De Migratione Abrahami
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
πάριτε νῦν οἱ τύφου καὶ ἀπαιδευσίας καὶ πολλῆς ἀλαζονείας γέμοντες, οἱ δοκησίσοφοι καὶ μὴ μόνον ὅ ἐστιν ἕκαστον εἰδέναι σαφῶς ἐπιφάσκοντες, ἀλλὰ καὶ τὰς αἰτίας προσαποδιδόναι διὰ θρασύτητα τολμῶντες, ὥσπερ ἢ τῇ τοῦ κόσμου γενέσει παρατυχόντες καὶ ὡς ἕκαστα καὶ ἐξ ὧν ἀπετελεῖτο κατιδόντες ἢ σύμβουλοι περὶ τῶν κατασκευαζομένων τῷ δημιουργῷ γενόμενοι.
εἶτα τῶν ἄλλων ἅπαξ ἁπάντων μεθέμενοι γνωρίσατε ἑαυτοὺς καὶ οἵτινές ἐστε σαφῶς εἴπατε, κατὰ τὸ σῶμα, κατὰ τὴν ψυχήν, κατὰ τὴν αἴσθησιν, κατὰ τὸν λόγον, καθ’ ἕν τι κἂν τὸ βραχύτατον τῶν εἰδῶν. τί ἐστιν ὅρασις ἀποφήνασθε καὶ πῶς ὁρᾶτε, τί ἀκοὴ καὶ πῶς [*](2 παριστᾶν Α 5 φησὶν αὐτῶ τὸν M αὐτῷ] αὐτῷ μόνῳ v 7 ἁρμόζονται Α ι αἱ coni. Mang. 8 Ἀβραὰμ AHP 10 ὡς παρ’] ὥσπερ ἐκτρεπόμενος Α 11 εὐθυγενοῦς Α ἁμαρτὼν P 12 ἀνύσει M 13 ἡ 2 εἰ ceteri τοιοῦτ’ A, τοῦτ’ P 16 γεννητοῦ H 17 μὴ δὲ M 18 Μωσῆς codd. 19 ἐπίκρισιν Η2 23. 24 ἐπιφάσκοντες scripsi: ἔτι φάσκοντες codd. 24 προσαποδοῦναι H 27 γινόμενοι HP ἁπαξαπάντων AHP 29 κἄν HP: καὶ MA τῶν om. L 30 ἀποφήνασθαι Α)
μὴ γάρ μοι περὶ σελήνης καὶ ἡλίου καὶ τῶν ἄλλων ὅσα κατ’ οὐρανὸν καὶ κόσμον οὕτως μακρὰν διῳκισμένων καὶ τὰς φύσεις διαφερόντων ἀερομυθεῖτε, ὦ κενοὶ φρενῶν, πρὶν ἑαυτοὺς ἐρευνῆσαι καὶ γνῶναι. τηνικαῦτα γὰρ ἴσως καὶ περὶ ἑτέρων διεξιοῦσι πιστευτέον· πρὶν δὲ οἵτινές ἐστε αὐτοὶ παραστῆσαι, μὴ νομίζετε κριταὶ τῶν ἄλλων ἢ μάρτυρες ἀψευδέστατοί ποτε γενήσεσθαι.
τούτων δὴ τοῦτον ἐχόντων τὸν τρόπον τελειωθεὶς ὁ νοῦς ἀποδώσει τὸ τέλος τῷ τελεσφόρῳ θεῷ κατὰ τὸ ἱερώτατον γράμμα· νόμος γάρ ἐστι τὸ τέλος εἶναι κυρίου (Num. 31, 28 sqq.). πότε οὖν ἀποδίδωσιν; ὅταν „ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεὸς τῇ ἡμέρᾳ τῇ τρίτῃ“ παραγένηται (Gen. 22, 3), παρελθὼν τὰς πλείους μοίρας τῶν χρονικῶν διαστημάτων καὶ ἤδη πρὸς τὴν ἄχρονον μεταβαίνων φύσιν·
τότε γὰρ καὶ τὸν ἀγαπητὸν υἱὸν ἱερουργήσει, οὐχὶ ἄνθρωπον — οὐ γὰρ τεκνοκτόνος ὁ σοφός —, ἀλλὰ τὸ τῆς ἀρετώσης ψυχῆς γέννημα ἄρρεν, τὸν ἐπανθήσαντα καρπὸν αὐτῇ, ὃν πῶς ἤνεγκεν οὐκ ἔγνω, βλάστημα θεῖον, οὗ φανέντος ἡ δόξασα κυοφορῆσαι τὴν ἄγνοιαν τοῦ συμβάντος ἀγαθοῦ διηγεῖται φάσκουσα· „τίς ἀναγγελεῖ Ἀβραὰμ“ ὡς ἀπιστοῦντι δήπου περὶ τὴν τοῦ αὐτομαθοῦς γένους ἀνατολήν, ὅτι „θηλάζει παιδίον Σάρρα“ (Gen. 21, 7), οὐχὶ πρὸς Σάρρας θηλάζεται; τὸ γὰρ αὐτοδίδακτον τρέφεται μὲν ὑπ’ οὐδενός, τροφὴ δ’ ἐστὶν ἄλλων, ἅτε ἱκανὸν διδάσκειν καὶ μανθάνειν οὐ δεόμενον.