Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τῶν δὲ ἐννοιῶν ἡ μὲν ἄνω φορὰ τὴν ἀμείνω τάξιν ἔλαχε συνοδοιπορούσης ἀρετῆς τῆς πρὸς τὸν θεῖον καὶ οὐράνιον χορὸν ἀγούσης, τὴν χείρω δὲ ἡ κάτω κακίας ἀφηγουμένης καὶ ἀντισπώσης βίᾳ. δηλοῖ δὲ καὶ τὰ ὀνόματα οὐχ ἥκιστα τὴν τῶν τόπων ἐναντιότητα· ἀρετὴ μὲν γὰρ οὐ μόνον παρὰ τὴν αἵρεσιν ὠνομάσθη, ἀλλὰ καὶ παρὰ τὴν ἄρσιν — αἴρεται γὰρ καὶ μετεωρίζεται διὰ τὸ αἰεὶ τῶν ὀλυμπίων ἐρᾶν —, κακία δὲ ἀπὸ τοῦ κάτω κεχωρηκέναι καὶ καταπίπτειν τοὺς χρωμένους αὐτῇ βιάζεσθαι.

τὰ γοῦν πολέμια τῆς ψυχῆς ἐννοήματα ἐπιποτώμενα καὶ ἐπιφοιτῶντα κάτεισι μὲν αὐτά, καταβάλλει δὲ καὶ τὴν διάνοιαν αἰσχρῶς ἐπιφερόμενα σώμασι καὶ πράγμασιν αἰσθητοῖς οὐ νοητοῖς, ἀτελέσιν οὐχ ὁλοκλήροις, ἐφθαρμένοις οὐχὶ τοῖς ζῶσιν. οὐ γὰρ μόνον σώμασιν, ἀλλὰ καὶ σωμάτων δίχα διαιρεθέντων τμήμασιν ἐπιφοιτᾷ· τὰ δ’ οὕτως διαιρεθέντα ἀμήχανον ἁρμονίαν δέξασθαι καὶ ἕνωσιν, τῶν πνευματικῶν

τόνων, οἳ συμφυέστατος δεσμὸς ἦσαν, διακοπέντων. εἰσηγεῖται [*](1 ἀπὸ] ἐπὶ conicio τῆς om. codd. δέ Α 2 εστιν Pap ὅσα Η1 P τρόποις ΑΒ προσερριζωμένα Η1 P1 4 φθορὰν Pap πόσης conioio 4. 5 ἀναπεπληρῶσθαι codd. ὁ τὸν θείων ἀγάθων κόρον Pap: τὸν κόρον τῶν θείων ἀγαθῶν codd. 7 θνητὸν ΑΒ κακὸν ABH2 επιφυτωσιν Pap δὲ codd. ἔνιαι L 8 ὅσον AB κατὰ codd. post ἄγνοιαν add. αἲ 2 9 οὐδὲ H1 διαφέρουσι BGHP 10 ἔλαχεν Pap 11 τῆς H2 (Pap?): καὶ τὴν ceteri τὸν θεῖον καὶ οὐράνιον χορὸν seripsi: τ)ων θείων ουρανι(ω)ν χορὸν Pap, τὸν οὐρανὸν καὶ θεῖον χῶρον codd. 11. 12 τὴν χείρω δέ ἡ codd.: χείρω δὲ την Pap, τὴν δὲ χείρω ἡ Scheil 12. 13 καὶ ἀντισπώσης— ἐναντιότητα om. ΑΒ 14 prius παρὰ] περὶ Η1P1 ἀλλὰ — ἄρσιν om. Pap GH1P1 τὴν ἄρσιν ΑΒ: τὴν ἄρσην H2P2, τὸ αἴρεσθαι v 15 γὰρ om. G ἀεὶ codd. 17 γοῦν πολέμια ΑΒ: πολέμια οὑν Pap G, πολέμια H1P, γάρ πολέμια H2 ἐννοήματα om. 11 επιπωτωμενα Pap: ἐπιπτώμενα G, ἐπισπώμενα ΗP, ἐπιπετόμενα AB 17. 18 post ἐπιφοιτῶντα add. ἐννοήματα Η1, νοήματα Η2 18. 19 σώμασιν αἰσχρῶς αἰσχροῖς P) ἐπιφερόμενα ἐπιφυρόμενα Α) codd. 19 σώμασι καὶ scripsi: σώμασιν οὐ Pap ΑΒGP (H1), οὐ del. Η2 19. 20 οὐκ ὁλοκλήρους G 20 τοῖς fort. del. 21 post σωμάτων add. τῶν V δὲ Pap 22 ἁρμονίαν ἀμήχανον codd.)

v.3.p.55
δὲ γνώμην ἀληθεστάτην διδάσκων, ὅτι δικαιοσύνη μὲν καὶ πᾶσα ἀρετὴ ψυχῆς, ἀδικία δὲ καὶ πᾶσα κακία σώματος ἐρῶσι, καὶ ὅτι τὰ τῷ ἑτέρῳ φίλα τῷ ἑτέρῳ πάντως ἐχθρά ἐστι, καθὰ καὶ νῦν· αἰνιττόμενος γὰρ τοὺς ψυχῆς πολεμίους ὄρνεα εἰσήγαγε γλιχόμενα ἐμπλέκεσθαι καὶ ἐμφύεσθαι σώμασι καὶ σαρκῶν ἐμφορεῖσθαι, ὧν τὰς ἐφόδους καὶ ἐπιδρομὰς ἐπισχεῖν βουληθεὶς ὁ ἀστεῖος λέγεται αὐτοῖς συγκαθίσαι (Gen. 15,11), οἷα πρόεδρός τις ἢ πρόβουλος ὤν.

ἐπειδὴ γὰρ καὶ τὰ οἰκεῖα ὑπὸ ἐμφυλίου στάσεως διειστήκει καὶ τὰ ἐχθρὰ στίφη διεφέρετο, βουλὴν ἁπάντων συναγαγὼν ἐσκόπει περὶ τῶν διαφόρων, ἵν’, εἰ δύναιτο, πειθοῖ χρώμενος καὶ τὸν ξενικὸν πόλεμον καταλύσαι καὶ τὴν ἐμφύλιον ταραχὴν ἀνέλοι. τοὺς μὲν γὰρ ὥσπερ νέφος ἐπιρράξαντας ἀκαταλλάκτως ἔχοντας λυσιτελὲς ἦν ἀποσκεδάσαι, τοῖς δὲ τὴν παλαιὰν συγγένειαν οἰκειώσασθαι.

δυσμενεῖς μὲν οὖν ἄσπονδοι καὶ ἀκατάλλακτοι γράφονται ψυχῆς ἀφροσύναι καὶ ἀκολασίαι δειλίαι τε καὶ ἀδικίαι καὶ ὅσαι ἄλλαι ἐκ πλεοναζούσης ὁρμῆς εἰώθασι φύεσθαι ἄλογοι ἐπιθυμίαι, σκιρτῶσαι καὶ ἀπαυχενίζουσαι καὶ τὸν εὐθὺν δρόμον τῆς διανοίας ἐπέχουσαι, πολλάκις δὲ καὶ τὸ σύμπαν αὐτῆς σχῆμα σπαράττουσαί τε καὶ καταβάλλουσαι.

τὰ δὲ τῶν ἐνσπόνδων εἶναι δυναμένων προσκρούσματα τοιαῦτά ἐστιν, ὁποίας εἶναι συμβέβηκε τὰς σοφιστῶν δογματικὰς ἔριδας· ᾗ μὲν γὰρ πρὸς ἓν ἀπονεύουσι τέλος, θεωρίαν τῶν τῆς φύσεως πραγμάτων, λέγοιντ’ ἂν εἶναι φίλοι, ᾗ δ’ οὐχ ὁμογνωμονοῦσιν ἐν ταῖς κατὰ μέρος ζητήσεσιν, ἐμφυλίῳ στάσει χρῆσθαι, ὥσπερ οἱ ἀγένητον εἶναι λέγοντες τὸ πᾶν τοῖς γένεσιν εἰσηγουμένοις αὐτοῦ, καὶ πάλιν οἱ φθαρήσεσθαι τοῖς φθαρτὸν μὲν εἶναι [*](1 ἀναδιδάσκων AGP 2 ἔρωσιν Pap 3 αἰσχρὰ G εστιν Pap γὰρ τοὺς om. AB τῆς ψυχῆς codd. 4 πολεμίους Pap G (Mang.): πολέμους codd. εἰσήγαγεν Pap ἐμφύρεσθαι Β σώμασιν Pap, σώματος GHP 6 συγκαθίσαι ex LXX Mang.: ἐγκαθίσαι Pap et codd. 7 πρόβολος Β 8 διιστήκει Pap G, corr. in διστηκει Pap ἁπάντων] ἁπάντων ἀμείνω A, ἀμείνω s. s. P2 συναγωγὸν L 9 τῶν om. P ἵνα codd. 10 καταλύσῃ P ἀνέλοι B: ἀνελεῖν Pap GH, ἀνέλη AP 11 ἐπιρράξαντας Pap (Turn.): ἐπὶ (Turn.): ras. 3 litt. P) πάντας ABP2, ἐπιπράξαντας G, ἐπεὶ πράξαντας Η (sed πρ scr. Η2) 12 τοῖς] ἀστοῖς coni. Mang. 13 ἄσπονδοι καὶ in mg. add. P2 14 δειλίαιἀδικίαι om. G ἐκ Pap: ἐπὶ codd. 15 αποχενιζουσαι Pap 17 σχῆμα] ὄχημα coni. Mang. 18 εἶναι om. v, post εἶναι add. δοκούντων Β2P2, δοκοῦντα AB1 δυνάμεων codd. τοιαῦτ’ HP ἵας codd. 19 τὰς Pap P: τὰς τῶν ABGH ἡ ΑΒ: οι Pap, εἰ GHP ἀπονεύουσι Pap (Mang.): ἀποπνέουσι codd. 20 θεωρίας P λεγοιτ’ Pap G εἶναι om. ΑΒ ἧ AB: οι Pap G, εἰ HP 21 δ’] τ’ G ομογνομονουσι Pap ζητήσεσι Pap 22 ἀγέννητον ΑBGL1 23 οἱ om. ABP2 τοῖς] τὸ G)

v.3.p.56
φύσει, μηδέποτε δὲ φθαρησόμενον διὰ τὸ κραταιοτέρῳ δεσμῷ, τῇ τοῦ πεποιηκότος βουλήσει, συνέχεσθαι, καὶ οἱ μηδὲν εἶναι ὁμολογοῦντες ἀλλὰ πάντα γίνεσθαι τοῖς ὑπολαμβάνουσι τἀναντία, καὶ οἱ πάντων χρημάτων ἄνθρωπον μέτρον εἶναι διεξιόντες τοῖς τὰ αἰσθήσεως καὶ τὰ διανοίας κριτήρια συγχέουσι, καὶ συνόλως οἱ πάντα ἀκατάληπτα εἰσηγούμενοι τοῖς γνωρίζεσθαι πάμπολλα φάσκουσιν.

καὶ ἥλιος μέντοι καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός, γῆ τε καὶ ἀὴρ καὶ ὕδωρ, τά τε ἐξ αὐτῶν σχεδὸν πάντα τοῖς σκεπτικοῖς ἔριδας καὶ φιλονεικίας παρεσχήκασιν, οὐσίας καὶ ποιότητας, μεταβολάς τε αὖ καὶ τροπὰς καὶ γενέσεις, ἔτι δὲ φθορὰς αὐτῶν ἀναζητοῦσιν· μεγέθους τε πέρι καὶ κινήσεως τῶν κατ’ οὐρανὸν οὐ πάρεργον ποιούμενοι τὴν ἔρευναν ἑτεροδοξοῦσιν οὐ συμφερόμενοι, μέχρις ἂν ὁ μαιευτικὸς ὁμοῦ καὶ δικαστικὸς ἀνὴρ συγκαθίσας θεάσηται τὰ τῆς ἑκάστου γεννήματα ψυχῆς καὶ τὰ μὲν οὐκ ἄξια τροφῆς ἀπορρίψῃ, τὰ δ’ ἐπιτήδεια διασώσῃ καὶ προνοίας τῆς ἁρμοττούσης ἀξιώσῃ.

τὰ δὲ κατὰ τὴν φιλοσοφίαν μεστὰ διαφωνίας γέγονε τὸν πιθανὸν καὶ στοχαστικὸν νοῦν τῆς ἀληθείας ἀποδιδρασκούσης· τὸ γὰρ δυσεύρετον καὶ δυσθήρατον αὐτῆς τὰς λογικάς, ὡς οἶμαι, στάσεις ἐγέννησε.

„Περὶ δὲ ἡλίου“ φησί „δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἀβραάμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ“ (Gen. 15, 12). ἔκστασις ἡ μέν ἐστι λύττα μανιώδης παράνοιαν ἐμποιοῦσα κατὰ γῆρας ἢ μελαγχολίαν ἤ τινα ὁμοιότροπον ἄλλην αἰτίαν, ἡ δὲ σφοδρὰ [*](1 διὰ τὸ (τῶ G) codd.: διο καὶ Pap κραταιοτέρῳ ΑΒΗ2: κρατεωτερω Pap, G, κραταιότερον Η1 P, tum ἐμφαίνοντος καὶ πάλιν add. P, spatium in H 3 τά ἐναντία codd. 5 συνχεουσι Pap: συνέχουσι codd. ακαταλημπτα Pap εισηγουμε)νοις Pap ὁ φάσκουσι codd. 7 prius τε om. Α, γῆ τε om. B 7. 8 ἐξ ἀυτῶν σχεδὸν πάντα Pap: ἐπ’ αὐτῶν πάντα codd. 8 φιλονικιας Pap παρεσχήκασιν Pap 9 αὖ om. Pap δὲ Pap: τε ABGH1P, τε καὶ H2 10 ἀναζητοῦσι GP κάτα τὸν οὐρανὸν Pap 11 εραυναν Pap ἑτεροδοξοῦσι καὶ συμφερόμενοι ΑΒ 12 μέχρι Pap Pap: om. codd. post μαιευτικὸς add. ἀνὴρ GHP, τις ἀνὴρ ΑΒ ὁμοῦ codd.: νόμος Pap ἀνὴρ Pap: om. codd. (cf. ad lin. 12) 13 γένη μετὰ G 13. 14 ἀπορρίψει G 14 δὲ codd. διασώσει ΑΒ 15 τὴν om. codd. μεστὰ om. Η1P1 μετὰ ἀδιαφωνίας G 16 στοχαστὴν HP ἀποδιδασκούσης G γάρ om. H 17 αὐτῆς om. Α τἀς λογικάς om. codd. ως Pap: ὥς γε codd. 18 φησί om. codd. N δυσμαῖς Pap ἐπέπεσεν scripsi: ἐπέστησεν Pap, ἔπεσεν codd. N τωι Pap: ἐπὶ codd. N 20 εστιν Pap post μανιώδης add. καὶ ΑΒ παροινίαν N ἐμποιοῦσαν G 21 ἄλλην om. AB) [*](1. 2 Platonis Tim. p. 41 B. 18—57,3 περὶ—χρῆται N fol.)

v.3.p.57
κατάπληξις ἐπὶ τοῖς ἐξαπιναίως καὶ ἀπροσδοκήτως συμβαίνειν εἰωθόσιν, ἡ δὲ ἠρεμία διανοίας, εἰ δὴ πέφυκέ ποτε ἡσυχάζειν, ἡ δὲ πασῶν ἀρίστη ἔνθεος κατοκωχή τε καὶ μανία,

ᾗ τὸ προφητικὸν γένος χρῆται. τῆς μὲν οὖν πρώτης ἐν ταῖς ἐν Ἐπινομίδι γραφείσαις ἀραῖς διαμέμνηται — παραπληξίαν γάρ φησι καὶ ἀορασίαν καὶ ἔκστασιν διανοίας καταλήψεσθαι τοὺς ἀσεβοῦντας, ὡς μηδὲν διοίσειν τυφλῶν ἐν μεσημβρίᾳ καθάπερ ἐν βαθεῖ σκότῳ ψηλαφώντων (Deut. 28,28.29) —,

τῆς δὲ δευτέρας πολλαχοῦ — „ἐξέστη“ γάρ φησιν „Ἰσαὰκ ἔκστασιν μεγάλην, καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ ἐνεγκών μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σὲ ἐλθεῖν, καὶ εὐλόγησα αὐτόν; καὶ εὐλογημένος ἔστω“ (Gen. 27,33), καὶ ἐπὶ τοῦ Ἰακὼβ ἀπιστοῦντος τοῖς λέγουσιν, ὅτι „ζῇ Ἰωσὴφ καὶ ἄρχει πάσης γῆς Αἰγύπτου“· „ἐξέστη“ γάρ φησι „τῇ διανοίᾳ, οὐ γὰρ ἐπίστευσεν αὐτοῖς“ (Gen. 45,26), καὶ ἐν Ἐξαγωγῇ κατὰ τὴν ἐκκλησίαν· „τὸ γὰρ ὄρος“ φησί „τὸ Σινὰ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι τὸν θεὸν ἐπ’ αὐτὸ ἐν πυρί, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡσεὶ ἀτμὶς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα“ (Exod. 19,18), καὶ ἐν τῷ Λευιτικῷ κατὰ τὴν τῶν ἱερῶν τελείωσιν ἡμέρᾳ τῇ ὀγδόῃ, ὁπότε „ἐξῆλθε πῦρ ἀπ’ οὐρανοῦ καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα“· λέγεται γὰρ εὐθύς· „καὶ εἶδε πᾶς ὁ λαὸς καὶ ἐξέστη, καὶ ἔπεσαν ἐπὶ πρόσωπον“ (Lev. 9,24)· ἡ γὰρ τοιαύτη ἔκστασις πτόησιν καὶ δεινὴν κατάπληξιν ἐμποιεῖ — (ἀλλ’ οὐκ ἄξιον θαυμάσαι καὶ ἐπὶ τοῦ Ἠσαῦ,

ὅτι εἰδὼς κυνηγεῖν [*](1 απροδοκητος Pap εἰώθασιν Pap 2 εἰ δὴ scripsi: εἰ δὲ Pap, ἐπειδὴ codd., ἐπεὶ N πέφυκεν ποτε Pap, πέφυκεν (om. ποτε) HP1 3 κατοκοχη τε καὶ ἁ Pap: κατοχὴ καὶ μανία N, κατοχωτήκη τ G, κατοχωτική τε HP, κατοχωτέρα τε AB 4 ἐν addidi ἐπινομίσι P 5 φησιν Pap 5. ὁ καταλημψεσθαι Pap 9 εἶπεν Pap 10 ἔστω Pap G: ἔσται ceteri 12 γῆς om. Pap G φησιν Pap 13 εξαγω(γηι) Pap: ἐξόδω codd. 14 Σίνα Pap v: Σαὶ codd. ὀλὸν τ Pap: πᾶν αὐτὸ codd. 15 αὐτὸ G (Turn): αὐτοῦ Pap ΑΒ, αὐτῶ Η, αὖ P 15. 16 καὶ ἀνέβαινεν—σφόδρα om. P 15 ἀτμὸς ΑΒ 16 τῶ Pap Η2: om. ABGH1P 17 ἱερῶν scripsi (Pap?): ἱερέων codd. 17. 18 ἐξῆλθεν Pap 18 καὶ om. Pap κατέφαγεν Pap, κατέφερε G 19 στέμματα L1 γὰρ add. L2 ειδεν Pap 20 ἔπεσεν codd. 21 ἔκστασις Pap (Mang.): ἔκπληξις codd. δεινὴν om. codd. —58,21 ἀλλ’ οὐκ—πρὸς αὐτοῦ secludit Mang. aliunde irrepsisse ratus. sed interdum in textu veteres adnotationes, quas nos sub textu ponimus, addunt. respicit initium § 251 22 τοῦ] τῶ Η2 Ἡσαῦ codd.) [*](2. 3 cf. Platonis Phaedrum p. 244, lonem p. 536 C.)

v.3.p.58
ἀεὶ θηρεύεται καὶ πτερνίζεται τὴν τέχνην ἐπὶ βλάβῃ κτησάμενος, οὐκ ὠφελείᾳ, θηρεύειν δὲ οὐδέποτε ἐσπούδασε, καὶ ἐπὶ τοῦ Ἰακώβ, ὅτι θηρεύει μὴ μαθών, ἀλλὰ φύσει κινούμενος τὸ πάθος, καὶ φέρει τῷ δοκιμαστῇ, ὃς εἰ δοκιμόν ἐστι διαγνώσεται, διὸ ἀπὸ πάντων φάγεται (Gen. 27,33)·

πάντα γὰρ τὰ τῆς ἀσκήσεως ἐδώδιμα καθέστηκεν, ἡ ζήτησις, ἡ σκέψις, ἡ ἀνάγνωσις, ἡ ἀκρόασις, ἡ προσοχή, ἡ ἐγκράτεια, ἡ ἐξαδιαφόρησις τῶν ἀδιαφόρων. ἀπὸ πάντων δὲ τὰς ἀπαρχὰς δήπουθεν ἔφαγεν, ἀλλ’ οὐ πάντα· ἔδει γὰρ ὑπολείπεσθαι καὶ τῷ ἀσκητῇ τροφὰς οἰκείας ὡς ἆθλα.

„πρὸ τοῦ σὲ ἐλθεῖν“ φυσικῶς· ἐὰν γὰρ ἔλθῃ τὸ πάθος εἰς τὴν ψυχήν, οὐκ ἀπολαύσομεν ἐγκρατείας· ἐλέγχει δὲ καὶ τὸν φαῦλον ὡς βραδὺν καὶ ὀκνηρὸν καὶ μελλητὴν πρὸς τὰ παιδείας ἔργα, ἀλλ’ οὐ πρὸς τὰ ἀκολασίας.

ἐργοδιώκτας οὖν Αἴγυπτος ἔχει πρὸς τὴν τῶν παθῶν ἐπισπεύδοντας ἀπόλαυσιν, Μωυσῆς δ’ ἔμπαλιν μετὰ σπουδῆς παραγγέλλει τὸ Πάσχα ἐσθίειν, τὴν ἀπὸ τούτων διάβασιν εὐωχεῖθαι. καὶ ὁ Ἰούδας φησίν· „εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς“ (Gen. 43,10), οὔ φησι κατέβημεν εἰς Αἴγυπτον, ἀλλ’ ἐκεῖθεν ἐπανεσώθημεν.

εἰκότως καὶ Ἰακὼβ τεθαύμακεν, εἰ ἔτι ὁ ἐν σώματι νοῦς, Ἰωσήφ, ζῇ πρὸς ἀρετὴν καὶ ἄρχει (Gen. 45,26) τοῦ σώματος, ἀλλ’ οὐκ ἄρχεται πρὸς αὐτοῦ. καὶ τἄλλα ἐπιὼν ἄν τις ὑποδείγματα τἀληθὲς ἰχνεύειν δυνηθείη. πρόκειται δ’ οὐ περὶ τούτων νῦν ἀκριβολογεῖσθαι, διὸ ἐπὶ τὰ ἑξῆς τρεπτέον), τῆς δὲ τρίτης ἐν οἷς τὰ περὶ τὴν τῆς γυναικὸς γένεσιν φιλοσοφεῖ —

„ἐπέβαλε γὰρ ὁ θεὸς“ φησίν „ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσεν“ [*](1 τὴν] τήν τε AGP 2 τοῦ] τῶ GHP 3 θηρεύειν ΑΒ κεινουμενον Pap τὸ GHP: καὶ τὸ ΑΒ, om. Pap καὶ om. AB φέρει τῶ codd.: φερειται Pap 4 ὃς om. Pap ὁ ἡ ἀκρόασις, ἡ ἀνάγνωσις codd. προσοχή Pap ΑGP: προσευχή BH 7 ἡ om. Pap 8 ἔφαγον Pap δεῖ codd. ὑπολιπέσθαι Pap G 9 οἰκείους G ὡς om. GHP τοὺς ἐλθεῖν G ἔλθῃ om. et post πάθος add. εἰσίῃ v 10 ἀπολαύσομαι ABP2 (coni. Mang.), ἀπολαύσωμεν G 11 μελητὴν AB 12 Αἰγύπτιος L1 13 Μωσῆς codd. δὲ Pap 14 τὴν Pap: καὶ τὴν codd. 14. 15 ποιεῖσθαι conicio 15 ιου(δα) Pap ἐβραδύναμεν Pap: ἐμελλήσαμεν codd. 16 (δισ), οὐ φησιν ex LXX supplevi Pap: καὶ codd., qui post babent διὸ δις GH2) οὑν φησιν 17 ὁ Ἰακὼβ codd. 17. 18 εἰ ἔτι ὁ ἐν σώματι νοῦς Pap G: εἰ οὖν ὁ ἔτι ἐν σώματι νοῦς ΑΒ, εἰ ἔτι ὁ νοῦς ὁ ἐν σώματι HP, εἰ ἔτι ἐν σώματι ὁ νοῦς, ὁ Ἰωσήφ Mang. per errorem 19 ἄν τις ἐπιὼν codd. 20 τἀληθὲς Η2: τὸ ἀληθὲς Pap ἀληθὲς Pap GBH1P1 20. 21 δὲ νῦν οὐ περὶ τούτων codd. 21 ἐξῆς Pap: ἐξ ἀρχῆς codd. 22 ὲν ὄις Pap: ἐννοίας codd. τὰ om. AB, tum πέρι AB 23 ἐπέβαλον Pap) [*](17. 18 cf. ad. vol. II p. 272,23.)

v.3.p.59
(Gen. 2,21), ἔκστασιν τὴν ἡσυχίαν καὶ ἠρεμίαν τοῦ νοῦ παραλαμβάνων· ὕπνος γὰρ νοῦ ἐγρήγορσίς ἐστιν αἰσθήσεως, καὶ γὰρ ἐγρήγορσις διανοίας αἰσθήσεως ἀπραξία —,

τῆς δὲ τετάρτης ὃ νῦν σκοποῦμεν· „περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἀβραάμ“· ἐνθουσιῶντος καὶ θεοφορήτου τὸ πάθος. ἀλλ’ οὐχὶ τοῦτο μόνον διασυνίστησιν αὐτὸν προφήτην, ἀλλὰ καὶ γράμμα ῥητὸν ἐστηλιτευμένον ἐν ἱεραῖς βίβλοις, ἡνίκα τις ἐπεχείρησε τὴν ἐκ φύσεως ἄρχουσαν ἀρετήν, Σάρραν, αὐτοῦ διοικίζειν, ὡς οὐκ ἴδιον σοφοῦ καὶ μόνου κτῆμα, ἀλλὰ παντὸς τοῦ φρόνησιν ἐπιμορφάζοντος. „ἀπόδος“ γάρ φησι „τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ, καὶ ζήσεις“ (Gen. 20,7).

παντὶ δὲ ἀστείῳ προφητείαν ὁ ἱερὸς λόγος μαρτυρεῖ· προφήτης γὰρ ἴδιον μὲν οὐδὲν ἀποφθέγγεται, ἀλλότρια δὲ πάντα ὑπηχοῦντος ἑτέρου· φαύλῳ δ’ οὐ θέμις ἑρμηνεῖ γενέσθαι θεοῦ, ὥστε κυρίως μοχθηρὸς οὐδεὶς ἐνθουσιᾷ, μόνῳ δὲ σοφῷ ταῦτ’ ἐφαρμόττει, ἐπεὶ καὶ μόνος ὄργανον θεοῦ ἐστιν ἠχεῖον, κρουόμενον καὶ πληττόμενον ἀοράτως ὑπ’ αὐτοῦ.

πάντας γοῦν ὁπόσους ἀνέγραψε δικαίους κατεχομένους καὶ προφητεύοντας εἰσήγαγεν. ὁ Νῶε δίκαιος· ἆρ’ οὐ καὶ εὐθὺς προφήτης; ἢ τὰς εὐχὰς καὶ κατάρας ἃς ἐπὶ ταῖς αὖθις γενεαῖς ἐποιήσατο (Gen. 9,25 ss.) ἔργων ἀληθείᾳ βεβαιωθείσας οὐ κατεχόμενος ἐθέσπισε;