Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τὴν γὰρ οὐδένειαν τὴν ἐμαυτοῦ μετρεῖν ἔμαθον καὶ τὰς ἐν ὑπερβολαῖς ἀκρότητας τῶν σῶν εὐεργεσιῶν περιβλέπεσθαι· καὶ ἐπειδὰν "γῆν καὶ τέφραν" καὶ εἴ τι ἐκβλητότερον ἐμαυτὸν αἴσθωμαι, τηνικαῦτα ἐντυγχάνειν σοι θαρρῶ, ταπεινὸς γεγονώς, καταβεβλημένος εἰς χοῦν, ὅσα εἴς γε τὸ μηδ’ ὑφεστάναι δοκεῖν ἀνεστοιχειωμένος. καὶ τοῦτό μου τὸ πάθος τῆς ψυχῆς ἐστηλογράφησεν ἐν τῷ ἐμῷ μνημείῳ ὁ ἐπίσκοπος Μωυσῆς.

"ἐγγίσας" γάρ φησιν "Ἀβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός" (Gen. 18, 27), ἐπειδὴ τότε καιρὸς ἐντυγχάνειν γένεσιν τῷ πεποιηκότι, ὅτε τὴν ἑαυτῆς οὐδένειαν ἔγνωκεν. τὸ δὲ "τί μοι δώσεις;" οὐκ ἀποροῦντός ἐστι φωνὴ μᾶλλον ἢ ἐπὶ τῷ πλήθει καὶ μεγέθει ὧν ἀπήλαυκεν ἀγαθῶν εὐχαριστοῦντος.

"τί μοι δώσεις;" ἔτι γὰρ ἀπολείπεταί τι πλέον προσδοκῆσαι; ἄφθονοι μέν, ὦ φιλόδωρε, αἱ σαὶ χάριτες καὶ ἀπερίγραφοι καὶ ὅρον ἢ τελευτὴν οὐκ ἔχουσαι, πηγῶν τρόπον πλείω τῶν

v.3.p.9
ἀπαντλουμένων ἀνομβροῦσαι.

σκοπεῖν δὲ ἄξιον οὐ μόνον τὸν αἰεὶ πλημμυροῦντα χειμάρρουν τῶν σῶν εὐεργεσιῶν, ἀλλὰ καὶ τὰς ἀρδομένας ἡμῶν ἀρούρας· εἰ γὰρ περιττὸν ἀναχυθείη τὸ ῥεῦμα, λιμνῶδες καὶ τελματῶδες ἀντὶ καρποφόρου γῆς ἔσται τὸ πεδίον. πρὸς εὐφορίαν οὖν μεμετρημένης, ἀλλ’ οὐκ ἀμέτρου δεῖ τῆς ἐπιρροῆς ἐμοί.