Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

διὸ πεύσομαι „τί μοι δώσεις“ ἀμύθητα δοὺς καὶ σχεδὸν πάντα ὅσα θνητὴν φύσιν χωρῆσαι δυνατὸν ἦν; ὃ γὰρ λοιπὸν ἐπιζητῶ μαθεῖν τε καὶ κτήσασθαι, τοῦτ’ ἐστίν, τίς ἂν γένοιτο ἄξιος τῶν σῶν εὐεργεσιῶν [καὶ] κληρονόμος.

ἢ „ἐγὼ ἀπολυθήσομαι ἄτεκνος“ (Gen. 15, 2), ὀλιγοχρόνιον καὶ ἐφήμερον καὶ ὠκύμορον λαβὼν ἀγαθόν, εὐχόμενος τοὐναντίον, πολυήμερον καὶ μακροχρόνιον καὶ ἀκήρατον καὶ ἀθάνατον, ὡς δυνηθῆναι καὶ σπέρματα βαλέσθαι καὶ ῥίζας ἐχυρότητος ἕνεκα ἀποτεῖναι καὶ ἄνω πρὸς οὐρανὸν τὸ στέλεχος ἀνεγεῖρον μετεωρίσαι;

τὴν γὰρ ἀνθρωπίνην ἀρετὴν βαίνειν μὲν ἐπὶ γῆς, φθάνειν δὲ πρὸς οὐρανὸν ἀναγκαῖον, ἵν’ ἐκεῖ τῆς ἀφθαρσίας ἑστιαθεῖσα τὸν ἀεὶ χρόνον ἀπήμων διαμένῃ.

ἄτεκνον γὰρ καὶ στεῖραν οἶδ’ ὅτι ψυχὴν ὁ τὰ μὴ ὄντα φέρων καὶ τὰ πάντα γεννῶν μεμίσηκας, ἐπεὶ καὶ χάριν ἔδωκας ἐξαίρετον τῷ διορατικῷ γένει τὸ μηδέποτε στειρωθῆναι καὶ ἀτοκῆσαι, ᾧ καὶ αὐτὸς προσνεμηθεὶς ἐφίεμαι κληρονόμου δικαίως. ἄσβεστον γὰρ αὐτὸ καταθεώμενος αἴσχιστον εἶναι νομίζω τὴν ἐμαυτοῦ φύσιν τοῦ καλοῦ περιιδεῖν καταλυθεῖσαν.