὲ αὐτὴν ἀλλοτρίωσιν τεκμαιρομένη· εἰ δ’ ὑμεῖς ἐναντίως ἢ ὡς ὑπείληφα διάκεισθε, γνῶναι μὲν ἀμήχανον ἑτέρῳ, ῥᾴδιον δὲ μόνῳ θεῷ.

διόπερ οἰκείως ἐρεῖ· „κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ“ (Gen. 16,5), οὐ προκατεγνωκυῖα ὡς ἠδικηκότος, ἀλλ’ ἐνδοιάζουσα ὡς τάχ’ ἂν ἴσως καὶ κατορθοῦντος· ὅπερ ἀψευδῶς οὐκ εἰς μακρὰν ἀναφαίνεται δι’ ὧν ἀπολογούμενος καὶ τὸν ἐνδοιασμὸν αὐτῆς ἐξιώμενός φησιν· „ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ“ (Gen. 16,6).

καὶ γὰρ ὁ παιδίσκην εἰπὼν ἀμφότερα ὁμολογεῖ, τό τε δούλην καὶ τὸ νηπίαν εἶναι — τὸ γὰρ τῆς παιδίσκης ὄνομα ἑκατέρῳ τούτων ἐφαρμόζει —, συνομολογεῖ δὲ πάντως εὐθὺς καὶ τἀναντία, τῇ μὲν νηπίᾳ τὴν τελείαν, τῇ δὲ δούλῃ τὴν κυρίαν, μονονοὺ βοῶν ἄντικρυς, ὅτι τὴν μὲν ἐγκύκλιον παιδείαν καὶ ὡς νεωτέραν καὶ ὡς θεραπαινίδα ἀσπάζομαι, τὴν δὲ ἐπιστήμην καὶ φρόνησιν ὡς τελείαν καὶ δέσποιναν ἐκτετίμηκα.

τὸ δὲ "ἐν ταῖς χερσί σου“ δηλοῖ μὲν τὸ ὑποχείριός ἐστί σοι. σημαίνει δὲ καὶ τοιοῦτον ἕτερον· τὰ μὲν τῆς δούλης εἰς χεῖρας ἀφικνεῖται σώματος — σωματικῶν γὰρ ὀργάνων καὶ δυνάμεων τὰ ἐγκύκλια χρεῖα —, τὰ δὲ τῆς κυρίας εἰς ψυχὴν ἔρχεται· λογισμοῖς γὰρ τὰ κατά τε φρόνησιν καὶ ἐπιστήμην ἀνατίθεται.

ὥσθ’ ὅσῳ δυνατώτερον καὶ δραστικώτερον καὶ τοῖς ὅλοις κρεῖττον διάνοια χειρός ἐστι, [*](1 μηδέποτε Α εἰς GF αὑτὸν G ἴσως οὐκ #x003E; e. gr. coiiicio μὲν om. GF περὶ] ὑπὲρ F 2 οἰκέτιν] παιδίσκην om. GF 2. 3 ἄδηλον—αὐτὴν om. G 3 εἰ δ’ MAH: τάχα δὲ GF, τάχα καὶ L2 ὑμῖν ἐναντίον L1 4 γνώμην ἀμήχανον μὲν ἑτέρω συνιδεῖν, ῥᾴδιον GF 6 προκατεγνωκυῖα Η: προκατεγνωκυίας MA, κατεγνωκυῖα GF ἀλλ’] ἀλλ’ ἀντ’ G, ἀλλ’ ἅτ’ F τάχα GF 7 ἀψευδῶς οὐκ om. G μακρὸν Η ἀνεφαίνετο G 9 9 GF (Clem.): om. MAH 10 ὁμολογεῖ ἀμφότερα GF 11 νηπίαν Turn.: νήπιον codd. ἐκατέρων Α 12 ἐναντίαν vel τἀναντία τῇ τῇ ἐιστήμῃ conicio 13 νηπία τὴν τελείαν GF: τελεία τὴν νηπίαν MAH μονονουχὶ GF 15 δ’ GF alt. καὶ] τε καὶ G 17 σημεῖον δὲ πέφυκε καὶ ἑτέρου τοιούτου H 18 χρείας coni. Mang. σώματος H: σώματα MA, om. GF 19 ἔρχονται Η 19. 20 λογισμῶ τε γὰρ GFL2 20 τε om. GF ὡς G, om. F 21 post δραστικώτερον add. ἀδυνατώτερον M κρείττω F διάνοια χειρός Mang. : διάνοια χρεῖος GFH2, διανοίας χρεῖος MAH1) [*](9. 14—16 Clem. Alex. Strom. 1 32 p. 335 P.: „ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾗ“ φησὶ δηλῶν, ὅτι ἀσπάζομαι μὲν τὴν κοσμικὴν παιδείαν καὶ ὡς νεωτέραν καὶ ὡς σὴν θεραπαινίδα, τὴν δὲ ἐπιστήμην τὴν σὴν ὡς τελείαν δέσποιναν τιμῶ καὶ )

v.3.p.105
τοσούτῳ τῆς ἐγκυκλίου μουσικῆς ἐπιστήμην καὶ φρόνησιν θαυμασιωτέραν εἶναι νενόμικα καὶ διαφερόντως ἐκτετίμηκα. λαβοῦσα οὖν, ὦ καὶ ὑπάρχουσα καὶ πρὸς ἐμοῦ νομιζομένη κυρία, τὴν ἐμὴν ἅπασαν παιδείαν ὡς θεραπαινίδι χρῶ, „ὡς εὐάρεστόν σοι.“

τὸ δὲ σοὶ εὐάρεστον οὐκ ἀγνοῶ ὅτι πάντως ἐστὶν ἀγαθόν, εἰ καὶ μὴ προσηνές, καὶ ὠφέλιμον, εἰ καὶ μακρὰν τοῦ ἡδέος ἀφέστηκεν. ἀγαθὸν δὲ καὶ ὠφέλιμον τοῖς ἐλέγχου δεομένοις νουθεσία, ὃ ἑτέρῳ ὀνόματι κάκωσιν ὁ ἱερὸς μηνύει λόγος.

Διόπερ ἐπιφέρει· „καὶ ἐκάκωσεν αὐτὴν“ (Gen. 16, 6), ἴσον τῷ ἐνουθέτησε καὶ ἐσωφρόνισε. λυσιτελὲς γὰρ σφόδρα τοῖς ἐν ἀδείᾳ καὶ ἐκεχειρίᾳ, καθάπερ ἵπποις ἀφηνιασταῖς, ὀξὺ κέντρον, ἐπεὶ μάστιγι μόλις καὶ ἀγωγῇ δαμασθῆναι καὶ τιθασευθῆναι δύνανται.

ἢ τὰ προκείμενα ἆθλα οὐχ ὁρᾷς τοῖς ἀνεπιπλήκτοις; λιπῶσιν, εὐρύνονται, πιαίνονται, λαμπρὸν πνέουσιν· εἶτα αἴρονται τὰ ἀσεβείας, οἱ πανάθλιοι καὶ βαρυδαίμονες, οἰκτρὰ βραβεῖα, ἐπ’ ἀθεότητι κηρυττόμενοι καὶ στεφανούμενοι. διὰ γὰρ τὴν λείως ῥέουσαν εὐτυχίαν ὑπέλαβον ἑαυτοὺς εἶναι τοὺς ὑπαργύρους καὶ ὑποχρύσους θεούς, νομίσματος κεκιβδηλευμένου τὸν τρόπον, τοῦ ἀληθινοῦ καὶ ὄντως ὄντος ἐκλαθόμενοι.

μαρτυρεῖ δὲ καὶ Μωυσῆς ἐν οἷς φησιν· „ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη καὶ ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν“ (Deut. 32,15)· ὥστε εἰ ἡ ἐπὶ πλέον ἄνεσις τὸ μέγιστον κακόν, ἀσέβειαν, ὠδίνει, τοὐναντίον ἡ μετὰ νόμου κάκωσις ἀγαθὸν τέλειον ἀποτίκτει, τὴν ἀοίδιμον νουθεσίαν.