Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
πυνθάνεται γοῦν τὸν τρόπον τοῦτον· ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα τὸ νοητὸν ἐκεῖνο, τὸ αὐτοδίδακτον, τὸ θεοειδές, ἆρά γε „ὁ οἰκογενής μου κληρονομήσει με“ (Gen. 15, 3), ὁ τῆς ἐναίμου ζωῆς ἔγγονος; τότε καὶ ἐπισπεύσας [*](1 του πατρὸς μου Pap: om. codd. 2 εξειλατο Pap: ἐξελέξατο G, ἐξείλετο ceteri δὲ codd. 3 ἑτέροις OG1H1P σκεδάσαι τὰς θεοσεβείας Pap: τἀς θεοσεβείας σκεδάσαι GHP, τὰς (τὰ Ο) θεοσημείας σκεδάσαι (σχεδάσαι Ο) OAB, mg. θεοσεβεῖς coni. Mang. 4 τὴν] τῆς GPH1 παρανομίαν OB 5 ἐκφυγεῖν] εὑρεῖν GPH1 ὁ θεοῦ Pap: om. codd. 7. 8 διέστησεν G, συνέστησεν OAB 8 διδάξηι Pap: δείξη codd. καιθην Pap τοῦ] τῶν Turn. 9 ἀμέτοχον Pap: ἀμέτοχος codd. 10 μεταποιεῖται Pap: μεταπεποίηται codd. 11 μόνη ΑΒ γενηθεῖσα G 14 ἣν ἀναγκαῖον Pap G: ἣν L, ἀναγκαῖον ἦν ceteri διακοῦσαι OAB 15 πρόφασις OAB αἰνιγματώδη om. Α 16 ἑρμηνευτέον Ο, διερευνητέον conicio μήποτε OAB 19 μόνος αξιουται Pap: ἀξιοῦται μόνος codd. 20 ἐπιτυχών OAB ἀλλὰ om. L 20. 21 καὶ τοῦ GHP: τοῦ OAB (Pap τοῦ vel καὶ?) 21 πέφυρται Pap: πεφύραται codd. 22 θυμοῦ ζεόντος OAB, θυμοῦ etiam PH1 23 τοῦτον Pap: om. codd., suppl. Turn. ante τὸν 23. 24 τὸ νοητὸν ἐκεῖνο τὸ αὐτοδίδακτον Pap: τὸ αὐτοδίδακτον, τὸ νοητὸν ἐκεῖνο codd. 24 το θε(οει)δες Pap: om. codd. 2.5 ἔκγονος GPH1)
„εὐθὺς“ γάρ φησι „φωνὴ θεοῦ ἐγένετο πρὸς αὐτὸν τῷ λέγειν· οὐ κληρονομήσει σε οὗτος“ (Gen. 15, 4), τῶν εἰς τὴν δι’ αἰσθήσεως δεῖξιν ἐρχομένων οὐδὲ εἷς· ἀσώματοι γὰρ φύσεις νοητῶν πραγμάτων εἰσὶ κληρονόμοι.
παρατετήρηται δὲ ἄκρως τὸ μὴ „εἶπεν“ ἢ „ἐλάλησεν“ φάναι, ἀλλὰ τὸ „φωνὴ θεοῦ ἐγένετο πρὸς αὐτὸν" ὥσπερ εὐτόνως ἐμβοήσαντος καὶ ἀρρήκτως ἐνηχήσαντος, ἵν’ εἰς πᾶσαν τὴν ψυχὴν διαδοθεῖσα ἡ φωνὴ μηδὲν ἔρημον ἐάσῃ καὶ κενὸν ὑφηγήσεως ὀρθῆς μέρος, ἀλλὰ πάντα διὰ πάντων ὑγιαινούσης μαθήσεως ἀναπλησθῇ.
τίς οὖν γενήσεται κληρονόμος; οὐχ ὁ μένων ἐν τῇ τοῦ σώματος εἱρκτῇ λογισμὸς καθ’ ἑκούσιον γνώμην, ἀλλ’ ὁ λυθεὶς τῶν δεσμῶν καὶ ἐλευθερωθεὶς καὶ ἔξω τειχῶν προεληλυθὼς καὶ καταλελοιπώς, εἰ οἷόν τε τοῦτο εἰπεῖν, αὐτὸς ἑαυτόν. „ὃς γὰρ ἐξελεύσεται ἐκ σοῦ“ φησίν, „οὗτος κληρονομήσει σε (Gen. 15, 4)“.