De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
καὶ ἔστιν ἰδεῖν τοὺς μὲν αὐτῶν [*](φίλωνος περὶ μέθης G, φίλωνος σοφοῦ ἰουδαίου περὶ μέθης λόγος ιβ' U, περὶ μέθης τοῦ αὐτοῦ λόγος πρῶτος F, περὶ μέθης Η 2 ἐπισκεψώμεθα FH: ἐπισκεψόμεθα GU 4 γενῶντος Η 6 ἐστι H ὅτε — τε om., scd liu. 8 post ἀκράτῳ inserit verba ἐστιν ὅτε — καὶ μὴ Η κεχρῆσθαι καὶ Η, με χρῆσθαι καὶ L 7 οὗτοι] ὅτι F 8 δὲ om. Η ἱερεῖς GUFL2: αὐτοῖς HL i 9 μάλιστα τῶν ἐπ’ ἀρετὴ H 11 δὲ Η γ’ om. H 12 τῶδε Η, om. L σύμβουλον U 14 ἐπιθυμίας Mang.: εὐθυμίας codd. ἀφροσύνης F 15 #x003E; πᾶσι couicio ἐμφερομένης conicio 17 μυρίοις U)
τοῦ μὲν οὖν ληρεῖν αἴτιον ἡ ἐπιζήμιος ἀπαιδευσία—λέγω δ’ οὐ τὴν παιδείας ἀνεπιστημοσύνην, ἀλλὰ τὴν πρὸς αὐτὴν ἀλλοτρίωσιν—, τοῦ δ’ ἀναισθητεῖν ἡ ἐπίβουλος καὶ πηρὸς ἄγνοια, ἀπληστίας δὲ ἡ ἀργαλεωτάτη παθῶν ψυχῆς ἐπιθυμία, εὐφροσύνης δὲ κτῆσις ὁμοῦ καὶ χρῆσις ἀρετῆς, γυμνότητος μέντοι πολλά, ἄγνοια τῶν ἐναντίων, ἀκακία καὶ ἀφέλεια ἠθῶν, ἀλήθεια ἡ τὰ τῶν συνεσκιασμένων πραγμάτων ἀνακαλυπτήρια ἄγουσα δύναμις, τῇ μὲν ἀπαμπίσχουσα ἀρετήν, τῇ δὲ κακίαν ἐν μέρει· ἅμα μὲν γὰρ οὐχ
οἷον ἀποδύσασθαι, ἀλλ’ οὐδ’ ἐνσκευάσασθαι ταύτας δυνατόν· ἐπειδὰν δέ τις ἀπορρίψῃ τὴν ἑτέραν, ἐξ ἀνάγκης τὴν ἐναντίαν ἀναλαβὼν ἐπαμπίσχεται.
ὥσπερ γὰρ ἡδονὴν καὶ ἀλγηδόνα φύσει μαχομένας, ὡς ὁ παλαιὸς λόγος, εἰς μίαν κορυφὴν συνάψας ὁ θεὸς ἑκατέρας αἴσθησιν οὐκ ἐν ταὐτῷ, διαλλάττουσι δὲ χρόνοις ἐνειργάσατο κατὰ τὴν φυγὴν τῆς ἑτέρας κάθοδον τῇ ἐναντίᾳ ψηφισάμενος, οὕτως ἀπὸ μιᾶς ῥίζης τοῦ ἡγεμονικοῦ τά τε ἀρετῆς καὶ κακίας διττὰ ἀνέδραμεν ἔρνη μήτε βλαστάνοντα μήτε καρποφοροῦντα ἐν ταὐτῷ·