De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τοιγάρτοι καὶ θεοπρόπος Μωυσῆς διὰ τῆς τῶν κατὰ τὸν νεὼν δημιουργίας ἱερῶν τὴν ἐν [*](1 ἦσαν] ὑστέρησαν conicio τῶν ἑτέρων γονέων v 1. 2 τῶν ἀμφοτέρων γονέων et οὐχ ἡμιτελεῖς coni. Mang. τῆς ἀρετῆς scripsi: τὴν ἀρετὴν codd., τῇ ἀρετῇ v 2 οὗτοι τοίνυν scripsi: οὐ τοίνυν GUFL, οὗτοι νῦν Η 3 λόγος om. FL ἐθνῶν G 4 ἡ μήτηρ conicio 8 λόγον H 10 παρελάμβανεν Η 11 ὤτων] αὐτῶν Η ἐπήχησαν FH: ἐπήχθησαν G, ὑπήχησαν U σου] αὐτοῦ L 13 δυνατῶς v 16 ὂν H: om. GUF 18.19 ἀνθρώποις—ἐνώπιον om. F εὑράμενος—ἀνθρώπων om. L 19 προνοοῦ conicio 20 ἀμφοτέροις H ἡ] τ᾿ ἡ Η 21 ἀπωθεῖσθαι UH: ἀθετεῖσθαι GF 23 προσώποις H 24 παρὰ] περὶ FL, παρὰ τοῖς conicio γεννητοῖς Η 25 νόμιμα] cf. ad p. 182, 12 τοῦ om. H 25. 26 ἀγεννήτου UH 26 θεοτρόπος F, ὁ θεοπρόπος conicio 27 τῶν om. H) [*](7 sqq. cf, Clementem Strom. I § 31 p. 334 P)
τὸν γὰρ σοφὸν κἀν τοῖς κατὰ ψυχὴν ἔνδον ἀοράτοις κἀν τοῖς ἔξω περιφαινομένοις δεῖ τῇ παντὸς τιμιωτέρᾳ χρυσοῦ φρονήσει κεκοσμῆσθαι, καὶ ὁπότε μὲν τῶν ἀνθρωπείων σπουδασμάτων ὑποκεχώρηκε τὸ ὂν θεραπεύων μόνον, τὴν ἀποίκιλον ἀληθείας ἐνδύεσθαι στολήν, ἧς οὐδὲν ἐφάψεται θνητόν—καὶ γάρ ἐστι λινῆς ὕλης ἐξ οὐδενὸς τῶν πεφυκότων ἀποθνῄσκειν γεννωμένης—, ὁπότε δὲ μέτεισι πρὸς πολιτείαν, τὴν μὲν ἔνδον ἀποτίθεσθαι, ποικιλωτάτην δὲ καὶ ὀφθῆναι θαυμασιωτάτην ἑτέραν ἀναλαμβάνειν· πολύτροπος γὰρ ὢν ὁ βίος ποικιλωτάτου δεῖται τὴν σοφίαν τοῦ πηδαλιουχήσοντος κυβερνήτου.
οὗτος κατὰ μὲν τὸν περιφανῆ βωμὸν ἢ βίον καὶ δορᾶς καὶ σαρκῶν καὶ αἵματος καὶ πάντων ὅσα περὶ σῶμα δόξει πολλὴν ποιεῖσθαι πρόνοιαν, ὡς μὴ μυρίοις ἀπέχθοιτο κρίνουσιν ἀγαθὰ μετὰ τὰ ψυχῆς δευτερείοις τετιμημένα τὰ περὶ σῶμα, κατὰ δὲ τὸν ἔνδον πᾶσιν ἀναίμοις, ἀσάρκοις, ἀσωμάτοις, τοῖς ἐκ λογισμοῦ μόνοις χρήσεται, ἃ λιβανωτῷ καὶ τοῖς ἐπιθυμιωμένοις ἀπεικάζεται· ὡς γὰρ ταῦτα ῥῖνας, ἐκεῖνα τὸν ψυχῆς
ἅπαντα χῶρον εὐωδίας ἀναπίμπλησι. χρὴ μέντοι μηδὲ τοῦτ’ ἀγνοεῖν, ὅτι ἡ σοφία τέχνη τεχνῶν οὖσα δοκεῖ μὲν ταῖς διαφόροις ὕλαις ἐναλλάττεσθαι, τὸ δ’ αὑτῆς ἀληθὲς εἶδος ἄτρεπτον ἐμφαίνει τοῖς ὀξυδορκοῦσι καὶ μὴ τῷ περικεχυμένῳ τῆς οὐσίας ὄγκῳ μεθελκομένοις, ἀλλὰ τὸν ἐνεσφραγισμένον ὑπὸ τῆς τέχνης αὐτῆς χαρακτῆρα διορῶσι.