De Confusione Linguarum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

οἱ δὲ ἐπιστήμῃ κεχρημένοι τοῦ ἑνὸς υἱοὶ θεοῦ προσαγορεύονται δεόντως, καθὰ καὶ Μωυσῆς ὁμολογεῖ φάσκων· „υἱοί ἐστε κυρίου τοῦ θεοῦ" (Deut. 14, 1) καὶ „θεὸν τὸν γεννήσαντά σε" (Deut. 32,18) καὶ „οὐκ αὐτὸς οὗτός σου πατήρ“ (ibid. 6) ; ἕπεται μέντοι τοῖς οὕτω τὴν ψυχὴν διατεθεῖσι μόνον τὸ καλὸν ἀγαθὸν εἶναι νομίζειν, ὅπερ τῷ τέλει τῆς ἡδονῆς πρὸς ἐμπειροπολέμων ἀνδρῶν ἀντιτειχίζεται πρὸς [*](1 ψευδῆ λόγον G: ψευδολόγον FHP εὐήθη Turn.: εὐθῆ codd. 2 μκρὰν G διλἐγεται L 5 πρόκειται F ὁ ὑμᾶς coni. Mang. 7 πόλις F 8 τά γ’ GF: τάχ’ HP 9 περίληπτα L1 μὴ] μήποτε coni. Mang. 10 καὶ om. Turn. 10. 11 ἀναγεγράφθω L, ἀναγἐγραπαι Turn. 11 νομίσῃς addidi διά] δίχα, conicio 12 ἐστι] ἐπὶ H 13 ὡσεὶ HP 14 καταχἐονας G τῆς ψυχῆς ΗP 15 εἰρήνης HP 17 τῶν post τρόπον add. F, fort. add. τὶν 19 ὁ ἐκ conicio 20 περὶ] ἐπὶ L 24 ἔσται F 26 σου] ὁ G 27 διατιθεῖσι G 28 post ἀντιτειγίζεται add. καὶ V)

v.2.p.257
ἀνατροπὴν καὶ καθαίρεσιν ἐκείνου. κἂν μηδέπω μέντοι τυγχάνῃ τις ἀξιόχρεως

ὢν υἱὸς θεοῦ προσαγορεύεσθαι, σπουδαζέτω κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἀγγέλων πρεσβύτατον, ὡς ἂν ἀρχάγγελον, πολυώνυμον ὑπάρχοντα· καὶ γὰρ ἀρχὴ καὶ ὄνομα θεοῦ καὶ λόγος καὶ ὁ κατ’ εἰκόνα ἄνθρωπος καὶ ὁ ὁρῶν, Ἰσραήλ, προσαγορεύεται.

διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι τὰς ἀρετὰς τῶν φασκόντων ὅτι „πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου“ (Gen. 42, 11)· καὶ γὰρ εἰ μήπω ἱκανοὶ θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν, ἀλλά τοι τῆς ἀειδοῦς εἰκόνος αὐτοῦ, λόγου τοῦ ἱερωτάτου· θεοῦ γὰρ εἰκὼν λόγος ὁ πρεσβύτατος.

καὶ πολλαχοῦ μέντοι τῆς νομοθεσίας υἱοὶ πάλιν Ἰσραὴλ καλοῦνται, τοῦ ὁρῶντος οἱ ἀκούοντες, ἐπειδὴ μεθ’ ὅρασιν ἀκοὴ δευτερείοις τετίμηται καὶ τὸ διδασκόμενον τοῦ χωρὶς ὑφηγήσεως ἐναργεῖς τύπους τῶν ὑποκειμένων λαμβάνοντος αἰεὶ δεύτερον.

ἄγαμαι καὶ τῶν ἐν βασιλικαῖς βίβλοις ἱεροφαντηθέντων, καθ’ ἃς οἱ πολλαῖς γενεαῖς ὕστερον ἀκμάσαντες καὶ βιώσαντες ἀνυπαιτίως υἱοὶ τοῦ τὸν θεὸν ὑμνήσαντος Δαβὶδ ἀναγράφονται (III Reg. 15,11 IV Reg. 18, 3 al.), οὗ περιόντος οὐδ’ οἱ πρόπαπποι τούτων ἦσαν ἴσως γεγενημένοι· ψυχῶν γὰρ ἀπαθανατιζομένων ἀρεταῖς, οὐ φθαρτῶν σωμάτων ἐστὶ γένεσις, ἣν ἐπὶ τοὺς καλοκἀγαθίας ἡγεμόνας ὡσανεὶ γεννητὰς καὶ πατέρας ἀναφέρεσθαι συμβαίνει.

κατὰ δὲ τῶν ἐπ’ ἀδικίαις σεμνυνομένων εἶπε κύριος· „ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων“ (Gen. 11,5), ἴσον τῷ ἰδοὺ μία οἰκειότης καὶ συγγένεια, καὶ πάλιν ἁρμονία καὶ συμφωνία ἡ αὐτὴ πάντων ὁμοῦ, μηδενὸς ἠλλοτριωμένου τὴν γνώμην μηδ’ ἀπᾴδοντος, καθάπερ ἔχει καὶ ἐπ’ ἀνθρώπων ἀμούσων· τὸ γὰρ φωνητήριον αὐτοῖς ὄργανον πᾶσι τοῖς φθόγγοις ἔστιν ὅτε δι’ ὅλων ἐκμελὲς καὶ ἀπῳδὸν οὐ μετρίως καθέστηκε, πρὸς ἀναρμοστίαν ἄκρως ἡρμοσμένον καὶ πρὸς τὸ ἀσύμφωνον συμφωνίαν [*](2 ὢν om. Eus. σπουδαζέτω Eus: σπούδαζε codd. κομεῖσθαι F 3 ἄγγελον v ὡς ἄν Eus: καὶ ὡς ἄν Eus codd. nonnulli, ὡς codd. 4 ἀρχὴ] αὐκεῖ G 4.5 λόγος ὁ F (om. καὶ), λόγος οὗ coni. Mang.,3 ὁ ὁρῶν Eus: ὁρῶν codd. ὁ προήχθη G ἀρετὰς Eus: ἀρχὰς codd. 7. 8 ἀνθρώπον —ἀιδίου om. F 8 ὀνομάζεσθαι conicio ἀειδοῦς Eus: ἀιδίου codd. 13 δεύαροι F βασικοῖς H 14 ἀκμάσανπς G: ἀκμάσαντα F, ἀκούσαντες HP 15 ἀνυπναιτίως Mang. : ὑπαιτίως codd. 17 ἴσως Mang. : πιστῶς codd. γεγεννηdνοι GF 21 τῷ] τὸ G 25 ὅτι P) [*](1—9 Eusebius Pr. ev. XI 15 post 10cum ad p. 247 laudatum: ἐν τῷ δ’ αὐτῷ ωuρἀμμτι καὶ τάδε φησί· Κἄν μηδέπω μἐντομ— ὁ πρεσβύτατος.)

v.2.p.258
μόνον ἄγον.

καὶ ἐπὶ τῆς πολίτιδος τὸ κατασκευαστὸν τὸ παραπλήσιον ἰδεῖν ἔστιν· αἵ τε γὰρ ἀμφημεριναὶ καὶ διάτριτοι καὶ τεταρταΐζουσαι παρὰ παισὶν ἰατρῶν λεγόμεναι περίοδοι μεθ’ ἡμέραν τε καὶ νύκτωρ περὶ τὰς αὐτὰς ὥρας κατασκήπτουσι τὴν εἰς αὐτὰ καὶ τάξιν φυλάττουσαι.

τὸ δὲ „καὶ τοῦτο ἤρξαντο ποιῆσαι“ (Gen. 11,6) μετ’ οὐ μετρίου σχετλιασμοῦ λέλεκται, διότι τοῖς ῥᾳδιουργοῖς οὐ τὰ πρὸς τοὺς ὁμοφύλους μόνον συγχεῖν δίκαια ἐξήρκεσεν, ἀλλ’ ἤδη καὶ τῶν ὀλυμπίων ἐπιβαίνειν ἐτόλμησαν, ἀδικίαν μὲν σπείραντες,

ἀσέβειαν δὲ θερίσαντες. ὄφελος δὲ τοῖς ἀθλίοις οὐδέν· οὐ γὰρ ὥσπερ ἀδικοῦντες ἀλλήλους πολλὰ ὧν ἂν ἐθελήσωσιν ἀνύτουσιν ἔργοις βεβαιούμενοι τὰ βουλαῖς ἀγνώμοσιν ἐπιλογισθέντα, οὕτως καὶ ἀσεβοῦντες· ἀζήμια γὰρ καὶ ἀπήμονα τὰ θεῖα, τοῦ δὲ πλημμελεῖν εἰς αὐτὰ οἱ δυσκάθαρτοι τὰς ἀρχὰς εὑρίσκονται μόνον, πρὸς δὲ τὸ τέλος φθάνουσιν οὐδέποτε.

διὸ καὶ λέγεται τοῦτο· „ἤρξαντο ποιῆσαι“· κορεσθέντες γὰρ οἱ τοῦ παρανομεῖν ἄπληστοι τῶν πρὸς τὰ ἐν γῇ καὶ θαλάττῃ καὶ ἀέρι, ἃ φθαρτῆς φύσεως ἔλαχε, κακῶν ἐπὶ τὰς ἐν οὐρανῷ θείας φύσεις μετατάξασθαι διενοήθησαν· ἅ ἐστι τῶν ὄντων ἔξω τοῦ κακηγορεῖν ἔθος ἐστὶ διαθεῖναι τὸ παράπαν οὐδέν· καὶ αὐτὸ μέντοι τὸ βλασφημεῖν οὐ τοῖς κακηγορουμένοις ἐπιφέρει τινὰ ζημίαν, ἃ τῆς ἰδίου φύσεως οὔποτ’ ἐξίσταται, ἀλλὰ τοῖς καταιτιωμένοις συμφορὰς ἀνηκέστους.

οὐκ ἐπειδὴ μέντοι μόνον ἤρξαντο πρὸς τὸ τέλος ἐλθεῖν ἀδυνατήσαντες ἀσεβείας, διὰ τοῦτ’ αὐτοὺς οὐχ ὡς διαπραξαμένους ἕκαστα ὧν διενοήθησαν αἰτιατέον· οὗ χάριν καὶ τετελειωκέναι φησὶ τὸν πύργον αὐτοὺς οὐ τελειώσαντας, ἐπειδὰν λέγῃ· „κύριος κατέβη ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον", οὐχ ὃν οἰκοδομῆσαι μέλλουσιν, ἀλλ’ ὃν „ᾠκοδόμησαν“ ἤδη (Gen. 11,5).

τίς οὖν πίστις τοῦ μὴ τετελεσιουργῆσθαι τὴν κατασκευήν; ἡ ἐνάργεια πρώτη· γῆς γὰρ ὁτιοῦν μέρος [*](1 καὶ ἐπὶ τῆς πυρετοῦ καταβολῆς τὸ παραπλήαον conicio τὸ alterum om. v 2 αἵ τε scripsi: ἔτι codd. ἀφημεριναὶ F διάτριποι F, διάτρυτοι G ταρταΐζουσαι H 4 κατασκήπτουσι scripsi : κατασκευάκασι F, κατεσκευάκασι GHP εἰς αὐτὰ καὶ GF, εἰς αὐτὰ HP, εἰς τὰ αὐτὰ Mang., αὐτὴν αἰεὶ conicio 5 ἤρξατο HP 5. ὁ χετλιασμοῦ Η ὁ λέγεται F 8 μὲν om. G 10 ἀθετήσωσιν L ἀνόυσιν HP 11 οὕτω HP 12 πλημλεῖν GP εὑρίσκοντι om. G 14 γὰρ addidi 15 πρὸς τὰ om. v ἀέρι F: ἀέρος GHP l6 τὰς] τῆς G ἅς τι τῶν Mang. ἅς [ἐστι] τῶν κακῶν ἕξω τοῦ κακηγορεῖν οὐ θέμις ἐστὶ conicio, 3 δ’ ἐστὶ et οὐκ ἔθος coni. Cohn 17 κατηγορεῖν ΗP 18 οὐ GFL2: ἐν HPL1 19 ἀιδίου HP οὔποπ G post ἀλλὰ add. καὶ GF 22 αἰτιαστἐον F, post αἰτιατέον lacunam suspicor supplendam ex p. 259, 15 — 17 οὗ GF: τοῦ HP, τούτου v 25. ὁ τετΛεσιουργεῖσθαι G, τελεσιουργῆσθαι P, τελεσιουργεῖσθαι F 26 ἡ] ἢ F ἐνέργεια P)

v.2.p.259
ἀμήχανον οὐρανοῦ ψαῦσαι διὰ τὴν ἔμπροσθεν αἰτίαν, ὅτιπερ οὐδὲ κέντρον περιφερείας ἅπτεται· δευτέρα δ’, ὅτι ὁ αἰθήρ, ἱερὸν πῦρ, φλόξ ἐστιν ἄσβεστος, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα παρὰ τὸ αἴθειν, ὃ δὴ καίειν ἐστὶ κατὰ γλῶτταν, εἰρημένον.

μάρτυς δὲ μία μοῖρα τῆς οὐρανίου πυρᾶς ἥλιος, ὃς τοσοῦτον γῆς ἀφεστὼς ἄχρι μυχῶν τὰς ἀκτῖνας ἐπιπέμπων αὐτήν τε καὶ τὸν ἀπ’ αὐτῆς ἀνατείνοντα μέχρι τῆς οὐρανίου σφαίρας ἀέρα φύσει ψυχρὸν ὄντα τῇ μὲν ἀλεαίνει, τῇ δὲ καταφλέγει· τὰ μὲν γὰρ ὅσα ἢ μακρὰν ἀφέστηκεν αὐτοῦ τῆς φορᾶς ἢ ἐγκάρσια παραβέβληται ἀλεαίνει μόνον, τὰ δ’ ἐγγὺς ἢ ἐπ’ εὐθείας ὄντα καὶ προσανακαίει βίᾳ.

εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τοὺς ἀναβαίνειν τολμῶντας ἀνθρώπους οὐκ ἀναγκαῖον ἦν ἐμπεπρῆσθαι κεραυνωθέντας, ἀτελοῦς αὐτοῖς τῆς μεγαλουργηθείσης ἐπινοίας γενομένης; τοῦτ’ ἔοικεν αἰνίττεσθαι διὰ τῶν αὖθις λεγομένων· „ἐπαύσαντο“ γάρ φησιν „οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον“ (Gen. 11,8), οὐ δήπου τελειώσαντες, ἀλλὰ τελεσιουργῆσαι κωλυθέντες διὰ τὴν ἐπιγενομένην σύγχυσιν. οὐ μὴν ἐκπεφεύγασι τὴν τῶν διαπράξεων αἰτίαν οἱ πρὸς τῷ βουλεύσασθαι καὶ ἐγκεχειρηκότες.

τὸν γοῦν οἰωνόμαντιν καὶ τερατοσκόπον περὶ τὰς ἀβεβαίους εἰκασίας ματαιάζοντα — καὶ γὰρ μάταιος ἑρμηνεύεται Βαλαάμ — φησὶν ὁ νόμος τῷ ὁρῶντι καταράσασθαι καίτοι διὰ τῶν λόγων εὐφήμους ποιησάμενον εὐχάς, σκοπῶν οὐ τὰ λεχθέντα ἃ προμηθείᾳ θεοῦ μετεχαράττετο οἷα δόκιμον ἀντὶ κιβδήλου νόμισμα, τὴν δὲ διάνοιαν, ἐν ᾗ τὰ βλάψοντα πρὸ τῶν ὠφελησόντων ἀνεπολεῖτο. ἔστι δὲ φύσει πολέμια ταῦτα, στοχασμὸς ἀληθείᾳ καὶ ματαιότης ἐπιστήμῃ καὶ ἡ διὰ ἐνθουσιασμοῦ μαντεία νηφούσῃ σοφίᾳ.

καὶ ἂν ἐξ ἐνέδρας μέντοι τις ἐπιχειρήσας ἀνελεῖν τινα μὴ δυνηθῇ κτεῖναι, τῇ τῶν ἀνδροφόνων οὐδὲν ἧττον ὕποχος δίκῃ καθέστηκεν, ὡς ὁ γραφεὶς περὶ τούτων δηλοῖ νόμος· „ἐὰν“ γάρ φησι „τὶς ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου λήψῃ αὐτὸν θανατῶσαι„ [*](1 αἰτίαν λεχθεῖσαν conicio (v. §5) οὐδέν HP 2 δευτέρα scipsi: δεύτερον codd. δὲ P 2. 3 φάος ἐστὶν ἄσβεστον Oxon. Coll. Nov. 143 3. 4 παρὰεἰρμένον om. Η 5 πυρᾶς] σφαίρας coni. Mang. γῆς GF: οὗ HP G αὐτή GF 7 post δὲ add. καὶ G 9 παραβέβληται GHP: παρακέκληται F, παρακέκλιται v 10 δὲ om. F ἀναβαίνει Η 15 ἐπιγινομένην v 16 διαπραξαμένων conicio τῷ Turn. : τὸ codd. 17 ἐκκεχειρηκότες FH 18 γάρ om. Tiirn. μάταιος λαὸς Mang. 19 ὁρῶν τινα L τὸν λόγον L. 22 βλάψοντα HP: βλάψαντα GF πρὸς G ὠφελησόντων scripsi: ὠφελησάντων codd. ἐπολλῖτο HP 23 διὰ Mang.: δίχα codd. 25 ἐπιχειρίσας F 26 γραφεὺς G 27 ἐπιθεῖται H 28 ἀπὸ Mang.: ἐπὶ codd.)

v.2.p.260
(Exod. 21,14)· καίτοι ἐπιτίθεται μόνον, οὐκ ἀνῄρηκεν, ἀλλ’ ἴσον ἡγήσατο ἀδίκημα τῷ κτεῖναι τὸ βουλεῦσαι τὸν φόνον· οὗ χάριν οὐδ’ ἱκέτῃ γενομένῳ δέδωκεν ἀμνηστίαν, ἀλλὰ καὶ ἐξ ἱεροῦ ἐκέλευσεν ἀπάγειν τὸν ἀνιέρῳ γνώμῃ χρησάμενον.

ἀνίερος δὲ οὐ ταύτῃ μόνον, ὅτι κατὰ ψυχῆς τῆς αἰεὶ ζῆν δυναμένης ἀρετῶν κτήσει τε καὶ χρήσει τὸν διὰ προσβολῆς κακίας φόνον ἐβούλευσεν, ἀλλὰ καὶ ὅτι θεὸν τῆς ἀνοσιουργοῦ τόλμης αἰτιᾶται· τὸ γὰρ „καταφύγῃ“ τοιοῦτον ὑποβάλλει νοῦν, διότι πολλοὶ τὰ καθ’ ἑαυτῶν ἀποδιδράσκειν ἐθέλοντες ἐγκλήματα καὶ ῥύεσθαι τῶν ἐφ’ οἷς ἠδίκησαν ἀξιοῦντες ἑαυτοὺς τιμωριῶν τὸ οἰκεῖον ἄγος τῷ κακοῦ μὲν μηδενὸς ἀγαθῶν δ’ ἁπάντων αἰτίῳ προσβάλλουσι θεῷ. διὸ καὶ ἀπ’ αὐτῶν βωμῶν τοὺς τοιούτους ἀπάγειν ὅσιον εἶναι ἐνομίσθη.

δίκην δ’ ὑπερβάλλουσαν κατὰ τῶν ἐπ’ ἀθεότητι λόγους οἰκοδομουμένων καὶ συγκροτούντων ὁρίζει, ἣν ἴσως τινὲς τῶν ἀφρόνων οὐ βλάβην, ἀλλ’ ὠφέλειαν ὑποτοπήσουσιν· „οὐ γὰρ ἐκλείψει“ φησίν „ἀπ’ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν“ (Gen. 11,6). ὢ τῆς ἀπεριγράφου καὶ ἀμέτρου κακοδαιμονίας, πάνθ’ οἷς ἂν ὁ φρενοβλαβέστατος ἐπιθῆται νοῦς, ὑποχείρια εἶναι καὶ ὑπήκοα, καὶ μηδέν, μὴ μέγα μὴ μικρόν, ὑστερίζειν τὸ παράπαν, ἀλλ’