De Migratione Abrahami

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

παρὰ μὲν οὖν ἀνθρώποις τὸ ἄδικον πλῆθος πρὸ ἑνὸς τοῦ δικαίου προτετίμηται, παρὰ δὲ τῷ θεῷ τὸ σπάνιον ἀγαθὸν πρὸ μυρίων ἀδίκων· ᾧ καὶ παραγγέλλει μηδέποτε τοιούτῳ συναινέσαι πλήθει· „οὐκ ἔσῃ“ γάρ φησι „μετὰ πολλῶν ἐπὶ κακίᾳ“ (Exod. 23, 2). ἆρ’ οὖν μετ’ ὀλίγων χρή; μετ’ οὐδενὸς μὲν οὖν φαύλου — εἷς δ’ ὢν ὁ φαῦλος πολύς ἐστι κακίαις, ᾧ συντάσσεσθαι μεγίστη ζημία —· τοὐναντίον γὰρ ἀνθίστασθαι καὶ πολεμεῖν ἀκαταπλήκτῳ χρωμένους δυνάμει προσήκει.

„ἐὰν“ γάρ φησιν „ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἴδῃς ἵππον“, τὸ ὑπέραυχον καὶ σκιρτητικὸν πάθος ἀφηνιάζον, „καὶ ἀναβάτην“, τὸν ἐποχούμενον αὐτῷ φιλοπαθῆ νοῦν, „καὶ λαὸν πλείονά σου“, τοὺς ζηλωτὰς τῶν εἰρημένων φαλαγγηδὸν ἐπιόντας, „οὐ φοβηθήσῃ ἀπ’ αὐτῶν“· εἷς γὰρ ὢν ἑνὶ τῷ πάντων ἡγεμόνι χρήσῃ συμμάχῳ, „ὅτι κύριος ὁ θεός σου μετὰ σοῦ“ (Deut. 20, 1).

τούτου γὰρ ἡ σύνοδος καθαιρεῖ πολέμους, εἰρήνην ἀνοικοδομεῖ, τὰ πολλὰ καὶ συνήθη κακὰ ἀνατρέπει, τὸ σπάνιον καὶ θεοφιλὲς γένος ἀνασῴζει, ᾧ πᾶς ὁ γενόμενος ὑπήκοος μισεῖ καὶ βδελύττεται τὰ τῶν γεωδεστέρων στίφη.

„ἃ γὰρ πολυπληθεῖ“ φησί "ποσὶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ φάγεσθε, ὅτι βδελύγματά ἐστιν“ (Lev. 11, 42). ἀλλ’ οὐ μίσους ἐστὶν ἐπαξία ψυχὴ μὴ καθ’ ἓν μέρος ἀλλὰ κατὰ πάντα ἢ τὰ πλεῖστα βαίνουσα ἐπὶ τὴν γῆν καὶ τὰ σώματος περιλιχνεύουσα καὶ συνόλως εἰς τὰς οὐρανοῦ θείας περιόδους ἀνακῦψαι μὴ δυναμένη;

καὶ μὴν ὥσπερ τὸ πολύπουν, οὕτως καὶ τὸ ἄπουν ἐν ἑρπετοῖς ψεκτόν, τὸ μὲν διὰ τὴν λεχθεῖσαν αἰτίαν, τὸ δ’ ὅτι ὅλον δι’ ὅλων πέπτωκεν ἐπὶ γῆν, ὑπ’ οὐδενὸς ἀλλ’ οὐδ’ ἐπὶ τὸ βραχύτατον ἐξαιρόμενον· πάντα γὰρ τὸν πορευόμενον ἐπὶ κοιλίαν ἀκάθαρτον εἶναί φησι (ibid.), τὸν τὰς τῆς γαστρὸς ἡδονὰς μεταδιώκοντα αἰνιττόμενος.