De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἄγον ἀψευδῶς καὶ ἁπλῶς θεραπεύων. τοιοῦτοι μέν εἰσιν οἱ τὸν πατέρα καὶ τὰ τοῦ πατρὸς τιμῶντες, μητρὸς δὲ καὶ τῶν ἐκείνης ἥκιστα φροντίζοντες. τὸν δ’ ἀμφοτέροις πολεμωθέντα τοῖς γονεῦσι διασυνίστησιν εἰσαγαγὼν λέγοντα· „οὐκ οἶδα τὸν κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω“ (Exod. 5, 2)· οὗτος γὰρ ἔοικε καὶ τοῖς πρὸς θεὸν ὀρθῷ λόγῳ βραβευομένοις καὶ τοῖς πρὸς γένεσιν παιδείᾳ βεβαιουμένοις ἐναντιοῦσθαι καὶ συγχεῖν πάντα διὰ πάντων.

εἰσὶ δὲ καὶ ἔτι νῦν—οὔπω γὰρ τὸ ἀνθρώπων γένος τὴν ἄκρατον κακίαν ἐκαθήρατο—μήτε τῶν εἰς εὐσέβειαν μήτε τῶν εἰς κοινωνίαν μηδὲν ἁπλῶς δρᾶν ἐγνωκότες, ἀλλὰ τοὐναντίον ἀσεβείας μὲν καὶ ἀθεότητος ἑταῖροι, πρὸς δὲ τοὺς ὁμοίους ἄπιστοι.

καὶ περινοστοῦσιν αἱ μέγισται τῶν πόλεων κῆρες οὗτοι, τὰ ἴδια καὶ τὰ κοινὰ ὑπὸ φιλοπραγμοσύνης διέποντες, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἀνατρέποντες· οὓς ἐχρῆν ὥσπερ μεγάλην νόσον, λιμὸν ἢ λοιμὸν ἤ τι κακὸν ἄλλο θεήλατον, εὐχαῖς καὶ θυσίαις ἀποτρέπεσθαι· φθοραὶ γὰρ οὗτοι μεγάλαι τοῖς ἐντυχοῦσι. παρὸ καὶ Μωυσῆς τὸν ὄλεθρον αὐτῶν ᾄδει πρὸς τῆς ἰδίου συμμαχίας ἁλόντων καὶ ὥσπερ τρικυμίαις

ταῖς ἰδίαις δόξαις ἐγκαταποθέντων (Exod. 14, 27. 28). λέγωμεν τοίνυν ἑξῆς καὶ περὶ τῶν τούτοις μὲν ἐχθρῶν, παιδείαν δὲ καὶ ὀρθὸν [*](1 τῆ ψυχὴ G 2 τό τε ἔργον v 3 μὴ ἀρχήν, μὴ τιμήν H 4 αὐγὴν GU 5 αἰτίων GFH: αἰτιῶν U, ἄθλων Mang. alterum τὸ codd.: τὸν Mang. 6 ἀξιώσαντα GFH: ἀξιώσοντα U, ἄξιον ὄντα v μόνα Η τὴν codd.: τῆς v ἱερωσύνην FL 7 ἔφην] ἐφ’ ἢν G 8 οὔτ’ ἄν UH: ὅταν GF ὁ ἱερεὺς v γένηται Γ’ 9 οὔτ’ scripsi: οὐδ’ codd. 10 τὸ] τὴν coni. ilang. 11 ἄγον scripsi: ἄγων G1FH, ἀγῶνα G1U ψευδῶς G1U ἀπλανῶς Η 14 post λέγοντα add. τί Η 15 οὕτως G 16 πρὸς] πρὸ G1 παιδείας Η 17 πάντα διαπράττων H 19 ἀπλῶς διενεγκόντες δρᾶν H 24 ἄλλο θεήλατον κακὸν Η ἀνατρέπεσθαι Η 25 παρ’ ὃ U 26 ἰδίας H 27 λέ- γομεν H)

v.2.p.185
λόγον ἐκτετιμηκότων, ὧν ἦσαν οἱ τῷ ἑτέρῳ τῶν γονέων προσκείμενοι, τῆς ἀρετῆς ἡμιτελεῖς χορευταί. οὗτοι τοίνυν καὶ νόμων, οὓς ὁ πατήρ, ὁ ὀρθὸς λόγος, ἔθηκεν, ἄριστοι φύλακες καὶ ἐθῶν πιστοὶ ταμίαι, ἅπερ ἡ παιδεία, μήτηρ αὐτῶν, εἰσηγήσατο.