De Migratione Abrahami
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τοῦ δὲ μεγέθους καὶ πλήθους τῶν καλῶν ἀρχὴ καὶ τέλος ἡ ἀδιάστατος περὶ θεοῦ μνήμη καὶ ἡ κατάκλησις τῆς ἀπ’ αὐτοῦ συμμαχίας πρὸς τὸν ἐμφύλιον καὶ συγκεχυμένον καὶ συνεχῆ τοῦ βίου πόλεμον· λέγει γὰρ „ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο· ὅτι ποῖον ἔθνος μέγα, ᾧ ἐστι θεὸς ἐγγίζων ὡς κύριος ὁ θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἂν αὐτὸν ἐπικαλεσώμεθα“ (Deut. 4,6.7) ;
οὐκοῦν ὅτι καὶ πρὸς βοήθειαν δύναμις ἀρωγὸς εὐτρεπὴς ἐφεδρεύει παρὰ θεῷ καὶ αὐτὸς ὁ ἡγεμὼν ἐγγυτέρω πρόσεισιν ἐπ’ ὠφελείᾳ τῶν ἀξίων ὠφελεῖσθαι, δεδήλωται. τίνες δ’ οἱ τούτων ἐπάξιοι τυγχάνειν εἰσίν; ἢ δῆλον ὅτι οἱ σοφίας καὶ ἐπιστήμης ἐρασταὶ πάντες;
οὗτοι γάρ εἰσιν ὁ σοφὸς καὶ ἐπιστήμων, ὃν εἶπε, λεώς, ὧν ἕκαστος μέγας εἰκότως ἐστίν, ἐπειδὴ μεγάλων ὀρέγεται, ἑνὸς δὲ καὶ λίαν ὑπερβαλλόντως, τοῦ μὴ διαζευχθῆναι θεοῦ τοῦ μεγίστου, ἀλλὰ τὴν πρόσοδον αὐτοῦ συνεγγίζοντος σταθερῶς ἄνευ καταπλήξεως ὑπομεῖναι.
οὗτος ὁ ὅρος ἐστὶ τοῦ μεγάλου λεώ, τὸ τῷ θεῷ συνεγγίζειν ἢ „ᾧ θεὸς συνεγγίζει“. ὁ μὲν δὴ κόσμος καὶ ὁ κοσμοπολίτης σοφὸς πολλῶν καὶ μεγάλων ἀγαθῶν ἀναπέπλησται, ὁ δὲ ἄλλος ἀνθρώπων ὅμιλος πλείοσι μὲν κέχρηται κακοῖς, ἀγαθοῖς δὲ ἐλάττοσι· σπάνιον γὰρ ἐν πεφυρμένῳ καὶ συγκεχυμένῳ βίῳ τὸ καλόν.
διόπερ ἐν χρησμοῖς ᾄδεται· „οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο κύριος ὑμᾶς καὶ ἐξελέξατο — ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη —, ἀλλὰ παρὰ τὸ ἀγαπᾶν κύριον ὑμᾶσ“ (Deut. 7, 7. 8). εἰ γάρ τις βουληθείη τὸν ὄχλον μιᾶς ψυχῆς ὥσπερ [*](1 γε Η2: γάρ ceteri τῶ (ex τοῦ corr.) ὄντως A ὡς om. HP1 6 προσλαμβάνειν HP 8 συνανεβλάστησεν H 9. 10 ἀρχὴ τῶν καλῶν HP 13 bis μέγα MAP: bis μέρος H 15 ἀρρωγὸς HP 16 ἐγγύτερα Α 18 ἦ v δηλονότι AHP 20 ἐπειδὴ δὲ Α 20. 21 ὑπερβαλόντως HP 21 prius τοῦ] τῶ HP 22 σταθηρῶς Α 23 λεώ (vel λαοῦ) scripsi: θεοῦ codd., del. Mang. τῷ om. L συνεγγίζον coni. Mang. ᾦ] ὁ Α 25 ἀγαθὸς Α 26 ἐν πεφυρμένῳ scripsi: ἐμπερφυρμένω Α, ἐμπερορημένῳ MHP, ἐν πεφορημένῳ v 27 πολυπληθῆτε Α 28 προείλατο Α 28. 29 προείλετο — ἔθνη om. Η 28 ὁ κύριος AH)