De Sobrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

μήποτε δὲ καὶ ἐπιδαψιλεύεται τὰ τῶν δωρεῶν· τοῦ μὲν γὰρ αἰσθητοῦ κόσμου δεσπότης καὶ εὐεργέτης ἀνείρηται διὰ τοῦ κύριος καὶ θεός, τοῦ δὲ νοητοῦ ἀγαθοῦ σωτὴρ καὶ εὐεργέτης αὐτὸ μόνον, οὐχὶ δεσπότης ἢ κύριος· φίλον γὰρ τὸ σοφὸν θεῷ μᾶλλον ἢ δοῦλον.

παρὸ καὶ σαφῶς ἐπὶ Ἀβραὰμ φάσκει· „μὴ ἐπικαλύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ φίλου μου“ (Gen. 18, 17) ; ὁ δὲ ἔχων τὸν κλῆρον τοῦτον πέραν ὅρων ἀνθρωπίνης εὐδαιμονίας προελήλυθε· μόνος γὰρ εὐγενὴς ἅτε θεὸν ἐπιγεγραμμένος πατέρα καὶ γεγονὼς εἰσποιητὸς αὐτῷ μόνος υἱός· οὐ πλούσιος, ἀλλὰ πάμπλουτος, ἐν ἀφθόνοις καὶ γνησίοις, οὐ χρόνῳ παλαιουμένοις, καινουμένοις δὲ καὶ ἡβῶσιν ἀεὶ τρυφῶν ἀγαθοῖς μόνοις·

οὐκ ἔνδοξος, ἀλλ’ εὐκλεής, τὸν μὴ κολακείᾳ νοθούμενον, ἀλλὰ βεβαιούμενον ἀληθείᾳ καρπούμενος ἔπαινον· μόνος βασιλεύς, παρὰ τοῦ πανηγεμόνος λαβὼν τῆς ἐφ’ ἅπασιν ἀρχῆς τὸ κράτος ἀνανταγώνιστον· μόνος ἐλεύθερος, ἀφειμένος ἀργαλεωτάτης δεσποίνης, κενῆς δόξης, ἣν ὑπέραυχον οὖσαν ἀπὸ τῆς ἀκροπόλεως ἄνωθεν ὁ ἐλευθεροποιὸς καθεῖλε θεός.