De Confusione Linguarum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

καὶ μὴν σφαλλομένων γε τῶν καθ’ ἡμᾶς αὐτοὺς περί τε νοῦν καὶ αἴσθησιν κριτηρίων ἀνάγκη τἀκόλουθον ὁμολογεῖν, ὅτι ὁ θεὸς τῷ μὲν τὰς ἐννοίας, τῇ δὲ τὰς ἀντιλήψεις ἐπομβρεῖ, καὶ ἔστιν οὐ τῶν καθ’ ἡμᾶς μερῶν χάρις τὰ γινόμενα, ἀλλὰ τοῦ δι’ ὃν καὶ ἡμεῖς γεγόναμεν δωρεαὶ πᾶσαι.

τὸν φιλαυτίας κλῆρον παραλαβόντες παῖδες παρὰ πατρὸς συναυξῆσαι γλίχονται μέχρις οὐρανοῦ, ἕως ἂν ἡ φιλάρετός τε καὶ μισοπόνηρος δίκη παρελθοῦσα καθέλῃ τὰς πόλεις, ἃς ἐπετείχισαν ψυχῇ τῇ ταλαίνῃ, καὶ τὸν πύργον, οὗ τοὔνομα ἐν τῇ

τῶν κριμάτων ἀναγραφομένῃ βίβλῳ δεδήλωται. ἔστι δὲ ὡς μὲν Ἑβραῖοι λέγουσι Φανουήλ, ὡς δὲ ἡμεῖς ἀποστροφὴ θεοῦ· τὸ γὰρ κατεσκευασμένον ὀχύρωμα διὰ τῆς τῶν λόγων πιθανότητος οὐδενὸς ἕνεκα ἑτέρου κατεσκευάζετο ἢ τοῦ μετατραπῆναι καὶ μετακλιθῆναι διάνοιαν ἀπὸ τῆς τοῦ θεοῦ τιμῆς· οὗ τί ἂν γένοιτο ἀδικώτερον;

ἀλλὰ πρός γε τὴν τοῦ ὀχυρώματος τούτου καθαίρεσιν ὁ πειρατὴς τῆς ἀδικίας καὶ φονῶν αἰεὶ κατ’ αὐτῆς εὐτρέπισται, ὃν Ἑβραῖοι καλοῦσι Γεδεών, ὃς ἑρμηνεύεται πειρατήριον· „ὤμοσε“ γάρ φησι „Γεδεὼν τοῖς ἀνδράσι Φανουὴλ λέγων· ἐν τῷ με ἐπιστρέφειν μετ’ εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω“ (Iud. 8,9).

πάγκαλον καὶ πρεπωδέστατον αὔχημα [*](2 γινομένων G: γενομένων FHP αἰτίας om. P 3 πρεσβύτερον HP αἰτιῶν G εὐσεβεῖ F, έπεβ, tum spat. 2 litt. G 4 βουλεύεται F: βούλεται G(?)HP ὁ ψευδῶς L τὰ om. P πάντα] τὰ νοητά conicio 8 ἠλέχθη FP, ἐλέγχη L παρανοῶν GP: παρανοιῶν FH αἱ om. G 9 παρ’ ἀλόγοις Mang. : παραλόγοις Η, παρὰ λόγοις P, παρ’ ὀλίγοις GF 11 δεκάζεσθαι scripsi: δεκάσασθαι G, δικάσασθαι FHP 13 τῷ] τῶν H ἔπομβροί G 14. 15 ἀλλὰ καὶ ἡμεῖς τοῦ δι’ (ὦ ὧν G) γεγόναμεν GF 15 πᾶσαι] πάντα conicio τὸν] τοῦτον coni. Mang., τὸν οὑν conicio 19 κριτῶν conicio 20 λέγουσιν F 20. 21 κατασκευασμένον ὠχύρωμα G 21 τῆς om. GF 25 φονῶν Mang.: φρονῶν codd. ἀεὶ G 28 κατακόψω G, κατασκάψαι L πᾶν καλὸν GF)

v.2.p.254
μισοπονήρῳ ψυχῇ κατὰ ἀσεβῶν ἠκονημένῃ τὸ βεβαιοῦσθαι καθαιρήσειν πάντα λόγον ἀποστρέφειν διάνοιαν ὁσιότητος ἀναπείθοντα. καὶ πέφυκεν οὕτως ἔχειν· ὅταν γὰρ ὁ νοῦς ἐπιστρέψῃ, τὸ ἀποκλῖνον καὶ ἀποστρεφόμενον αὐτοῦ πᾶν λύεται.

τούτου δὲ καιρός ἐστι τῆς καθαιρέσεως, τὸ παραδοξότατον, ᾗ φησιν, οὐ πόλεμος, ἀλλ’ εἰρήνη· διανοίας γὰρ εὐσταθείᾳ καὶ ἠρεμίᾳ, ἣν εὐσέβεια γεννᾶν πέφυκεν, ἀνατρέπεται πᾶς λόγος, ὃν ἐδημιούργησεν ἀσέβεια.

πολλοὶ καὶ τὰς αἰσθήσεις πύργου τινὰ τρόπον ἐπὶ τοσοῦτον ἤγειραν, ὡς ἅψασθαι τῶν οὐρανοῦ περάτων· οὐρανὸς δὲ συμβολικῶς ὁ νοῦς ἡμῶν ἐστι, καθ’ ὃν αἱ ἄρισται καὶ θεῖαι φύσεις περιπολοῦσιν. οἱ δὲ ταῦτα τολμῶντες αἴσθησιν μὲν διανοίας προκρίνουσιν, ἀξιοῦσι δὲ καὶ διὰ τῶν αἰσθητῶν τὰ νοητὰ πάντα ἑλεῖν ἀνὰ κράτος, εἰς μὲν δούλων τάξιν τὰ δεσπόζοντα, εἰς δὲ ἡγεμόνων τὰ φύσει δοῦλα μεθαρμόσασθαι βιαζόμενοι.

Τὸ δέ, „κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον“ (Gen. 11,5) τροπικώτερον πάντως ἀκουστέον· προσιέναι γὰρ ἢ ἀπιέναι ἢ κατιέναι ἢ τοὐναντίον ἀνέρχεσθαι ἢ συνόλως τὰς αὐτὰς τοῖς κατὰ μέρος ζῴοις σχέσεις καὶ κινήσεις ἴσχεσθαι καὶ κινεῖσθαι τὸ θεῖον ὑπολαμβάνειν ὑπερωκεάνιος καὶ μετακόσμιος, ὡς ἔπος εἰπεῖν, ἐστὶν ἀσέβεια.

ταῦτα δὲ ἀνθρωπολογεῖται παρὰ τῷ νομοθέτῃ περὶ τοῦ μὴ ἀνθρωπομόρφου θεοῦ διὰ τὰς τῶν παιδευομένων ἡμῶν, ὡς πολλάκις ἐν ἑτέροις εἶπον, ὠφελείας. ἐπεὶ τίς οὐκ οἶδεν ὅτι τῷ κατιόντι τὸν μὲν ἀπολείπειν, τὸν δὲ ἐπιλαμβάνειν τόπον ἀναγκαῖον;

ὑπὸ δὲ τοῦ θεοῦ πεπλήρωται τὰ πάντα, περιέχοντος, οὐ περιεχομένου, ᾧ πανταχοῦ τε καὶ οὐδαμοῦ συμβέβηκεν εἶναι μόνῳ· οὐδαμοῦ μέν, ὅτι καὶ χώραν καὶ τόπον αὐτὸς τοῖς σώμασι συγγεγέννηκε, τὸ δὲ πεποιηκὸς ἐν οὐδενὶ τῶν γεγονότων θέμις εἰπεῖν περιέχεσθαι, πανταχοῦ δέ, ὅτι τὰς δυνάμεις αὑτοῦ διὰ γῆς καὶ ὕδατος ἀέρος τε καὶ οὐρανοῦ τείνας μέρος οὐδὲν ἔρημον ἀπολέλοιπε τοῦ κόσμου, πάντα δὲ συναγαγὼν διὰ πάντων ἀοράτοις ἔσφιγξε [*](1 μισοπονήρων F ἠκονημένων F καθαιρήσῃ Η, καθαιρής P 3 ἀποστρέψη GF 3 τὸ om. F 4 πᾶν scripsi: πάλιν codd. 5 φησι G πόλεως H εἰρήνης G ὁ εὐσταθίᾳ Η 7 ἐδημιούργησαν F πολλὴ GF, πολλοὶ δὲ conicio 9 δὲ HP: τε GF 12 εἰ μέν HP 15 προσιέναι scripsi: προσεῖναι HP, προεῖναι GF ἀπιέναι scripsi: ἀπεῖναι codd. 16 κατεῖναι GF ἀνέρχεσθαι Mang.: ἔρχεσθαι codd. 19 παρὰ] περὶ F 21 tw ὄντι P 21. 22 ἀπολιπεῖν P 24 ὅτι χώραν G 24. 25 τοῖς σώμασιν αὐτὸς F 25 συγγεγέννηκε F ex corr.: συγγεγένηκε GHP 26 αὐτοῦ codd. 28 ἀρρήκτοις coni. Mang.)

v.2.p.255
δεσμοῖς, ἵνα μή ποτε λυθείη, οὗ χάριν μελετήσας ὧ * * *.

τὸ μὲν γὰρ ὑπεράνω τῶν δυνάμεων ὂν ἐπινοεῖται περιττεύειν, οὐ * * * κατὰ τὸ εἶναι μόνον· τούτου δύναμις δέ, καθ’ ἣν ἔθηκε καὶ διετάξατο τὰ πάντα, κέκληται μὲν ἐτύμως θεός, ἐγκεκόλπισται δὲ τὰ ὅλα καὶ διὰ τῶν τοῦ παντὸς μερῶν διελήλυθε.

τὸ δὲ θεῖον καὶ ἀόρατον καὶ ἀκατάληπτον καὶ πανταχοῦ ὂν ὁρατόν τε καὶ καταληπτὸν οὐδαμοῦ πρὸς ἀλήθειάν ἐστιν * * * „ὧδε στὰς ἐγὼ πρὸ τοῦ σέ“ (Exod. 17, 6), δείκνυσθαι καὶ καταλαμβάνεσθαι δοκῶν, πρὸ πάσης δείξεως καὶ φαντασίας ὑπερβαλὼν τὰ γεγονότα.

τῶν οὖν μεταβατικῆς κινήσεως ὀνομάτων οὐδὲν ἐφαρμόττει τῷ κατὰ τὸ εἶναι θεῷ, τὸ ἄνω, τὸ κάτω, τὸ ἐπὶ δεξιά, τὸ ἐπ’ εὐώνυμα, τὸ πρόσω, τὸ κατόπιν· ἐν οὐδενὶ γὰρ τῶν λεχθέντων ἐπινοεῖται, ὡς οὐδ’ ἂν μετατρεπόμενος ἐναλλάττοι χωρία.

λέγεται δ’ οὐδὲν ἧττον κατελθὼν ἰδεῖν, ὁ προλήψει πάντα οὐ γενόμενα μόνον ἀλλὰ καὶ πρὶν γενέσθαι σαφῶς κατειληφώς, προτροπῆς ἕνεκα καὶ διδασκαλίας, ἵνα μηδεὶς ἀνθρώπων οἷς οὐ πάρεστιν, ἀβεβαίῳ χρώμενος εἰκασίᾳ, μακρὰν ἀφεστὼς προπιστεύῃ, ἀλλ’ ἄχρι τῶν πραγμάτων ἐλθὼν καὶ διακύψας εἰς ἕκαστα καὶ ἐπιμελῶς αὐτὰ αὐγασάμενος· ὄψιν γὰρ ἀπλανῆ πρὸ ἀκοῆς ἀπατεῶνος ἄξιον μάρτυρα τίθεσθαι.

οὗ χάριν καὶ παρὰ τοῖς ἄριστα πολιτευομένοις ἀναγέγραπται νόμος ἀκοῇ μὴ μαρτυρεῖν, ὅτι φύσει τὸ δικαστήριον αὐτῆς πρὸς τὸ δεκάζεσθαι ταλαντεύει· καὶ Μωυσῆς μέντοι φησὶν ἐν τοῖς ἀπαγορευτικοῖς· „οὐ παραδέξῃ ἀκοὴν ματαίαν“ (Exod. 23, 1), οὐχὶ μόνον τοῦτο λέγων, * * * παραδέχεσθαι [*](1 μελετήσας ὧ G, μελέτης ἄσω HPL1, μελετήσασα FL2, θεοῦ χάρισιν συνημμένα conicio 2 οὐκ ἐπινοεῖται περὶ τόπον conicio 2. 3 οὐ καταλαμβανόμενον εἰ μὴ κατὰ τὸ εἶναι μόνον suppleo 3 καθ’ ἣν GFP: ἥν Η, ἡ v 4 ἐτύμως F: ἑτοίμως GH (P evanidus) 5. ὁ τὸ δὴ θεῖον ὁρατόν τε καὶ καταληπτὸν καὶ πανταχοῦ φαντασιαζόμενον ἀόρατον καὶ ἀκατάληπτον καὶ οὐδαμοῦ conicio ὁ prius καὶ GF: om. HP ὂν HP: εἰνὶ GF, φαντασιαζόμενον conicio 7 post ἐστιν lacuna supplenda ex libro De migr. Abr. § 183 ὡς ἀψευδέστατον ἐκεῖνον εἶναι τόν χρησμόν, ἐν ᾧ λέλεκται ὧδε Mang.: ὁ δὲ codd. στάς] ἕστηκα conicio πρὸ] πρὸς F 10 κατὰ τὸ] κατά Tui G, καθὸ L ἄνω κάτω GF τὰ ἐπὶ P 12 ὅς GF: ὂς HP ἐναλλάττοιτο P, ἐναλλάττειν conicio χωρίαν G, χωρίον P 13 γινόμενα GP 14 γενέσεως (om. σαφῶς) G 17 post αὐγασάμενος vid. add. κρίνῃ 18 πρὸς F 20 δεκάζεσθαι Turn.: δικάζεσθαι codd. 21 ἅπαγορευτικοῖς. Turn.: ἀγορευτικοῖς codd. ὅτι οὐ θέμις supplet Cohn, μὴ Turn. 22 λέγον F) [*](3 sqq. Clemens Strom. II § 5 p. 431 P: πόρρω μὲν κατ’ οὐσίαν . . . ἐγγυτάτω δέ δυνάμει, ᾗ τὰ πάντα ἐγκεκόλπισται.)

v.2.p.256
ψευδῆ λόγον ἢ εὐήθη δι’ ἀκοῆς, ἀλλὰ καὶ ὅτι πρὸς τὴν σαφῆ τῆς ἀληθείας κατάληψιν μακρὸν ὅσον ὄψεως ὑστερίζουσα διελέγχεται γέμουσα

ματαιότητος ἀκοή. ταύτην φαμὲν αἰτίαν εἶναι τοῦ λέγεσθαι „τὸν θεὸν καταβεβηκέναι τὴν πόλιν καὶ τὸν πύργον θεάσασθαι„. οὐ παρέργως δὲ πρόσκειται „ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων„ (Gen. 11,5). ἴσως γὰρ ἄν τις εἴποι τῶν οὐκ εὐαγῶν ἐπιχλευάζων ἅμα· καινὸν ἡμᾶς ἀναδιδάσκει μάθημα ὁ νομοθέτης, ὅτι πύργους καὶ πόλεις οὐχ ἕτεροί τινες, ἀλλὰ παῖδες ἀνθρώπων ἀνοικοδομοῦνται. τίς γὰρ τά γ’ οὕτως ἐμφανῆ καὶ περίοπτα καὶ τῶν λίαν ἐξεστηκότων ἀγνοεῖ;

ἀλλὰ μὴ τὸ πρόχειρον τοῦτο καὶ κατημαξευμένον ἐν τοῖς ἱερωτάτοις χρησμοῖς ἀναγεγράφθαι νομίσῃς, ἀλλ’ ὅπερ ἀποκεκρυμμένον ἰχνηλατεῖται διὰ τῶν ἐμφανῶν ὀνομάτων. τί οὖν ἐστι τοῦτο;

οἱ πολλοὺς ἐπιγραφόμενοι τῶν ὄντων ὡσανεὶ πατέρας καὶ τὸ πολύθεον εἰσηγούμενοι στῖφος ἀπειρίαν ὁμοῦ καὶ πολυμιγίαν τῶν πραγμάτων καταχέαντες καὶ τὸ ψυχῆς τέλος ἡδονῇ παραδόντες δημιουργοὶ τῆς εἰρημένης πόλεως καὶ τῆς κατ’ αὐτὴν ἀκροπόλεως, εἰ δεῖ τἀληθὲς εἰπεῖν, γεγόνασι, τὰ ποιητικὰ τοῦ τέλους τρόπον οἰκοδομημάτων συναύξοντες, τῶν ἐκ πόρνης ἀποκυηθέντων οὐδέν, ὥς γ’ οἶμαι, διαφέροντες, οὓς ὁ νόμος ἐκκλησίας ἀπελήλακε θείας εἰπών· „οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν κυρίου“ (Deut. 23, 2), ὅτι, καθάπερ περὶ πολλὰ τέλη πλανώμενοι τοξόται καὶ μηδενὸς εὐστόχως ἐφιέμενοι σκοποῦ, μυρίας ἀρχὰς καὶ αἰτίας τῆς τῶν ὄντων ὑποθέμενοι γενέσεως ψευδωνύμους πάσας τὸν ἕνα ποιητὴν καὶ πατέρα τῶν ὅλων ἠγνόησαν.