Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἰσότητος δὲ εἰ καί τις ἄλλος ἐπαινέτης γέγονε Μωυσῆς, πρῶτον μὲν ὑμνῶν ἀεὶ καὶ πανταχοῦ καὶ δικαιοσύνην, ἧς ἴδιον, ὡς καὶ αὐτό που δηλοῖ τοὔνομα, τὸ δίχα τέμνειν εἰς μοίρας τά τε σώματα καὶ τὰ πράγματα ἴσας, εἶτα ψέγων ἀδικίαν, τὴν ἀνισότητος τῆς ἐχθίστης δημιουργόν.

ἀνισότης δὲ τοὺς διδύμους πολέμους ἔτεκε, τόν τε ξενικὸν καὶ τὸν ἐμφύλιον, ὡς ἔμπαλιν εἰρήνην ἰσότης. τὰ δ’ ἐγκώμια δικαιοσύνης καὶ τοὺς ψόγους ἀδικίας ἐναργέστατα διασυνίστησιν, ὅταν λέγῃ· „οὐ ποιήσετε ἄδικον ἐν κρίσει, ἐν μέτροις, ἐν σταθμοῖς, ἐν ζυγοῖς· ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ μέτρα δίκαια καὶ χοῦς δίκαιος ἔσται ὑμῖν“ (Lev. 19,35. 36), καὶ ἐν Ἐπινομίδι „οὐκ ἔσται ἐν μαρσίππῳ σου στάθμιον καὶ στάθμιον, μέγα ἢ μικρόν· οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον καὶ μέτρον, μέγα ἢ μικρόν· στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα κυρίῳ πᾶς ποιῶν ταῦτα, πᾶς ποιῶν ἄδικα“ (Deut. 25,13—16).

οὐκοῦν ὁ φιλοδίκαιος θεὸς ἀδικίαν βδελύττεται καὶ μεμίσηκε, στάσεως καὶ κακῶν ἀρχήν. ποῦ δ’ ἰσότητα τὴν δικαιοσύνης τροφὸν ὁ νομοθέτης οὐκ ἀποδέχεται ἀρξάμενος ἀπὸ τῆς [*](1 διαλυτὴν Pap: διάλυτον codd. 4. 5 καὶ ὅμοια om. ΑΒ 5 παντάπασιν ABHP ὁ δὲ Pap AB: τε ceteri καὶ εἰ ΑΒ Μωσῆς codd. 7 μὲν Pap HP1: μὲν αὐτὴν G, μὲν αὐτός ABP2 αει Pap: orn. codd. δικαιοσύνην, ἦς Pap: δικαιοσύνης codd. post ἴδιον add. ὀνομάζων ABP2 καὶ ὡς ΑΒ 8 που om. Pap 8. 9 καὶ πράγματα GHP1 9 ἴσας Pap: om. codd. ἐχθίστης scripsi: ἐχθίστου Pap, αἰσχίστης codd. 10 ἀνισότητος G 10. 11 διδύμους—καὶ om. G 10 ἔτεκεν Pap 11 εἰρηνισότης G, εἰρήνη ἰσότητα P 12 διατίθησιν ΑΒ 13 ποιήσητε Pap GH1P αδικιαν Pap ζυγοῖς Pap G2: ζυγίοις ceteri 14 σταθμὰ GH1P1 καὶ μετρα δίκαια Pap: om. codd. ἔσται δίκαιος H1P 15 μαρσιππίῳ GHP, μαρσιπίω ΑΒ 16. 17 καὶ στάθμιον μέγα — μικρὸν· στάθμιον Pap: om. codd. 17 post ἀληθινὸν add. δέ ΑΒ 18 σοι om., addunt οὐχὶ δέ καὶ add. AB) στάθμιον μέγα καὶ μικρὸν codd. ινα — γης Pap: ἶνα πληθυνθῶσιν αἱ ἡμέραι σου ἐπὶ τῆς χθονός codd. ἦς Pap: ἣν codd. σου om. codd. 19 ὲν κλήρωι Pap: κληροδοσίαν codd. ταῦτα] τά Η2 alterum πᾶς ποιῶν om. HP 20 ἀδικίαν G, ἄδικον conicio 20. 21 βδελυπεται καὶ μεμεισηκεν Pap: μεμίσηκε καὶ βδελύττεται codd. 21 ἰσότητα] ἰσότητος καὶ ΑΒ τὴν Pap: om. codd. 22 τροφὴν PH1 ἀποδέχεται ὁ νομοθέτης ΑΒ ουκ Pap: om. codd.)

v.3.p.38
τοῦ παντὸς οὐρανοῦ γενέσεως; „διεχώρισε“ γάρ φησιν „ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος νύκτα“ (Gen. 1, 4. 5)· ἡμέραν γὰρ καὶ νύκτα καὶ φῶς καὶ σκότος ἰσότης ἔταξε τοῖς οὖσι.

διεῖλεν ἰσότης καὶ τὸν ἄνθρωπον εἰς ἄνδρα καὶ γυναῖκα, δύο τμήματα, ἄνισα μὲν ταῖς ῥώμαις, πρὸς ὃ δὲ ἔσπευσεν ἡ φύσις, τρίτου τινὸς ὁμοίου γένεσιν, ἰσαίτατα. „ἐποίησε“ γάρ φησιν „ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν“ οὐκέτ’ αὐτόν, ἀλλ’ „αὐτοὺς“ ἐπιφέρει πληθυντικῶς (Gen. 1, 27), ἐφαρμόττων τὰ εἴδη τῷ γένει διαιρεθέντα,

ὡς εἶπον, ἰσότητι. ψῦχός γε μὴν καὶ καῦμα καὶ θέρος καὶ ἔαρ ἀνέγραψε (Gen. 8,22), τὰς ἐτησίους ὥρας πάλιν τῷ αὐτῷ τομεῖ διαιρουμένας. αἵ γε μὴν πρὸ ἡλίου τρεῖς ἡμέραι ταῖς μεθ’ ἥλιον ἰσάριθμοι γεγόνασιν (Gen. 1,5 ss.), ἑξάδος τμηθείσης ἰσότητι πρὸς αἰῶνος καὶ χρόνου δήλωσιν· αἰῶνι μὲν γὰρ τὰς πρὸ ἡλίου τρεῖς ἀνατέθεικε, χρόνῳ δὲ τὰς μεθ’ ἥλιον, ὅς ἐστι μίμημα αἰῶνος.

τὰς δὲ τοῦ ὄντος πρώτας δυνάμεις, τήν τε χαριστικήν, καθ’ ἣν ἐκοσμοπλάστει, ἣ προσαγορεύεται θεός, καὶ τὴν κολαστικήν, καθ’ ἣν ἄρχει καὶ ἐπιστατεῖ τοῦ γενομένου, ἣ προσονομάζεται κύριος, ὑπ’ αὐτοῦ φησιν ἑστῶτος ἐπάνω μέσου διαστέλλεσθαι· "λαλήσω γάρ σοι“ φησίν „ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δυεῖν Χερουβίμ“ (Exod. 25, 21), ἵν’ ἐπιδείξῃ ὅτι αἱ πρεσβύταται τοῦ ὄντος δυνάμεις ἰσάζουσιν, ἥ τε δωρητικὴ καὶ κολαστήριος, αὐτῷ τομεῖ χρώμεναι.

τί δ’; αἱ στῆλαι τῶν γενικῶν δέκα νόμων, ἃς ὀνομάζει [*](1 γενέσεως οὐρανοῦ ΑΒ διεχώρισεν γὰρ Pap: καὶ διεχώρισε GH2, καὶ διεχώρισε γάρ ceteri ὁ θεὸς Pap: om. codd. 4 τὸ σκότος codd. ἰσότητος Pap ἔταξεν Pap ἐν τοῖς conicio οὖσιν Pap ὁ τρίτην τὴν ὡς ὁμοιογενέσιν ΑΒ 6. 7 ἰσαίτατα scripsi: ἰσότατα Pap, ἰσότητα codd., ἰσώτατα v 7 ἐποίησεν Pap Β 8 ἄρσεν Pap Α: ἄρρεν ceteri οὐκέτι codd. 9 post γένει add. καὶ ΑΒ ὁ 11 αιτησιους Pap πάλι Pap 13 πρὸ P, πρ Η αἰῶνας καὶ χρόνους Pap 14 ἀνατέθεικεν Pap χρονου Pap 15 εστιν Pap δὲ Pap: δύο codd., δὲ δύο Mang. 16 εκοσμοπλαττειν Pap ᾗ v, item lin. 17 προσαγορεύεται Pap: προσηγόρευται codd. θεός Pap ΑΒ: κύριος GHP 18 κύριος Pap ΑΒ: θεός GHP μέσον ΑΒ διαστέλλεται G 19 σοι γὰρ Pap μέσου L δυοῖν codd. 20 χαιρουβειν Pap ἵνα G πρεσβύτατοι ΑΒ 21 ἡ κολστήριος AB, κολαστηρίοις G ὀνομάζειν Pap) [*](15 cf. Platonis Tim. p. 37 D (vol. II 63, 11).)

v.3.p.39
πλάκας, οὐ δύο εἰσὶν ἰσάριθμοι τοῖς τῆς ψυχῆς μέρεσι, λογικῷ καὶ ἀλόγῳ, ἃ παιδευθῆναί τε καὶ σωφρονισθῆναι χρή, τεμνόμεναι πάλιν ὑπὸ τοῦ θεσμοθέτου μόνου; „αἱ γὰρ πλάκες ἔργον θεοῦ ἦσαν, καὶ ἡ γραφὴ γραφὴ θεοῦ κεκολαμμένη ἐν ταῖς πλαξί„ (Exod. 32, 16).

καὶ μὴν τῶν ἐν αὐταῖς δέκα λόγων, οἳ κυρίως εἰσὶ θεσμοί, διαίρεσις ἴση γέγονεν εἰς πεντάδας, ὧν ἡ μὲν προτέρα τὰ πρὸς θεὸν δίκαια, ἡ δὲ ἑτέρα τὰ πρὸς ἀνθρώπους περιέχει.

τῶν μὲν οὖν πρὸς θεὸν δικαίων πρῶτός ἐστι θεσμὸς ὁ ἐναντιούμενος τῇ πολυθέῳ δόξῃ, διδάσκων ὅτι μοναρχεῖται ὁ κόσμος· δεύτερος δὲ ὁ περὶ τοῦ μὴ θεοπλαστεῖν τὰ μὴ αἴτια γραφέων καὶ πλαστῶν ἐπιβούλοις τέχναις, αἷς Μωυσῆς ἐξήλασε τῆς καθ’ αὑτὸν πολιτείας ἀίδιον φυγὴν ἐπ’ αὐταῖς ψηφισάμενος, ἵν’ ὁ μόνος καὶ πρὸς ἀλήθειαν τιμᾶται θεός·

τρίτος δὲ ὁ περὶ ὀνόματος κυρίου, οὐ τοῦ ὃ οὐδ’ ἦλθεν εἰς γένεσιν — ἄρρητον γὰρ τὸ ὄν —, ἀλλὰ τοῦ ταῖς δυνάμεσιν ἐπιφημισθέντος, διείρηται γὰρ αὐτὸ μὴ λαμβάνειν ἐπὶ ματαίῳ· τέταρτος δὲ ὁ περὶ τῆς ἀειπαρθένου καὶ ἀμήτορος ἑβδομάδος, ἵνα τὴν ἀπραξίαν αὐτῆς μελετῶσα γένεσις εἰς μνήμην τοῦ ἀοράτως πάντα δρῶντος ἔρχηται· πέμπτος δὲ ὁ περὶ γονέων τιμῆς·

καὶ γὰρ οὗτος ἱερὸς ἔχων τὴν ἀναφορὰν οὐκ ἐπ’ ἀνθρώπους, ἀλλ’ ἐπὶ τὸν σπορᾶς καὶ γενέσεως τοῖς ὅλοις αἴτιον, παρ’ ὃν μήτηρ τε καὶ πατὴρ γεννᾶν ἔδοξαν, οὐ γεννῶντες, ἀλλ’ ὄργανα γενέσεως ὄντες.

μεθόριος δ’ ὁ θεσμὸς οὗτος ἐγράφη τῆς τε πρὸς εὐσέβειαν τεινούσης πεντάδος καὶ τῆς ἀποτροπὰς τῶν πρὸς τοὺς ὁμοίους ἀδικημάτων περιεχούσης, ἐπειδήπερ [*](1 οὐ δύο scripsi: ouo’ Pap, δύο codd. 2 παιδευθηνεται καὶ Pap 3 μόνου Pap: om. codd. b ἀυταῖς Pap: ταύταις codd. εἰσιν Pap ὁ ἕτερα Pap: δευτέρα codd. 8 εστιν Pap 9 alt. ὁ Pap: om. codd. 10 αἷς Pap : ἃς codd. Mouarj? codd. ἐξήλασεν Pap 11 καθ’ αὐτὸν Pap: κατ’ αὐτὸν codd. αὐτοῖς codd. ποιησάμενος GIPP, ψήφῳ s. s. U- - ἴνα Pap 12 ὁ Pap: om. codd. 13 οὐ τοῦ addidi, -οὐχ ὃ Mang. ὃ οὐδ’ ἦλθεν Pap ΑΒ: ὁ οὐ διῆλθεν GP-, οὐχ διῆλθεν IP, διῆλθεν H^P’ τὸ ὂν Pap: τοὔνομα codd. 14 διειρηδιείρηταί Pap (Mang.): ἀεί. εἴρηται codd. 15 ὁ Pap: om. codd. ἀεὶ παρθένου ΑΒ 19 γενήσεως, γεννήσεως Β (Mang.) 20 γεννήσεως Mang. 20. 21 θεσμὸς Pap: yρησμὸς codd. 21 ἐγράφη Pap: ἐτάγη codd. τε om. B τεινουτεινούσης Pap: τε ἴσης G, ἴσης HP, ἴσως ΑΒ, οὔσης v 22 ἀποτροπῆς GHP, ἀποτροπὴν V τοὺς om. ΑΒ) [*](1. 2 Clem. Alex. Strom. VI § 134 p. SOSP: δισσῶς (δισσαί?), ὡς ἔοικεν, γράφονται δισσοῖς πνεύμασιν ἐντολαί (sic Sylburgius pro ἐντολαῖς), τῷ τε ἡγεμονικῷ τῷ τε ὑποκειμένῳ. 1-36 p. 809: εἰκότως τοίνυν αἱ δύο πλάκες τοῖς δισσοῖς πνεύμασι τὰς δεδομένας ἐντολάς, τῷ τε πλασθέντι τῷ τε ἡγεμονικῷ, .... ἀλλαχῇ εἴρηνται μηνύειν.)

v.3.p.40
οἱ θνητοὶ γονεῖς τέλος εἰσὶν ἀθανάτων δυνάμεων, αἳ πάντα γεννῶσαι κατὰ φύσιν ἐπέτρεψαν ὑστάτῳ καὶ τῷ θνητῷ γένει μιμησαμένῳ τὴν περὶ τὸ γεννᾶν τέχνην σπείρειν· ἀρχὴ μὲν γὰρ γενέσεως ὁ θεός, τὸ δ’ ἔσχατον καὶ ἀτιμότατον, τὸ θνητὸν εἶδος, τέλος.

ἡ δ’ ἑτέρα πεντάς ἐστιν ἀπαγόρευσις μοιχείας, ἀνδροφονίας, κλοπῆς, ψευδομαρτυρίας, ἐπιθυμίας. οὗτοι γενικοὶ σχεδὸν πάντων ἁμαρτημάτων εἰσὶ κανόνες, ἐφ’

οὓς ἕκαστον ἀναφέρεσθαι τῶν ἐν εἴδει συμβέβηκεν. ἀλλὰ καὶ τὰς ἐνδελεχεῖς θυσίας ὁρᾷς εἰς ἴσα διῃρημένας, ἥν τε ὑπὲρ ἑαυτῶν οἱ ἱερεῖς προσφέρουσι τῆς σεμιδάλεως καὶ τὴν ὑπὲρ τοῦ ἔθνους τῶν δυεῖν ἀμνῶν, οὓς ἀναφέρειν διείρηται. πρωὶ γὰρ τὰ ἡμίση τῶν λεχθέντων καὶ τὰ ἕτερα δειλινῆς ἐκέλευσεν ἱερουργεῖν ὁ νόμος (Lev. 6,20. Exod. 29, 38. 39), ἵνα καὶ ὑπὲρ τῶν μεθ’ ἡμέραν καὶ ὑπὲρ τῶν νύκτωρ ἀρδομένων ἅπασιν ἀγαθῶν ὁ θεὸς εὐχαριστῆται.

ὁρᾷς καὶ τοὺς προτιθεμένους ἄρτους ἐπὶ τῆς ἱερᾶς τραπέζης, ὡς εἰς ἴσα μέρη διανεμηθέντες οἱ δώδεκα ἀριθμῷ καθ’ ἑξάδα τίθενται (Lev. 24,6) μνημεῖα τῶν ἰσαρίθμων φυλῶν, ὧν τὴν ἡμίσειαν ἡ ἀρετὴ Λεία κεκλήρωται ἓξ τεκοῦσα φυλάρχας, τὴν δ’ ἑτέραν ἡμίσειαν οἵ τε Ῥαχὴλ καὶ οἱ τῶν παλλακῶν νόθοι.

ὁρᾷς καὶ τοὺς ἐπὶ τοῦ ποδήρους δύο λίθους τῆς σμαράγδου πρός τε τοῖς δεξιοῖς καὶ πρὸς τοῖς εὐωνύμοις ἰσότητι διῃρημένους, οἷς καθ’ ἑξάδα ἐγγέγλυπται τὰ τῶν δώδεκα φυλαρχῶν ὀνόματα, θεῖα γράμματα ἐστηλιτευμένα, θείων φύσεων ὑπομνήματα (Exod. 28, 9—12). τί δ’;

οὐχὶ δύο ὄρη συμβολικῶς δύο γένη λαβὼν καὶ πάλιν ἰσότητι διακρίνας ἀναλογούσῃ τὸ μὲν ἀπένειμε τοῖς εὐλογοῦσι, τὸ δ’ αὖ τοῖς [*](1 δυνάμεις ΑΒ πᾶν G 3 ἄρχηι Pap γεννήσεως Mang. 4 prius δὲ codd. ἀτομώτατον τῶ ἀθλητῇ εἶδος AB ἡ om. Pap 5 ἀπαγορεύσεις Pap ψευδομαρτυρίας om. Pap ὁ διαταγμάτων coni. Mang. εἰσιν Pap 7 ἀναφαίνεσθαι G 8 οὐσίας H1P1 τε] τὸ GHP ἑαυτῶν Pap: αὐτῶν AH2, αὐτῶν ceteri 8. 9 οι ἱερεῖς προσφέρουσι Pap: ἀνάγουσιν οἱ ἱερεῖς codd. 9 τῆς] διὰ τῆς ΑΒ δύειν Pap G: δυοῖν ceteri 10 πρωΐας Β τά ἥμισυ HP 11 καὶ τά ἕτερα Pap Η τὰ in ras. Η): καὶ θάτερα ΑΒ, καθ’ ἕτερα GP (sed corr. P), tum ἑσπέρας add. ABP2, ἑτέρα Η1 (del. Η2) P1, ἑτέρη G δειληνης Pap post ἐκέλευσεν add. ὄντως codd. ὁ νόμος] ὄνομα ΑΒ 12 μεθ’—ὑπἑρ τῶν om. codd. αδρορενων Pap, ᾀδομένων ΑΒ 13 προστιθεμένους Pap P 14 εἰς add. Mang. ἰσαμερῆ Η1P διανεμηθεντας Pap 15 αριθμωι καὶ καὶ delevi) καθ’ ἑξάδα Pap: καθ’ ἑξάδα ἀριθμῶ codd. 17 δὲ Pap οἵ] ἡ ABG Ῥαχιὴλ H οἱ codd.: om. Pap τῶν παλλκων νόθοι Pap: τῶν ἄλλων codd. 18 δυο Pap: δώδεκα codd. 19 πρός om. codd. ᾑρημένους G post οἷς add. τὰ ἴσα codd. 20 φυλάρχων ΑB 22 alterum δύο Pap: om. codd. 23 δ’] δι’ G αὐτοῖς AGHP, οὐ τοῖς L)

v.3.p.41
καταρωμένοις ἓξ ἐφ’ ἑκατέρου στήσας φυλάρχας (Deut. 27, 11 — 13), ἵνα τοῖς χρείοις νουθεσίας οὖσιν ἐπιδείξῃ, ὅτι καὶ ἰσάριθμοι ταῖς εὐλογίαις αἱ ἀραὶ καὶ σχεδόν, εἰ θέμις εἰπεῖν, ἰσότιμοι;

ὁμοίως γὰρ οἵ τε ἔπαινοι τῶν ἀγαθῶν καὶ οἱ ψόγοι τῶν μοχθηρῶν ὠφελοῦσιν, ἐπεὶ καὶ τὸ φυγεῖν τὸ κακὸν τῷ τἀγαθὸν ἑλέσθαι παρὰ τοῖς εὖ φρονοῦσιν ὅμοιον καὶ ταὐτὸν ἐνομίσθη.

καταπλήττει με καὶ ἡ τῶν προσαγομένων τῷ ἱλασμῷ δυεῖν τράγων ἐπίκρισις ὁμοῦ καὶ διανομὴ τεμνομένων ἀδήλῳ καὶ ἀτεκμάρτῳ τομεῖ, κλήρῳ· λόγων γὰρ δυεῖν ὁ μὲν τὰ τῆς θείας ἀρετῆς πραγματευόμενος ἀνιεροῦται καὶ ἀνατίθεται θεῷ, ὁ δὲ τὰ τῆς ἀνθρωπίνης κακοδαιμονίας ἐζηλωκὼς γενέσει τῇ φυγάδι· καὶ γὰρ ὃν ἔλαχεν αὕτη κλῆρον, ἀποπομπαῖον καλοῦσιν οἱ χρησμοί (Lev. 16, 8), ἐπειδὴ μετανίσταται καὶ διῴκισται καὶ μακρὰν ἀπελήλαται σοφίας.

ἐπισήμων γε μὴν καὶ ἀσήμων ὥσπερ νομισμάτων, οὕτως καὶ πραγμάτων ὄντων ἐν τῇ φύσει πολλῶν ὁ ἀόρατος τομεὺς οὐ δοκεῖ σοι διελεῖν πάντ’ εἰς μοίρας ἴσας καὶ τὰ μὲν ἐπίσημα καὶ δόκιμα τῷ παιδείας ἐραστῇ, τῷ δὲ ἀμαθαίνοντι τὰ ἀτύπωτα καὶ ἄσημα προσνεῖμαι; „ἐγένετο“ γάρ φησι „τὰ μὲν ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ“ (Gen. 30,42).