Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

χρυσὸν δ’ οἱ ἐγκωμιάζοντες πολλὰ μὲν καὶ ἄλλα λέγουσι τῶν εἰς ἔπαινον, δύο δὲ τὰ ἀνωτάτω, ἓν μέν, ὅτι ἰὸν οὐ παραδέχεται, ἕτερον δέ, ὅτι εἰς ὑμένας λεπτοτάτους ἀρραγὴς διαμένων ἐλαύνεταί τε καὶ χεῖται. σύμβολον οὖν εἰκότως μείζονος φύσεως γέγονε, ἣ ταθεῖσα καὶ κεχυμένη καὶ φθάσασα πάντῃ πλήρης ὅλη δι’ ὅλων ἐστίν, εὐαρμόστως καὶ τὰ ἄλλα συνυφήνασα.

περὶ τῆς προειρημένης λυχνίας ὁ τεχνίτης διαλεγόμενος πάλιν φησίν, ὅτι „ἐκ τῶν καλαμίσκων εἰσὶν οἱ βλαστοὶ ἐξέχοντες, τρεῖς ἑκατέρωθεν, ἐξισούμενοι ἀλλήλοις· καὶ τὰ λαμπάδια αὐτῶν, ἅ ἐστιν ἐπὶ τῶν ἄκρων, καρυωτὰ ἐξ αὐτῶν· καὶ τὰ ἀνθέμια ἐν αὐτοῖς, ἵν’ ὦσιν ἐπ’ αὐτῶν οἱ λύχνοι καὶ τὸ ἀνθέμιον τὸ ἕβδομον ἐπ’ ἄκρου τοῦ λαμπαδίου ἐπὶ τῆς κορυφῆς ἄνωθεν, στερεὸν ὅλον χρυσοῦν· καὶ ἑπτὰ λύχνους ἐπ’ αὐτῆς χρυσοῦς“ (Exod. 38, 15—17)·

ὥστε διὰ πολλῶν ἤδη κατασκευάζεσθαι, ὅτι ἑξὰς εἰς δύο τριάδας ὑπὸ μέσου τοῦ ἑβδόμου λόγου διῄρηται, καθάπερ ἔχει νυνί· πᾶσα γὰρ ἡ λυχνία σὺν τοῖς ὁλοσχερεστάτοις μέρεσιν αὐτῆς, ἃ ἕξ ἐστιν, ἐπάγη, λαμπαδίων ἑπτά, ἀνθεμίων ἑπτά, λύχνων ἑπτά.

διαιροῦνται δὲ οἱ μὲν ἓξ λύχνοι τῷ ἑβδόμῳ, τὰ δὲ [*](1 λόγον εἶναι H 2 αὐτὸν Pap B: αὑτὸν A, αὐτῶν GHP ἱδρυμένον Pap: ἱδρυσάμενον codd. παραπλησον Pap 4 αὐτὴ scripsi: αὕτη codd. μέσην GP 4. 5 διακρίνουσα καὶ διαιροῦσα ABH 5 εστιν Pap 7. 8 γεγέννηκεν Pap: γεγέννηκε καὶ AHP, γεγένηκε καὶ BG 8 ἑαυτοῦ Pap: αὑτοῦ Η2, αὐτοῦ ceteri μόνου Pap (Mang.): καὶ μόνου μόνον H) codd. 9 τῶν] τὸν P 10 ἕνα GPH1 12 οὑν om. Pap γέγονε μείζονος φύσεως codd. ἐλαθεῖσα coni. Mang. 13 παντης Pap, παντὶ GH1P 14 προειρημένης λυχνίας Pap: εἰρημένης λυχνίας ABG, λυχνίας τῆς εἰρημένης HP 15 ὅτι om. Pap 16 λαμπάδια Pap ABP2: λαμπρὰ GHP1 αὐτῶν] αὐτοῖς G 17 αναθεμια Pap 18 τὸ ἕβδομον om. ΑΒ ἄκρου Η: ἄκρον GP, ἄκρων ΑΒ, ἄνω Pap 19 ἔπι τῆς κορυφης ἄνωθεν Pap: om. ceteri ζ΄ Pap 20 αὐτῆς scripsi (cf. p. 50,6): αὐτοῖς Pap et codd. 21 ἤδη Pap: ὠήθη codd. 22 λόγου] λύχνου coni. Mang. ἔχει νυνὶ] ἐκείνη coni. Mang. πᾶσα] μέση conicio 22. 23 νυνὶ—ἐπάγη evanida in Pap. corruptela inesse videtur. certe genetivi lin. 23. 24 non habent unde pendeant (v. ad lin. 22) 23 αναθεμειων Pap 24 λύχνων ἑπτὰ om. AB)

v.3.p.50
ἀνθέμια ὁμοίως τῷ μέσῳ καὶ τὰ λαμπάδια τὸν αὐτὸν τρόπον ὑπὸ τοῦ ἑβδόμου καὶ μέσου, οἱ δὲ ἓξ καλαμίσκοι καὶ οἱ ἐκπεφυκότες ἴσοι βλαστοὶ

ὑπ’ αὐτοῦ τοῦ στελέχους τῆς ἑβδόμης. πολὺν δ’ ὄντα τὸν περὶ ἑκάστου λόγον ὑπερθετέον εἰσαῦθις. τοσοῦτο δὲ αὐτὸ μόνον ὑπομνηστέον, ὅτι τῆς κατ’ οὐρανὸν τῶν ἑπτὰ πλανήτων χορείας μίμημά ἐστιν ἡ ἱερὰ λυχνία καὶ οἱ ἐπ’ αὐτῆς ἑπτὰ λύχνοι. πῶς;

ἐρήσεταί τις ἴσως· ὅτι, φήσομεν, ὅνπερ τρόπον οἱ λύχνοι, οὕτως καὶ τῶν πλανήτων ἕκαστος φωσφορεῖ· λαμπρότατοι γὰρ ὄντες αὐγοειδεστάτας ἄχρι γῆς ἀποστέλλουσιν ἀκτῖνας, διαφερόντως δ’ ὁ μέσος τῶν ἑπτά, ἥλιος.

μέσον δ’ αὐτὸν οὐ μόνον ἐπεὶ μέσην ἐπέχει χώραν, ὡς ἠξίωσάν τινες, καλῶ, ἀλλ’ ὅτι καὶ θεραπεύεσθαι καὶ δορυφορεῖσθαι πρὸς ὑπασπιζόντων ἑκατέρωθεν ἀξιώματος ἕνεκα καὶ μεγέθους καὶ ὠφελειῶν, ἃς τοῖς ἐπιγείοις ἅπασι παρέχει, δίκαιος ἄλλως ἐστί.

τὴν δὲ τῶν πλανήτων τάξιν ἄνθρωποι παγίως μὴ κατειληφότες — τί δ’ ἄλλο τῶν κατ’ οὐρανὸν ἴσχυσαν κατανοῆσαι βεβαίως; — εἰκοτολογοῦσιν, ἄριστα δ’ ἐμοὶ στοχάζεσθαι δοκοῦσιν οἱ τὴν μέσην ἀπονενεμηκότες ἡλίῳ τάξιν, τρεῖς μὲν ὑπὲρ αὐτὸν καὶ μετ’ αὐτὸν τοὺς ἴσους εἶναι λέγοντες, ὑπὲρ αὐτὸν μὲν φαίνοντα, φαέθοντα, πυρόεντα, εἶθ’ ἥλιον, μετ’ αὐτὸν δὲ στίλβοντα, φωσφόρον, τὴν ἀέρος γείτονα σελήνην.

ἐπίγειον οὖν βουληθεὶς ἀρχετύπου τῆς κατ’ οὐρανὸν σφαίρας ἑπταφεγγοῦς μίμημα παρ’ ἡμῖν ὁ τεχνίτης γενέσθαι πάγκαλον ἔργον προσέταξε, τὴν λυχνίαν, δημιουργηθῆναι. δέδεικται δὲ καὶ ἡ πρὸς ψυχὴν ἐμφέρεια αὐτῆς· ψυχὴ γὰρ τριμερὴς μέν ἐστι, δίχα δὲ ἕκαστον τῶν μερῶν, ὡς ἐδείχθη, τέμνεται, μοιρῶν [*](1 αναθεμεια Pap μέσῳ] θὼ vel μω Pap 2. 3 δέ ἓξ—καὶ οἱ om. G 3 ἑβδόμης λυχνίας coni. Mang. 4 τοσοῦτον Pap G 5 τῆς] τῶν ΑΒ κάτα τὸν Pap χορείας Pap: πορείας GHP, om. AB ὁ ἐστιν om. G ἡ om. Pap οἱ ἑπτὰ λύχνοι ἐπ’ αὐτῆς codd. ἐρήσεται Pap v: εἰρήσεται codd. 7 ὅνπερ Pap: ὃν codd. οὕτω ΑΒ 8 λαμπρότεροι codd. 10 δὲ codd. ἔπει Pap, ἐπὶ G: ὅτι ceteri ὡς om. Pap 11 θεραπεύεται καὶ δορυφορεῖται AB 13 ἅπασιν Pap δικαίως ABH1 ἄλλως Pap (Mang.): ἀλλ’ ὡς codd. εστιν Pap 13. 14 τάξιν om. ΑΒ 14. 15 παγίως — λέγουσιν add. H2P2 14 κατ’ codd.: κάτα τὸν Pap 15 διανοῆσαι codd. εἰκοτολογοῦσιν scripsi, εικοτολεγουσιν Pap: εἰκότως λέγουσιν codd. δὲ ἐμοὶ G, δέ μοι ABHP 16 δοκοῦσι στοχάζεσθαι AB 16—18 τρεῖς οι αυτον καὶ υπερ αὐτὸν φαίνονται Pap (ceteris omissis) 17 λέγοντας G 18 φαετοντα Pap 19 ἀέρα G οὑν om. H1P1 19. 20 αρχετυπου Pap (Mang.): ἀρχέτυπον ABGH2P2, om. H1P1 20 κατ’ codd.: κάτα τὸν Pap 21 ἔργον om. Pap 22 ἡ om. Pap 23 μέν om. codd. ἐστιν H ἑκάστων Pap G)

v.3.p.51
δὲ γενομένων ἓξ ἕβδομος εἰκότως τομεὺς ἦν ἁπάντων ὁ ἱερὸς καὶ θεῖος λόγος.

ἄξιον δὲ μηδ’ ἐκεῖνο παρησυχασθῆναι· τριῶν ὄντων ἐν τοῖς ἁγίοις σκευῶν, λυχνίας, τραπέζης, θυμιατηρίου, τὸ μὲν θυμιατήριον εἰς τὴν ὑπὲρ τῶν στοιχείων εὐχαριστίαν ἀνάγεται, ὡς ἐδείχθη πρότερον, ἐπεὶ καὶ αὐτὸ μοίρας ἔχει τῶν τεττάρων, γῆς μὲν τὰ ξύλα, ὕδατος δὲ τὰ ἐπιθυμιώμενα — πρότερον γὰρ τηκόμενα εἰς λιβάδας αὖθις ἀναλύεται —, τὸν δὲ ἀτμὸν ἀέρος, πυρὸς δὲ τὸ ἐξαπτόμενον—καὶ ἡ σύνθεσις δὲ λιβανωτοῦ καὶ χαλβάνης ὄνυχός τε καὶ στακτῆς (Exod. 30,34) τῶν στοιχείων σύμβολον —, ἡ δὲ τράπεζα εἰς τὴν ὑπὲρ τῶν θνητῶν ἀποτελεσμάτων εὐχαριστίαν — ἄρτοι γὰρ καὶ σπονδεῖα ἐπιτίθενται αὐτῇ (Num. 4,7), οἷς ἀνάγκη χρῆσθαι τὰ τῆς τροφῆς δεόμενα —, ἡ δὲ λυχνία εἰς τὴν ὑπὲρ τῶν κατ’ οὐρανὸν ἁπάντων, ἵνα μηδὲν μέρος τοῦ κόσμου δίκην ἀχαριστίας ὄφλῃ, ἀλλ’ εἰδῶμεν ὅτι πάντα τὰ μέρη τὰ κατ’ αὐτὸν εὐχαριστεῖ, τὰ στοιχεῖα, τὰ ἀποτελέσματα, οὐ τὰ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τὰ ἐν οὐρανῷ.

ἄξιον δὲ σκέψασθαι, διὰ τί τῆς τραπέζης καὶ τοῦ θυμιατηρίου τὰ μέτρα δηλώσας τῆς λυχνίας οὐδὲν ἀνέγραψε· μήποτε δι’ ἐκεῖνο, ὅτι τὰ μὲν στοιχεῖα καὶ τὰ θνητὰ ἀποτελέσματα, ὧν ἡ τράπεζα καὶ τὸ θυμιατήριον σύμβολα, μεμέτρηται περατωθέντα ὑπ’ οὐρανοῦ — ἀεὶ γὰρ τὸ περιέχον τοῦ περιεχομένου μέτρον —, ὁ δ’ οὐρανός, οὗ σύμβολόν ἐστιν ἡ λυχνία, ἀπειρομεγέθης ἐστί.

περιέχεται γὰρ ὑπ’ οὐδενὸς σώματος, οὔτε ἰσομεγέθους αὐτῷ οὔτε ἀπείρου, ἀλλ’ οὐδ’ ὑπὸ κενοῦ κατὰ Μωυσῆν διὰ τὴν ἐν τῇ ἐκπυρώσει μυθευομένην τερατολογίαν· ἔστι δὲ ὅρος αὐτοῦ ὁ θεός, ἡνίοχος καὶ κυβερνήτης αὐτοῦ.