Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

πρεσβύτερα μὲν οὖν ἀεὶ τὰ γεννήματα τῆς μισουμένης ἀρετῆς. ὁ δὲ Μωυσῆς, εἰ καὶ νεώτερα χρόνῳ, καὶ ταῦτα φύσει πρεσβείων ἀξιοῖ τὰ διπλᾶ διδούς, τῶν δὲ ἀφαιρῶν τὴν ἡμίσειαν. ἐὰν γὰρ γένωνται, φησίν, ἀνθρώπῳ δύο γυναῖκες, ἠγαπημένη καὶ μισουμένη, καὶ τέκωσιν ἀμφότεραι, μέλλων τὰ ἑαυτοῦ διανέμειν οὐ δυνήσεται πρεσβείων ἀξιῶσαι τὸν υἱὸν τῆς ἠγαπημένης, ἡδονῆς, — νέος γὰρ οὗτος, εἰ καὶ χρόνῳ πολιὸς γένοιτο —, ἀλλὰ τὸν τῆς μισουμένης φρονήσεως πρεσβύτερον ἐκ παίδων εὐθὺς ὄντα, ὡς διμοιρίαν ἀπονεῖμαι (Deut. 21, 15—17).

τὴν δὲ τροπικωτέραν τούτων ἀπόδοσιν ἐν ἑτέροις εἰρηκότες ἐπὶ τὰ ἀκόλουθα τῶν ἐν χερσὶ τρεψώμεθα ἐκεῖνο προϋποδείξαντες, ὅτι τῆς μισουμένης ὁ θεὸς λέγεται τὴν μήτραν διοίξας γένεσιν ἀστείων ἐπιτηδευμάτων καὶ καλῶν ἔργων ἀνατεῖλαι, τῆς φιλεῖσθαι νομιζομένης αὐτίκα στειρουμένης. [*](1 post ζωῆς add. αντηεν Pap, quod fort. ex voce ἐναντίας natum est; ἀντίπαλον coni. Cohn Μωτῆς codd. δὲ om. Pap 2 ἀκονητὶ BG ἐπίκρισιν] τὴν supra scr. G2 2. 3 τα λοιπα αγειν (sic) Pap: ἄγει τὰ λοιπὰ codd. 3 δυσὶν] δ’ ἐστὶν OAB 4 προσφυέστατα θεὶς ὀνόματα Pap: θεὶς ὀνόματα προσφυέστατα codd. 5 δὲ Pap alterum δ’ Pap OAB: om. GHP ὁ τἀναντία G, τὴν ἐναντίαν OAB 7 ὀλιγοδέειαν HP ἔτι μονωτικὸν coni. Mang. 9 ἀμαθείας OG, ἀμαθία Β ἐχθρῶν χρημτω μὲν Pap ἡδονῶν GHP (Pap?): ἡδονῆς OAB κρείττων G 10 πλούτου] τρόπον G2P2 11 post ἀεὶ add. τῆς φρονήσεως OAB, mg. P2 της μεισουμενης ἀρέτης Pap: om. codd. ὁ] οἱ Pap 12 Μούσης Pap: Μωσῆς codd. εἰ] εἰ δὲ Pap, εἰ δὴ conicio νεώ Η1, νεώτερος P καὶ ταυτα φυσει Pap: καὶ τὰ φύσει GH1P, τὰ φύσει Η2, τὰ φύσει τίμια OAB, καὶ ταῦτα ἅτε φύσει conicio, καὶ et φύσει secl. Cohn πρεσβειῶν GHP 14 ἀγαπωμένη v 15 πρεσβειῶν HP 16 οὕτως Pap 17 πολιὸς scripsi: πολιὸς Pap, ceteri γένοιτο Pap: ἐγένετο codd. φρονήσεως πρεσβύτερον Pap: πρεσβύτερον φρονήσεως GHP, πρεσβυτέρας φρονήσεως OAB 18 ως διμοιρειαν απονειμαι Pap: ὦ διμοιρίαν ἀπένειμε codtl. 19 αποδωσις Pap 20 τρεψόμεθα Pap G προσυποδειξαντες Pap 21 διανοίξας G, ἀνοίγειν OAB 21—13,1 γίνεσιν—αὐτῆς om.)

v.3.p.13
„ἰδὼν“ γάρ φησι „κύριος ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς·

Ῥαχὴλ δὲ ἦν στεῖρα“ (Gen. 29, 31). ἆρ’ οὐχ ὅταν ἡ ψυχὴ κυοφορῇ καὶ τίκτειν ἄρχηται τὰ ψυχῇ πρέποντα, τηνικαῦτα ὅσα αἰσθητὰ στειρούμενα ἀτοκεῖ, οἷς πρόσεστιν ἡ ἐκ φιλήματος ἀλλ’ οὐχ ἡ διὰ γνησίου φιλίας ἀποδοχή;

ταύτης οὖν τῆς κατ’ αἴσθησιν ζωῆς, ἣν καλεῖ Μασέκ, υἱὸς ἕκαστος ἡμῶν ἐστι τιμῶν καὶ θαυμάζων τὴν τροφὸν καὶ τιθήνην τοῦ θνητοῦ γένους, αἴσθησιν, ἣν καὶ ὁ γήινος νοῦς, ὄνομα Ἀδάμ, ἰδὼν διαπλασθεῖσαν τὸν ἑαυτοῦ θάνατον ζωὴν ἐκείνης ὠνόμασεν. „ἐκάλεσε“ γάρ φησιν „Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ ζωή,