Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τῷ δὲ ἀρχαγγέλῳ καὶ πρεσβυτάτῳ λόγῳ δωρεὰν ἔδωκεν ἐξαίρετον ὁ τὰ ὅλα γεννήσας πατήρ, ἵνα μεθόριος στὰς τὸ γενόμενον διακρίνῃ τοῦ πεποιηκότος. ὁ δ’ αὐτὸς ἱκέτης μέν ἐστι τοῦ θνητοῦ κηραίνοντος αἰεὶ πρὸς τὸ ἄφθαρτον, πρεσβευτὴς δὲ τοῦ ἡγεμόνος πρὸς τὸ ὑπήκοον.

ἀγάλλεται δὲ ἐπὶ τῇ δωρεᾷ καὶ σεμνυνόμενος αὐτὴν ἐκδιηγεῖται φάσκων· „κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν“ (Deut. 5, 5), οὔτε ἀγένητος ὡς ὁ θεὸς ὢν οὔτε γενητὸς ὡς ὑμεῖς, ἀλλὰ μέσος τῶν ἄκρων, ἀμφοτέροις ὁμηρεύων, παρὰ μὲν τῷ φυτεύσαντι πρὸς πίστιν τοῦ μὴ σύμπαν ἀφηνιάσαι ποτὲ καὶ ἀποστῆναι τὸ γεγονὸς ἀκοσμίαν ἀντὶ κόσμου ἑλόμενον, παρὰ δὲ τῷ φύντι πρὸς εὐελπιστίαν τοῦ μήποτε τὸν ἵλεω θεὸν περιιδεῖν τὸ ἴδιον ἔργον. ἐγὼ γὰρ ἐπικηρυκεύομαι τὰ εἰρηναῖα γενέσει παρὰ τοῦ καθαιρεῖν πολέμους ἐγνωκότος εἰρηνοφύλακος αἰεὶ θεοῦ.

Διδάξας οὖν ἡμᾶς περὶ τῆς εἰς ἴσα τομῆς ὁ ἱερὸς λόγος καὶ πρὸς τὴν τῶν ἐναντίων ἐπιστήμην ἄγει φάσκων ὅτι τὰ τμήματα „ἔθηκεν ἀντιπρόσωπα ἀλλήλοις“ (Gen. 15, 10). τῷ γὰρ ὄντι πάνθ’ ὅσα ἐν κόσμῳ σχεδὸν ἐναντία εἶναι πέφυκεν, ἀρκτέον δὲ ἀπὸ τῶν πρώτων·

θερμὸν ἐναντίον ψυχρῷ καὶ ξηρὸν ὑγρῷ καὶ κοῦφον βαρεῖ καὶ σκότος φωτὶ καὶ νὺξ ἡμέρᾳ, καὶ ἐν οὐρανῷ μὲν ἡ ἀπλανὴς τῇ πεπλανημένῃ φορᾷ, κατὰ δὲ τὸν ἀέρα αἰθρία νεφώσει, νηνεμία πνεύμασι, θέρει χειμών, ἔαρι μετόπωρον — τῷ μὲν γὰρ ἀνθεῖ, τῷ δὲ φθίνει τὰ [δ’] ἔγγεια —, πάλιν ὕδατος τὸ γλυκὺ τῷ πικρῷ καὶ γῆς ἡ στεῖρα τῇ γονίμῳ.

καὶ τἄλλα δὲ ἐναντία προῦπτα, σώματα ἀσώματα, ἔμψυχα [*](1 κατακλυσμὸν GN (Pap?): κατακλυσμῶν ceteri φορὰν coni. Mang. επιφερους Pap, ἐπιφέροντα N 2 ἐξαίρετον ἔδωκεν codd. N 4 εστιν B ἀεὶ codd. το Pap v: τόν codd. N 4. 5 πρεσβύτης Pap, πρεσβευτὴν N ὁ ιστηκειν Pap, στήκειν G 7 ἡμῶν ΑΒ ἀγένητος GP (Pap?): ἀγέννητος ΑΒHΝ 7. 8 ὁ θεὸς—ὡς om. Η1P 8 γενητὸς G (Pap?): γεννητὸς ABN ἡμεῖς ΑΒ 9 ἀφηνιάσαι Pap Μang.): ἀφανίσαι codd. N 10 γεγονὸς Pap: γένος codd. N 11 ἐλπιστίαν GH1N ιλεω Pap: ἵλεων GHP, ἔλεον ΑΒ 12 ἐπικηρυκεύσομαι codd. N ante γενέσει add. τῆ ΑΒ, ἃ GPH1 12. 13 καθαίρειν ABGH1PN 13 ἀεὶ codd. 14 εἰς ΑΒ: om. Pap GHP τιμῆς ΑΒ 15 τμήματα ABP2 (Pap?): τάγματα GHP1 18 ψυχρῶι Pap (Turn.): τῶ ψυχρῶ codd. 20 νεφώσει Pap: νέφεσι codd. 21 τῶ Pap G: τὸ ceteri τῶ G (Pap?): τὸ ceteri δ.᾿ seclusi (Pap ?) et ante πάλιν 22 τῶ γλυκεῖ τὸ πικρὸν ΑΒ 23 τά ἄλλα codd. πτουπτα Pap) [*](16 sqq. Patin, Heraklitische Beispiele I p. 817.)

v.3.p.48
ἄψυχα, λογικὰ ἄλογα, θνητὰ ἀθάνατα, αἰσθητὰ νοητά, καταληπτὰ ἀκατάληπτα, στοιχεῖα ἀποτελέσματα, ἀρχὴ τελευτή, γένεσις φθορά, ζωὴ θάνατος, νόσος ὑγεία, λευκὸν μέλαν, δεξιὰ εὐώνυμα, δικαιοσύνη ἀδικία, φρόνησις ἀφροσύνη, ἀνδρεία δειλία, σωφροσύνη ἀκολασία, ἀρετὴ κακία, καὶ τὰ τῆς ἑτέρας πάντα εἴδη τοῖς τῆς ἑτέρας εἴδεσι πᾶσι·

πάλιν γραμματικὴ ἀγραμματία, μουσικὴ ἀμουσία, παιδεία ἀπαιδευσία, συνόλως τέχνη ἀτεχνία, καὶ τὰ ἐν ταῖς τέχναις, φωνήεντα στοιχεῖα καὶ ἄφωνα, ὀξεῖς καὶ βαρεῖς φθόγγοι, εὐθεῖαι καὶ περιφερεῖς γραμμαί·

καὶ ἐν ζῴοις καὶ φυτοῖς ἄγονα γόνιμα, πολυτόκα ὀλιγοτόκα, ᾠοτόκα ζῳοτόκα, μαλάκεια ὀστρακόδερμα, ἄγρια ἥμερα, μονωτικὰ ἀγελαῖα·

καὶ πάλιν πενία πλοῦτος, δόξα ἀδοξία, δυσγένεια εὐγένεια, ἔνδεια περιουσία, πόλεμος εἰρήνη, νόμος ἀνομία, εὐφυΐα ἀφυΐα, ἀπονία πόνος, νεότης γῆρας, ἀδυναμία δύναμις, ἀσθένεια ῥώμη. καὶ τί δεῖ τὰ καθ’ ἕκαστον ἀναλέγεσθαι ἀπερίγραφα καὶ ἀπέρατ’ ὄντα τῷ πλήθει;

παγκάλως οὖν ὁ τῶν τῆς φύσεως ἑρμηνεὺς πραγμάτων, τῆς ἀργίας καὶ ἀμελετησίας ἡμῶν λαμβάνων οἶκτον ἑκάστοτ’ ἀφθόνως ἀναδιδάσκει, καθὰ καὶ | νῦν, τὴν ἀντιπρόσωπον ἑκάστων θέσιν οὐχ ὁλοκλήρων, ἀλλὰ τμημάτων ὑπαρχόντων· ἓν γὰρ τὸ ἐξ ἀμφοῖν τῶν ἐναντίων, οὗ τμηθέντος γνώριμα τὰ ἐναντία.

οὐ τοῦτ’ ἐστίν, ὅ φασιν Ἕλληνες τὸν μέγαν καὶ ἀοίδιμον παρ’ αὐτοῖς Ἡράκλειτον κεφάλαιον τῆς αὑτοῦ προστησάμενον φιλοσοφίας αὐχεῖν ὡς ἐφ’ εὑρέσει καινῇ; παλαιὸν γὰρ εὕρεμα Μωυσέως ἐστὶ τὸ ἐκ τοῦ αὐτοῦ τὰ ἐναντία τμημάτων λόγον ἔχοντα ἀποτελεῖσθαι, καθάπερ ἐναργῶς ἐδείχθη.

Ταῦτα μὲν οὖν καὶ ἐν ἑτέροις ἀκριβώσομεν. ἄξιον δὲ καὶ ἐκεῖνο μὴ παρησυχασθῆναι· τὰ γὰρ λεγόμενα διχοτομήματα τριῶν ζῴων δίχα [*](1. 2 κα(ταλημπτα) ακαταλημπτα Pap 3 δεξιὰν ευωνυμαν Pap δικαιότης ΑΒ 4 φρόνησις—κακία om. AB 5 πάντα—ἑτέρας om. L εἴδη πάντα v πᾶσιν Pap 9 πολύγονα Pap ὠοτόκα ζωοτόκα om. G, ζωοτόκα om. Β 9. 10 μαλακὰ codd. 12 εὐφυία ἀφυία Pap AG: ἀφυία εὐφυία ΗP, εὐφυία Β γέρας Pap 12. 13 δύναμις ἀδυναμία codd. 13 δ’ εἰ Pap 14 ἀπἐρατ’ Scheil, απορατ Pap: ἀπέραστα G, ἀπέραντα ceteri ὁ om. Pap τῶν om. H1P1 15 ἑρμηνευτὴς codd. πραγμάτων Pap (Mang): γραμμάτων codd. ἡμῶν om. AB 16 ἑκάστοτ’ scripsi: ἕκαστον codd. ἀφθόνως scripsi: αφονως Pap, ἀφανῶς codd., ἐμφανῶς coni. Mang. 18 [τῶν] τὸ P γνώρισμα 19 οὗτός ἐστιν ὃν ΑΒ 20 αὑτοῦ Η2: αὐτοῦ ceteri (Pap?) προιστάμενον P(H1) 21 ἐφ’] ἐν ΑΒ κενὴ GHP εὕρημα conicio (Pap?) ωυσεως Pap: Μωσέως ΑΒGP, Μωσέος Η 22 τοῦ] τούτου Pap 23 ἐναργῶς ἐδείχθη Pap: ὄναρ ἐδείχθη GHP1, ὖν παρεδείχθη ΑΒP2 24 alt. καὶ om. Pap 25 ησυχαθηναι Pap 25. 49,1 δίχα διαιρεθέντων scripsi: διχα αἱρεθέντων Pap, διαιρεθέντων codd.)

v.3.p.49
διαιρεθέντων ἓξ ἐγένετο, ὡς ἕβδομον τὸν τομέα εἶναι λόγον, διαστέλλοντα τὰς τριάδας, μέσον αὐτὸν ἱδρυμένον.

τὸ παραπλήσιόν μοι δοκεῖ σαφέστατα μεμηνῦσθαι καὶ ἐπὶ τῆς ἱερᾶς λυχνίας· δεδημιούργηται γὰρ ἓξ καλαμίσκους ἔχουσα, τρεῖς ἑκατέρωθεν, ἑβδόμη δὲ αὐτὴ μέση, διαιροῦσα καὶ διακρίνουσα τὰς τριάδας. τορευτὴ γάρ ἐστι, τεχνικὸν καὶ δόκιμον θεῖον ἔργον, ἐξ ἑνὸς χρυσίου καθαροῦ (Exod. 25, 30. 38, 13. 14)· τὸ γὰρ ἓν καὶ μόνον καὶ καθαρὸν ὄντως ἑβδομάδα τὴν ἀμήτορα γεγέννηκεν ἐξ ἑαυτοῦ μόνου, μὴ προσχρησάμενον ὕλῃ τὸ παράπαν.