De Sobrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἴσως μέντοι τὰ τῆς εὐχῆς καὶ ἐπὶ τὸν ’1άφεθ ἀναφέρεται, ὅπως ἐν τοῖς οἴκοις τοῦ Σὴμ ποιῆται τὰς διατριβάς· τῷ γὰρ καὶ τὰ σώματος καὶ τὰ ἐκτὸς πλεονεκτήματα ἀγαθὰ ἡγουμένῳ καλὸν εὔξασθαι πρὸς μόνον τὸ ψυχῆς ἀναδραμεῖν καὶ μὴ μέχρι τοῦ παντὸς αἰῶνος ἀληθοῦς δόξης διαμαρτεῖν, ἃ κοινὰ καὶ τῶν ἐπαρατοτάτων καὶ κακίστων ἐστίν, ὑγίειαν ἢ πολυχρηματίαν ἢ ὅσα ὁμοιότροπα, νομίσαντα εἶναι ἀγαθά, τῆς ἀψευδοῦς τῶν ἀγαθῶν μερίδος οὐδενὶ φαύλῳ συνταττομένης· ἀκοινώνητον γὰρ φύσει κακῷ τὸ ἀγαθόν.

διὰ τοῦτ’ ἐν ψυχὴ μόνῃ τεθησαύρισται, ἧς τοῦ κάλλους οὐδενὶ μέτεστι τῶν ἀφρόνων· τοῦτο ὅ γε προ φητικὸς λόγος τὸν σπουδαῖον ἔγραψεν εὐχεσθαί τινι τῶν ἑαυτοῦ γνωρίμων λέγοντα „πρὸς μὲ ἀνάστρεψον“ (Gen. 49, 22), ἵνα ἐπὶ τὴν αὐτοῦ γνώμην ἐπανελθών, τὸ καλὸν ὡς ἀγαθὸν μόνον δεξιωσάμενος, τὰς τῶν ἑπροδόξων παραδράμῃ περὶ τἀγαθοῦ φήμας. ἐν οὖν τοῖς οἴκοις τῆς ψυχῆς τοῦ λέγοντος μόνον εἶναι τὸ καλὸν ἀγαθὸν κατοικησάτω, παροικήσας ἐν τοῖς τῶν ἑτέρων, οἷς καὶ τὰ σωματικὰ καὶ τὰ ἐκτὸς τετίμηται.

εἰκότως μέντοι καὶ δοῦλον τὸν ἄφρονα τῶν ἀρετῆς μεταποιουμένων ἀνέγραψεν, ἵν’ ἢ κρείττονος ἐπιστασίας ἀξιωθεὶς ἀμείνονι βίῳ χρήσητι ἢ ἐπιμένων τῷ ἀδικεῖν μετ’ εὐμαρείας αὐτοκράτορι ἡγεμόνων ἀρχῇ τῶν δεσποτῶν κολάζηται.

[*](1 τὰ πάθη G2 πάλην G2 (Turn.): πάλιν G1FH 2 ὁ Ἰακώβ F 4 εὐλογίαν scripsi: ἀκολουθίαν codd. 5 ἐν τοῖς coni. Mang. ἐνοικῆσαι scripsi: οἰκῆσαι codd. 5. 6 βασίλειος H 8 ποιεῖται F prius καὶ τά Η: κατά GF 9 τῆς ψυχῆς G 9. 10 ἀναδραμεῖν Η: ἀναμεῖναι GF 11 ὑγίειαν codd.: ὑγείαν V 14 κακῶ FH: κακῶν GL ἐν ψυχὴ GF: εὐχὴ II 15 τοῦτο Mang.: τούτων HFL, τοῦτον Η προφητικὸς λόγος Cohn: πρόλογος codd., ἱερὸς λόγος coni. Mang. 15. 16 τῶν σπουδαίων II 16 ἔγραψεν scripsi (vel τῶν σπουδαίων ἔγραψεν ἕνα conicio): ἔγραψε μὲν codd. 18 ἑτέρων δοξῶν F 19 γνώμας coni. Mang. οἴκοις] ὄροις L2 20 ἀγαθὸν F: κἀγαθὸν GH 22 τῶν τῆς ἀρετῆς Η 23 κρειττόνως F χρήσεται H 24 τῷ] τὸ G 25 subscriptio in G : περὶ ὧν ἀνανή‘ὴας ὁ νοῦς εὔχεται καὶ καταρᾶται.)