De Sobrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

παρὸ καὶ λίαν ἐμφαντικῶς εἴρηκεν ἐπὶ τοῦ τῆς μισουμένης ὑπὸ τῶν πολλῶν ἀρετῆς γεγονότος, ὅτι „οὗτός ἐστιν ἀρχὴ τέκνων“, καὶ τάξει καὶ ἡγεμονίᾳ δήπου πρῶτος ὤν, “καὶ τούτῳ καθήκει τὰ πρωτοτόκια“ νόμῳ φύσεως, οὐκ

ἀνομίᾳ τῇ παρ’ ἀνθρώποις. ἑπόμενος οὖν αὐτῷ καὶ ὥσπερ ἐπὶ προτεθέντα σκοπὸν ἀφιεὶς εὐστόχως τὰ βέλη κατὰ ἀκολουθίαν εἰσάγει [*](5 ἐὰν] ἄν V τοῦτο G 8. 9 πρότερον et ὃστερον conicio 9 ὑστάτου Η alterum τῆς GF: ἀπὸ τῆς H 13 γέννησιν 11 ὑστεραη Turn. : ὑστερίζοι codd. 14 μοίρας GFL2: βώμης HL’ στέργομεν Η 16 ὑπερφυῶς H: ὑπὐ φύσεως F, om. G 17 ἐπαγωγότατα Turn.: ἀγωγιὡτατα G, ἀγαγότα HL’, ἁγιώτατα F, ἁγνότατα L2 18 γέρως F 19 καὶ om. G 21 prius τὸν] τὴν Η ὁ] ἡ H 22 ο6τως G αἰῶνας G 23 ἀφίκῃ ἲ scripsi: ἀφίκοιτο codd. ἐNτι GII 25 ἐπὶ GF: ὑπὸ Η τοῦ (ἐθ conicio 26 ἀρχιτέκτων F 27 τοῦτο G 28 αὐτφ͂] τούτῳ conicio 29 κατ’ G)

v.2.p.221
τὸν Ἰακὼβ γενέσει μὲν τοῦ Ἠσαῦ νεώτερον — ὅτι ἀφροσύνη μὲν ἐκ πρώτης ἡλικίας ἐστὶν ἡμῖν σύντροφος, ὀψίγονος δ’ ὁ τοῦ καλοῦ ζῆλος —, δυνάμει δὲ πρεσβύτερον· παρὸ καὶ τῶν πρωτοτοκίων ὁ μὲν Ἠσαῦ ἐξίσταται, μεταποιεῖται δ’ οὗτος εἰκότως.

τούτοις συνᾴδει καὶ τὰ ἐπὶ τῶν υἱῶν Ἰωσὴφ ἐκ πολλῆς περισκέψεως ἀνεζητημένα, ἡνίκα ἐνθουσιῶν ὁ σοφὸς ἀντικρὺς παρεστηκότων οὐκ ἐπιτίθησι ταῖς κεφαλαῖς ἐξ ἐναντίας καὶ κατ’ εὐθὺ τὰς χεῖρας ἐπενεγκών, ἀλλ’ ἐναλλάξας, ὅπως τῇ μὲν εὐωνύμῳ τοῦ πρεσβυτέρου δοκοῦντος εἶναι, τοῦ δὲ νεωτέρου τῇ δεξιᾷ ψαύσῃ (Gen. 48, 13. 14).