De Sobrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
εὐχέσθω δὴ πᾶς θεῷ, ὅτῳ τὸ θεοφὲς ὤμβρησεν ἀγαθόν, οἰκήτορος λαχεῖν τοῦ πανηγεμόνος, ὃς τὸ βραχὺ τοῦτο οἰκοδόμημα, τὸν νοῦν, ἐξαίρων εἰς ὕψος ἀπὸ ἧς τοῖς οὐρανοῦ συνάψει πέρασι.
καὶ τὸ ῥητὸν μέντοι συνᾴδειν ἔοικεν· ὁ γὰρ Σὴμ ὡσανεὶ ῥίζα κλλοκἀγαθίας ὑποβέβληται, δένδρον δ’ ἡμροτοκοῦν ἐκ ταύτης ὁ σοφὸς Ἀβραὰμ ἀνέδραμεν, οὗ τὸ αὐτήκοον καὶ αὐτομαθὲς γένος, Ἰσαάκ, ὁ καρπὸς ἦν, ἀφ’ οὗ πάλιν αἱ διὰ πόνων [*](2 τοῦτο G 3 ἀνά κράτος foit. in lin. 2 post ‘ἐπαινεῖν transpon. 9 τρισσὴν GF ἐφαρμόττοντος G αὐτό Turn.: αὑτῶ H, ἑαυτῶ GF 11 ὅπως] οὕτως G 12 ψυχῆς GF 13 δύναται L1 ὑγείᾳ scripsi: ὑγείαις codd. 16 ἄγεται] ἀναφέρεται conicio 21 νενόμισται] νέμονται F 22 λἐχέται οἵκω H 23 περιεγόμενος Η: om. GF 25 ἠ, F: ἥ, G, ἦ G, ἦ H ἐχέσθω Η 26 ὥβρισεν F 28 οὺρανίος G συνάψη L 29 ὁ μὲν γὰρ G 30 Ἁβραὰμ H)
οὗτος τῶν δώσεκα κατάρχει φυλῶν, ἅς οἱ χρησμοὶ „βασίλειον καὶ ἱεράτευμα θεοῦ" (Exod. 19, 6) φασιν εἶναι κατὰ τὴν πρὸς τὸν πρῶτον Σὴμ εὐλογίαν, οὗ τοῖς οἴκοις ἦν εὐχὴ τὸν θεὸν ἐν οικῆσαι· βασίλειον γὰρ ὁ βασιλέως δήπουθεν οἶκος, ἱερὸς ὄντως καὶ μόνος ἄσυλος.