De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τὸν ἀνδριαντοποιὸν Φειδίαν ἐκεῖνον καὶ χαλκὸν λαβόντα φασὶ καὶ ἐλέφαντα καὶ χρυσὸν καὶ ἄλλας διαφόρους ὕλας ἀνδριάντας ἀπεργάσασθαι καὶ ἐν [*](3 ἀναδίδωσι Η, ἀναδίδοσθαι U 6 ἑκάτερα H κἀν UF: καὶ G, om. Η 7. 8 τὴν παντὸς τιμιωτέραν F 8 κεκομῆσθαι F, κεκοσμεῖσθαι H ἀνθρωπίνων H 9 θεραπεύσων coni. Mang. 10 ἐνδύσασθαι U 10. 11 ἐστιν λιλῆς (sic) Η 11 γεννωμένη coni. Mang. 12 μέγ’ εἰσὶ ’F ἔνδον] λινῆν coni. Mang. 12. 13 ποικιλοτάτην τε U 14 ποικιλῶ Η, ποικιλωτάτην L, ποικιλωτάτης V δεῖνται Η τῆς σοφίας v πηδαλιουχήσοντος GUF: πηδαλιουχήσαντος H, πηδάλιον σχήσοντος v 16 πάντων om. Η 17 μετὰ ψυχὴν Η 18 τὸν] τὴν Η 19 χρῆσθαι FL λιβανωτὸν U 20 ἐπιθυμωμένοις U 21 μηδὲν Η 22 διαφοραῖς H 23 αὐτῆς Turn.: αὐτῆς codd. 25 ἐσφραγισμένον GU αὐτῆ G διορῶσα U 26 Φειδίας Η 27 ἀνδριάντα U, ἀδριάντας H)

v.2.p.187
ἅπασι τούτοις μίαν καὶ τὴν αὐτὴν ἐνσημήνασθαι τέχνην, ὡς μὴ μόνον ἐπιστήμονας, ἀλλὰ καὶ λίαν ἰδιώτας τὸν δημιουργὸν ἀπὸ τῶν δημιουργηθέντων γνωρίσαι·

καθάπερ γὰρ ἐπὶ τῶν διδύμων ἡ φύσις χρησαμένη τῷ αὐτῷ πολλάκις χαρακτῆρι παρὰ μικρὸν ἀπαραλλάκτους ὁμοιότητας ἐτύπωσε, τὸν αὐτὸν τρόπον καὶ ἡ τελεία τέχνη, μίμημα καὶ ἀπεικόνισμα φύσεως οὖσα, ὅταν διαφόρους ὕλας παραλάβῃ, σχηματίζει καὶ ἐνσφραγίζεται τὴν αὐτὴν ἁπάσαις ἰδέαν, ὡς ταύτῃ μάλιστα συγγενῆ· καὶ ἀδελφὰ καὶ δίδυμα τὰ δημιουργηθέντα γενέσθαι.

ταὐτὸν οὖν καὶ ἡ ἐν τῷ σοφῷ δύναμις ἐπιδείξεται· πραγματευομένη γὰρ τὰ περὶ τοῦ ὄντος εὐσέβεια καὶ ὁσιότης ὀνομάζεται, τὰ δὲ περὶ οὐρανοῦ καὶ τῶν κατ’ αὐτὸν φυσιολογία, μετεωρολογικὴ δὲ τὰ περὶ τὸν ἀέρα καὶ ὅσα κατὰ τὰς τροπὰς αὐτοῦ καὶ μεταβολὰς ἔν τε ταῖς ὁλοσχερέσιν ἐτησίοις ὥραις καὶ ταῖς ἐν μέρει κατά τε μηνῶν καὶ ἡμερῶν περιόδους πέφυκε συνίστασθαι, ἠθικὴ δὲ τὰ πρὸς ἀνθρωπίνων ἐπανόρθωσιν ἠθῶν, ἧς ἰδέαι πολιτική τε ἡ περὶ πόλιν καὶ ἡ περὶ οἰκίας ἐπιμέλειαν οἰκονομική, συμποτική τε ἡ περὶ τὰ συμπόσια καὶ τὰς εὐωχίας, ἔτι δ’ αὖ ἡ μὲν περὶ ἀνθρώπων ἐπιστασίαν βασιλική, ἡ δὲ περὶ προστάξεις καὶ ἀπαγορεύσεις νομοθετική·

πάντα γὰρ ταῦτα ὁ πολύφημος ὡς ἀληθῶς καὶ πολυώνυμος σοφὸς κεχώρηκεν, εὐσέβειαν, ὁσιότητα, φυσιολογίαν, μετεωρολογίαν, ἠθοποιίαν, πολιτείαν, οἰκονομίαν, βασιλικήν, νομοθετικήν, ἄλλας μυρίας δυνάμεις, καὶ ἐν ἁπάσαις ἓν εἶδος καὶ ταὐτὸν ἔχων ὀφθήσεται.