De Migratione Abrahami
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τέλος οὖν ἐστι κατὰ τὸν ἱερώτατον Μωυσῆν τὸ ἕπεσθαι θεῷ, ὡς καὶ ἐν ἑτέροις φησίν· „ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ“ (Deut. 13,4), οὐ κινήσει χρώμενον τῇ διὰ σκελῶν — ἀνθρώπου μὲν [*](1 οὖν om. Α 3 Ἀβραὰμ HP 6 ἕπηται] ἐπὶ τῶ Α 7 ἀεὶ] ὁμοῦ L 8 γάρ ι conicio 9 τοιοῦτον Α: τοιοῦτο MHP 12 Ἀβραὰμ 13 ἄρα] ἄλλο coni. Cohn 17 λόγου Α 18 Μωσῆν codd. 20 οὐ Turn. om. codd. post κινήσει add. μὲν AH1P χρώμενον MHP: χρώμενος Α) [*](3 sqq. Ambrosius De Abrahum II 2, 5: „exiit Abraham, quemadmodum locutus est ei dominus“. i hinc ferunt gentiles septem sapientum sententiam „sequere deum" inventum suum, cum longe anterior, non dico Abraham, sed Moyses fuerit, per quem lex data est, dicens: „post dominum deum tuum ambulabis" (cf. Philonem lin. 19). cf. ibidem 1 2,4. Clemens Strom. 1169,70 p. 465 P ταύτῃ πλέον ἐπαινετὸς ὁ Ἀβραάμ, ὅτι „ἐπορεύθη καθάπερ ἐλάλησεν αὐτῷ ὁ κύριος“. ἐντεῦθεν ἀρυσάμενός τις τῶν παρ’ Ἕλλησι σοφῶν τὸ „ἕπου θεῷ“ ἀπεφθέγξατο. ΙΙ 100 p. 482 P: φησὶ γάρ νόμος· „ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολάς μου φυλάξατε“ . . . . 101 ἐντεῦθεν καὶ οἱ Στωϊκοὶ τὸ ἀκολούθως τῇ φύσει ζῆν τέλος εἶναι ἐδογμάτισαν. V 95. 96 p. 703 P: ἑτέρῳ δ’ εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἄν παρὰ τῷ Μωυσεῖ ἀκολουθίαν ὀνομαζομένην θείαν. φησὶ γάρ· „ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τἀς ἐντολάς αὐτοῦ φυλάξατε“ . . . . ἐντεῦθεν οἱ μέν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασι . . . . 19—21 i Origenes Contra Celsum VII 34 p. 717: τὸ οὑν πρὸς τὸν θεὸν οὐ σωματικῶς προστέτακται ἡμίν τὸ (τῷ?) ι „ὀπίσω κυρίου τοῦ θεοῦ πορεύσῃ“ . . . .)
ἐπιτείνων δὲ τὸν ἀκάθεκτον πόθον τοῦ καλοῦ παραινεῖ καὶ κολλᾶσθαι αὐτῷ· „κύριον“ γάρ φησι „τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ“ (Deut. 10, 20). τίς οὖν ἡ κόλλα; τίς; εὐσέβεια δήπου καὶ πίστις· ἁρμόζουσι γὰρ καὶ ἑνοῦσιν αἱ ἀρεταὶ ἀφθάρτῳ φύσει διάνοιαν· καὶ γὰρ Ἀβραὰμ πιστεύσας „ἐγγίζειν θεῷ“ (Gen. 18, 23) λέγεται.
ἐὰν μέντοι πορευόμενος μήτε κάμῃ, ὡς ὑπενδοὺς ὀκλάσαι, μήτε ῥᾳθυμήσῃ, ὡς παρ’ ἑκάτερα ἐκτραπόμενος πλανᾶσθαι τῆς μέσης καὶ εὐθυτενοῦς διαμαρτὼν ὁδοῦ, μιμησάμενος δὲ τοὺς ἀγαθοὺς δρομεῖς τὸ στάδιον ἀπταίστως ἀνύσῃ τοῦ βίου, στεφάνων καὶ ἄθλων ἐπαξίων τεύξεται πρὸς τὸ τέλος ἐλθών.
ἢ οὐ τοῦτ’ εἰσὶν οἱ στέφανοι καὶ τὰ ἆθλα, μὴ ἀτυχῆσαι τοῦ τέλους τῶν πονηθέντων, ἀλλ’ ἐφικέσθαι τῶν δυσεφίκτων φρονήσεως περάτων; τί οὖν τοῦ φρονεῖν ὀρθῶς ἐστι τέλος; ἀφροσύνην ἑαυτοῦ καὶ παντὸς τοῦ γενητοῦ καταψηφίσασθαι· τὸ γὰρ μηδὲν οἴεσθαι εἰδέναι πέρας ἐπιστήμης, ἑνὸς ὄντος μόνου σοφοῦ τοῦ καὶ μόνου θεοῦ.
διὸ καὶ παγκάλως Μωυσῆς καὶ πατέρα τῶν ὅλων καὶ ἐπίσκοπον τῶν γενομένων αὐτὸν εἰσήγαγεν εἰπών· „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν“ (Gen. 1,31)· οὐδενὶ γὰρ ἐξῆν τὰ συσταθέντα κατιδεῖν ἄκρως ὅτι μὴ τῷ πεποιηκότι.