De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ὁπότε μὲν γὰρ φυλλορροεῖ καὶ ἀφαυαίνεται θάτερον, ἄρχεται ἀναβλαστάνειν καὶ χλοηφορεῖν τὸ ἐναντίον, ὡς ὑπολαβεῖν, ὅτι ἑκάτερον τῇ θατέρου δυσχεραῖνον εὐπραγίᾳ στέλλεται. δι’ ἣν αἰτίαν φυσικώτατα τὴν Ἰακὼβ ἔξοδον εἴσοδον Ἠσαῦ παρίστησιν· „ἐγένετο“ γάρ φησιν „ὅσον ἐξῆλθεν Ἰακώβ, ἧκεν Ἠσαῦ ὁ ἀδελφὸς αὐτοῦ“ (Gen. 27, 30)·

μέχρι μὲν γὰρ ἐνσχολάζει καὶ ἐμπεριπατεῖ τῇ ψυχῇ φρόνησις, ὑπερόριος πᾶς [*](1 εὐφραίνοντας F παντελῆ F 1.2 κατισχημένους F, κατεχομένους II 2 ἀεὶ GF 3 χρείαν G γανουμένους FH: γαννουμένους G, γεγανωμένους U ἀφραινομένους F 5. 6 ἀλλὰ—ἄγνοια oin. H 7 ἀφροσύνης FL2 8 γυμνότης GH 8. 9 τῶν ἀγαθῶν καὶ #x003E; ἐναντίων conicio 9 κακία L ἐσκιασμένων Turn. 10 ἀπαμπίσχουσα scripsi: ἀπανπιούση F, ἅπαν πιούσῃ U, ἅπα lac. 3 litt. G, ἅπαν ποιούση ὕσῃ H, ἀπαμφιάσασα Maug. 10. 11 τῇ—μέρει add. 11. 12 οὐδὲν σκευάσασθαι G 12 ταύτας om. H δέ om. G 13 ἐπαμπίσχεται scripsi: ἐπαμπίσεται GU, ἀπαμπίσεται F, ἅπαν πίεται Η, ἐπαμφίσκεται Mang. 16 ψησάμενος G 18 ἐνέδραμεν L prius μήτε] μήποτε Η 19 φυλοροεῖ U 21 δι’ ἣν H2 in ras. et δὲ add., rursus del. φυσικώτατα scripsi: φυσικωτάτην codd. 22 τὴν om. F 24 περιπατεῖ F πᾶς om. L) [*](9. 10 DR fol. 72v ἐκ τοῦ περὶ μέθης β΄ κεφ α (Anton. Mel. I 21 col. 843): ἀλήθειά ἐστιν ἡ τὰ—δύναμις.)

v.2.p.172
ὁ ἀφροσύνης ἑταῖρος ἐκτετόξευται· ἐπειδὰν δὲ μεταναστῇ, γεγηθὼς κάτεισιν ἐκεῖνος, τῆς πολεμίου καὶ δυσμενοῦς δι’ ἣν ἠλαύνετο καὶ ἐφυγαδεύετο μηκέτι τὸν αὐτὸν χῶρον οἰκούσης.

Τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς γραφῆς ἀρκούντως λέλεκται, τὰς δ’ ἀποδείξεις ἑκάστων προσαποδώσομεν, ἀπὸ τοῦ πρώτου πρῶτον ἀρξάμενοι διδάσκειν· τὴν τοίνυν ἀπαιδευσίαν τοῦ ληρεῖν καὶ ἁμαρτάνειν αἰτίαν ἔφαμεν εἶναι καθάπερ μυρίοις τῶν ἀφρόνων τὸν πολὺν ἄκρατον.

ἀπαιδευσία γὰρ τῶν ψυχῆς ἁμαρτημάτων, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ ἀρχέκακον, ἀφ’ ἧς ὥσπερ ἀπὸ πηγῆς ῥέουσιν αἱ τοῦ βίου πράξεις, πότιμον μὲν καὶ σωτήριον οὐδὲν οὐδενὶ νᾶμα ἐκδιδοῦσα τὸ παράπαν, ἁλμυρὸν δὲ νόσου καὶ φθορᾶς τοῖς χρησομένοις αἴτιον.