Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ζωῆς δὲ τριττὸν γένος, τὸ μὲν πρὸς θεόν, τὸ δὲ πρὸς γένεσιν, τὸ δὲ μεθόριον, μικτὸν ἀμφοῖν. τὸ μὲν οὖν πρὸς θεὸν οὐ κατέβη πρὸς ἡμᾶς οὐδὲ ἦλθεν εἰς τὰς σώματος ἀνάγκας. τὸ δὲ πρὸς γένεσιν οὐδ’ ὅλως ἀνέβη οὐδ’ ἐζήτησεν ἀναβῆναι, φωλεῦον δὲ ἐν μυχοῖς Ἅιδου τῷ ἀβιώτῳ βίῳ χαίρει.

τὸ δὲ μικτόν ἐστιν, ὃ πολλάκις μὲν ὑπὸ τῆς ἀμείνονος ἀγόμενον τάξεως θειάζει καὶ θεοφορεῖται, πολλάκις δ’ ὑπὸ τῆς χείρονος ἀντισπώμενον ἐπιστρέφει. τοῦθ’, ὅταν ὥσπερ ἐπὶ πλάστιγγος ἡ τῆς κρείττονος ζωῆς μοῖρα τοῖς ὅλοις βρίσῃ, συνεπισπασθὲν [*](2 παιδεύονται Ο, om. ΑΒ post παιδεύονται add. καὶ Ο οὐ φιλεῖν] ὀ φίλας G 3 περιπόθητον Mang. per errorem δὲ Pap 5 ἀπηρτηκὼς OAB ὁ ου Pap: οὐ γὰρ ceteri 7 καταφιλεῖν H καὶ om. G 10 καὶ φιλησον οντως Pap: om. codd. βουλήσει Pap ποθεῖν coni. Mang. 11 σῷ om. H 12 αἰ Pap: om. codd. 13 καὶ om. Η τὸ] yap Pap 14 δυνηθῇ OAB δυνηθῆις λύτρα καὶ σῶστρα Pap πρὸς ποίου Β, πρὸς ποίους L, προσποιῇ coni. Mang. ὅμως προσποιῇ coni. Cohn 15 νυν Pap: om. G, οὑν ὁ] ἢ OAB 16 γαμβρὸν Mang.: Αἀρὼν Pap et codd. Μωυσῆς Mang.: Μουσῆν Pap, Μωσἐα codd. τῆς ψυχῆς codd. 17 φιλήσας OAB 19 γένεσιν πᾶς μεθόριον Pap 20 τὰς] τὰς τοῦ ΑΒ 21 οὐδὲ bis Pap ὲν Pap: om. codd. 22 Ἅιδου OAB (Pap?): ἀδύτοις GHP μὲν Pap HP: μὲν ἀνέβη ceteri 23 καὶ Pap GHP: τε καὶ OAB 24 δὲ codd. τῆς] τοῦ H ὑποστρέφει OAB, ἐπιρρέπει coni. Mang. τουτ’ Pap 25 ταῖς ὁλκαῖς coui. Mang. post ὅλοις Pap add. περιττὰ, G ἀρίσση. ntrumque dittographia vocis βρίσῃ videtur esse; περιττεύσῃ pro βρίσῃ coni. Cohn συνεπισπανθὲν H2)

v.3.p.12
τὸ τῆς ἐναντίας ζωῆς βάρος κουφότατον ἄχθος ἀπέφηνε.

Μωυσῆς δὲ τὸ τῆς πρὸς θεὸν ζωῆς γένος ἀκονιτὶ στεφανώσας εἰς ἐπίκρισιν τὰ λοιπὰ ἄγει δυσὶν ἀπεικάζων γυναιξίν, ὧν τὴν μὲν ἀγαπωμένην, τὴν δὲ μισουμένην καλεῖ προσφυέστατα θεὶς ὀνόματα.

τίς γὰρ οὐ τὰς δι’ ὀφθαλμῶν, τίς δ’ οὐ τὰς δι’ ὤτων, τίς δ’ οὐ τὰς διὰ γεύσεως ὀσφρήσεώς τε καὶ ἁφῆς ἡδονὰς καὶ τέρψεις ἀποδέχεται; τίς δ’ οὐ τὰ ἐναντία μεμίσηκεν, ὀλιγοδεΐαν, ἐγκράτειαν, αὐστηρὸν καὶ ἐπιστημονικὸν βίον, γέλωτος καὶ παιδιᾶς ἀμέτοχον, συννοίας καὶ φροντίδων καὶ πόνων μεστόν, φίλον τοῦ θεωρεῖν, ἀμαθίας ἐχθρόν, χρημάτων μὲν καὶ δόξης καὶ ἡδονῶν κρείττω, ἥττω δὲ σωφροσύνης καὶ εὐκλείας καὶ βλέποντος οὐ τυφλοῦ πλούτου;