Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

καὶ ἐπελπίσαι τὴν παρὰ τοῦ μόνου σωτῆρος θεοῦ βοήθειαν. παγκάλως δὲ τὸν Δαμασκὸν οὐκ ἀπὸ πατρός, ἀλλ’ ἀπὸ μητρὸς τῆς Μασὲκ διασυνέστησεν, ἵνα διδάξῃ ὅτι ἡ ἔναιμος ψυχή, καθ’ ἣν ζῇ καὶ τὰ ἄλογα, τοῦ πρὸς γυναικῶν μητρῴου γένους οἰκεῖόν ἐστιν, ἄρρενος γενεᾶς ἀμέτοχον.

ἀλλ’ οὐχ ἡ ἀρετὴ Σάρρα· μόνου γὰρ τοῦ πρὸς ἀνδρῶν μεταποιεῖται, ἐκ πατρὸς τοῦ πάντων θεοῦ μόνου γεννηθεῖσα ἡ ἀμήτωρ ἀρχή· „ἀληθῶς" γάρ φησιν „ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός" (Gen. 20, 12).

Ἃ μὲν οὖν ἦν ἀναγκαῖον προακοῦσαι, διεπτύξαμεν· καὶ γὰρ εἶχεν ἀσάφειαν ἡ πρότασις αἰνιγματώδη. τί δὲ ὁ φιλομαθὴς ζητεῖ, διερμηνευτέον ἀκριβέστερον· μήποτ’ οὖν ἐστι τοιοῦτον, εἰ δύναταί τις ἐφιέμενος τῆς ἐναίμου ζωῆς καὶ μεταποιούμενος ἔτι τῶν κατ’ αἴσθησιν γενέσθαι τῶν ἀσωμάτων καὶ θείων πραγμάτων κληρονόμος.

τούτων μόνος ἀξιοῦται ὁ καταπνευσθεὶς ἄνωθεν, οὐρανίου τε καὶ θείας μοίρας ἐπιλαχών, ὁ καθαρώτατος νοῦς, ἀλογῶν οὐ μόνον σώματος ἀλλὰ καὶ τοῦ ἑτέρου ψυχῆς τμήματος, ὅπερ ἄλογον ὑπάρχον αἵματι πέφυρται, θυμοὺς ζέοντας καὶ πεπυρωμένας ἐπιθυμίας ἀναφλέγον.