De Sobrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
παρατετήρηκας ἤδη, ὅτι τὸν μὲν τῆς στεργομένης υἱὸν οὐδέποτε πρωτότοκον ἢ πρεσβύτερον καλεῖ, τὸν δὲ τῆς μισουμένης πολλάκις· καίτοι τοῦ μὲν τὴν γένεσιν προτέρου, τοῦ δὲ ἐκ τῆς στυγουμένης ὑστέρου δεδήλωκεν εὐθὺς ἀρχόμενος τῆς προστάξεως· „ἐὰν γὰρ τέκωσι„ φησίν „ἡ ἠγαπημένη καὶ ἡ μισουμένη.“ ἀλλ’ ὅμως τὸ μὲν τῆς προτέρας γέννημα, κἂν πολυχρονιώτερον ᾖ, νεώτερον παρ’ ὀρθῷ λόγῳ δικάζοντι νενόμισται, τὸ δὲ τῆς ὑστέρας, κἂν ἐν τοῖς κατὰ τὴν γένεσιν χρόνοις ὑστερίζῃ, τῆς μείζονος καὶ πρεσβυτέρας μοίρας ἠξίωται. διὰ τί;
ὅτι τῶν γυναικῶν τὴν μὲν στεργομένην ἡδονῆς, τὴν δὲ στυγουμένην φρονήσεως εἶναί φαμεν σύμβολον· τῆς μὲν γὰρ ὁ πολὺς ὅμιλος ἀνθρώπων τὴν συνουσίαν ὑπερφυῶς ἀγαπᾷ δελέατα καὶ φίλτρα ἐξ ἑαυτῆς ἐπαγωγότατα ἐνδιδούσης ἀπὸ γενέσεως ἀρχῆς ἄχρι πανυστάτου γήρως, τῆς δὲ ἐκτόπως τὸ αὐστηρὸν καὶ περίσεμνον διαμεμίσηκε καθάπερ οἱ ἄφρονες παῖδες τὰς τῶν γονέων καὶ τρεφόντων ὠφελιμωτάτας μὲν ἀτερπεστάτας δὲ ὑφηγήσεις.
τίκτουσι δ’ ἀμφότεραι, ἡ μὲν τὸν φιλήδονον, ἡ δ’ αὖ τὸν φιλάρετον ἐν ψυχῇ τρόπον. ἀλλ’ ὁ μὲν φιλήδονος ἀτελὴς καὶ ὄντως ἀεὶ παῖς ἐστι, κἂν εἰς πολυετίας αἰῶνα μήκιστον ἀφίκηται, ὁ δ’ αὖ φιλάρετος ἐν γερουσίᾳ τῆς φρονήσεως ἐξ ἔτι σπαργάνων, τὸ τοῦ λόγου δὴ τοῦτο, ἀγήρως ὢν τάττεται·