De Sobrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

διόπερ οἰκείως εὔχεται τούτῳ προσγενέσθαι πλάτος, ὅπως καὶ ταῖς περὶ ψυχὴν ἀρεταῖς, φρονήσει καὶ σωφροσύνῃ καὶ ἑκάστῃ τῶν ἄλλων, χρῆσθαι δύναιτο καὶ ταῖς σώματος, ὑγείᾳ κὶ εὐαισθησίᾳ δυνάμει τε καὶ ῥώμῃ καὶ ταῖς τούτων συrίενέσιν, ἔτι μέντοι καὶ τοῖς ἐκτὸς πλεονεκτήμασιν, ὅσα εἰς πλοῦτον καὶ δόξαν ἀπόλαυσίν τε καὶ χρῆσιν τῶν ἀναγκαίων ἡδονῶν ἄγεται.

περὶ μὲν τοῦ πλάτους ταύτα. τίνα δὲ ἐν τοῖς οἴκοις εὔχεται τοῦ Σὴμ κατοικήσαι, σκεπτέον· σαφῶς γὰρ οὐ μεμήνυκεν. ἔνεστι μὲν δὴ φάναι, ὅτι τὸν ἡγεμόν τοῦ παντός. τίς γὰρ οἶκος παρὰ γενέσει δύναιτ’ ἂν ἀξιοπρεπέστερος εὑρεθῆναι θεῷ πλὴν ψυχῆς τελείως κεκαθαρμένης καὶ μόνον τὸ καλὸν ἡγουμένης ἀγαθόν, τὰ δὲ ἅγλα ὅσα νενόμισται ἐν δορυφόρων καὶ ὑπηκόων λόί̀ῳ ταττούσης;

κτοικεῖν δὲ ἐν οἴκῳ λέγεται ὁ θεὸς οὐχ ὡς ἐν τόπῳ — περιέχει γὰρ τὰ πάντα πρὸς μηδενὸς περιεχόμενος —, ἀλλ ὡς πρόνοιαν καὶ ἐπιμέλειαν ἐκείνου τοῦ χωρίου διαφερόντως ποιούμενος· παντὶ γὰρ τῷ δεσπόζοντι οἰκίας ἡ ταύτης κατὰ τὸ ἀναγκαῖον ἀνῆπιαι φρονιίς.

εὐχέσθω δὴ πᾶς θεῷ, ὅτῳ τὸ θεοφὲς ὤμβρησεν ἀγαθόν, οἰκήτορος λαχεῖν τοῦ πανηγεμόνος, ὃς τὸ βραχὺ τοῦτο οἰκοδόμημα, τὸν νοῦν, ἐξαίρων εἰς ὕψος ἀπὸ ἧς τοῖς οὐρανοῦ συνάψει πέρασι.

καὶ τὸ ῥητὸν μέντοι συνᾴδειν ἔοικεν· ὁ γὰρ Σὴμ ὡσανεὶ ῥίζα κλλοκἀγαθίας ὑποβέβληται, δένδρον δ’ ἡμροτοκοῦν ἐκ ταύτης ὁ σοφὸς Ἀβραὰμ ἀνέδραμεν, οὗ τὸ αὐτήκοον καὶ αὐτομαθὲς γένος, Ἰσαάκ, ὁ καρπὸς ἦν, ἀφ’ οὗ πάλιν αἱ διὰ πόνων [*](2 τοῦτο G 3 ἀνά κράτος foit. in lin. 2 post ‘ἐπαινεῖν transpon. 9 τρισσὴν GF ἐφαρμόττοντος G αὐτό Turn.: αὑτῶ H, ἑαυτῶ GF 11 ὅπως] οὕτως G 12 ψυχῆς GF 13 δύναται L1 ὑγείᾳ scripsi: ὑγείαις codd. 16 ἄγεται] ἀναφέρεται conicio 21 νενόμισται] νέμονται F 22 λἐχέται οἵκω H 23 περιεγόμενος Η: om. GF 25 ἠ, F: ἥ, G, ἦ G, ἦ H ἐχέσθω Η 26 ὥβρισεν F 28 οὺρανίος G συνάψη L 29 ὁ μὲν γὰρ G 30 Ἁβραὰμ H)

v.2.p.228
ἀρεταὶ κατασπείρονται, ὧν ἀθλητῆής ἐστιν ὁ τὴν πρὸς πάθη πάλην γεγυμνασμένος Ἰακώβ, ἀγγέλοις ἀλείπταις, λόγοις, χρώμενος.

οὗτος τῶν δώσεκα κατάρχει φυλῶν, ἅς οἱ χρησμοὶ „βασίλειον καὶ ἱεράτευμα θεοῦ" (Exod. 19, 6) φασιν εἶναι κατὰ τὴν πρὸς τὸν πρῶτον Σὴμ εὐλογίαν, οὗ τοῖς οἴκοις ἦν εὐχὴ τὸν θεὸν ἐν οικῆσαι· βασίλειον γὰρ ὁ βασιλέως δήπουθεν οἶκος, ἱερὸς ὄντως καὶ μόνος ἄσυλος.