De Sobrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τούτῳ δὴ τῷ τοσούτων καὶ οὕτως ὑπερβαλλόντων καὶ ἀθρόων ἀξιωθέντι ἀγαθῶν τί προσήκει ποιεῖν ἢ λόγοις καὶ ᾠδαῖς καὶ ὕμνοις τὸν εὐεργέτην ἀμείβεσθαι; τοῦτ’ ἔσθ’, ὡς ἔοικεν, ὃ αἰνίττεται διὰ τοῦ „εὐλογημένος [*](1 αὐτοῦ F: αὐτό GH, αὐτῷ Mang. παρ’ ὅσον codd. τὸ GF: καὶ τό H 2 τὸ] τόν F 3 μεμοῳασμἐνον H εὐχῆς] εὐλογίας coni. Mang. 5 ἀέναοι G: ἀἐνναοι FH 6 πλημυροῦσαι G 8 ὅρα Η: ὅτι GF τοῦτο om. L 9 τούτου GF: τοῦτο Η 9 ὅτε scripsi: ὅταν codd. 11 ἐπιδαΦιλεύηται L 15. 16 bis Ἁβραὰμ FH 15 ἀποκαλύψω F 16 ἀπὸ om. G 17 προσελήλυθε GF, παρελἡλυθε L 18 εἷς ποιητὴς FΗ 19 οὐ] ὁ H 20 μόνοις H: νόμοις GFL2; γρ. μόνος mg. H, L1 21 κολακείαν G ὠθούμνον G1, ὠνούμενον G2 24 ἁφειμένος Mang.: ἀφιέμενος codd. δεσποίνης G: δέ ποινῆς F, δὴ ποινῆς H 26 τῷ scripsi: τῶν codd. καὶ ἀθρόων om. F 27 λόγους H, ut vid. 28 ἐοικώς H, εἰκὸς; Turn. ὅ Η: om. GF διὰ τοῦ scripsi: αὐτοῦ GF, αὐτῶ H. ἐν τῷ coni. Mang.)

v.2.p.227
κύριος ὁ θεὸς Σήμ“, ἐπειδὴ τῷ τὸν θεὸν ἔχοντι κλῆρον εὐλογεῖν καὶ ἐπαινεῖν αὐτὸν ἁρμόττει μόνον τοῦτ’ ἀντιπαρασχεῖν δυναμένῳ, τὰ δ’ ἄλλα ἀνὰ κράτος πάνθ’ ἁπλῶς ἀδυνατοῦντι.

Τῷ μὲν δὴ Σὴμ εὔχεται ταῦτα· τῷ δ’ Ἰάφεθ ὁποῖα, θεασώμεθα· „πλατύναι“ φησίν „ὁ θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σήμ, καὶ γενέσθω Χαναὰν δοῦλος αὐτοῖς„ (Gen. 9, 27).

τοῦ ἀγαθὸν ἡγουμένου τὸ καλὸν μόνον ἔσταλται καὶ συνῆκται τὸ τέλος — ἑνὶ γὰρ μυρίων ὄντων τῶν περὶ ἡμᾶς τῷ ἡγεμόνι νῷ συνέζευκται —, τοῦ δὲ τρισὶν ἐφαρμόζοντος αὐτὸ γένεσιν, τῷ περὶ ψυχήν, τῷ περὶ σῶμα, τῷ περὶ τὰ ἐκτός, ἅτ’ εἰς πολλὰ καὶ ἀνόμοια κατακερματιζόμενον εὐρύνεται.