De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

οὗτός ἐστιν ὁ „τὸν σειρομάστην λαβών“, τουτέστιν ὁ μαστεύσας καὶ ἀναζητήσας τὰ τῆς φθαρτῆς γενέσεως, ἧς ἐν σιτίοις καὶ ποτοῖς τὸ εὔδαιμον τεθησαύρισται, καὶ „εἰς τὴν κάμινον“, ὥς φησι Μωυσῆς, „εἰσελθών“, τὸν καιόμενον καὶ φλεγόμενον ὑπερβολαῖς ἀδικημάτων καὶ μηδέποτε σβεσθῆναι δυνάμενον ἀνθρώπων βίον, κἄπειτα ἰσχύσας καὶ τὴν „γυναῖκα διὰ τῆς μήτρας ἀνατεμεῖν“, ὅτι αἰτία τοῦ γεννᾶν ἔδοξεν εἶναι πάσχουσα πρὸς ἀλήθειαν μᾶλλον ἢ δρῶσα, καὶ πάντα „ἄνθρωπον“ καὶ λογισμὸν τὸν ἐπακολουθήσαντα τῇδε τῇ δόξῃ τῇ τὰ τοῦ μόνου τῶν γινομένων αἰτίου θεοῦ περιαπτούσῃ παθηταῖς οὐσίαις (Num. 25, 7. 8).

ἆρ’ οὐχὶ καὶ οὗτος ἀνδροφόνος παρὰ πολλοῖς ἂν εἶναι νομισθείη τοῖς τρόπον γυναικῶν ἔθεσιν ἁλισκομένοις; ἀλλὰ παρά γε θεῷ τῷ πανηγεμόνι καὶ πατρὶ μυρίων ἐπαίνων καὶ ἐγκωμίων καὶ ἀναφαιρέτων ἄθλων ἀξιωθήσεται· τὰ δ’ ἆθλα μεγάλα καὶ ἀδελφά, εἰρήνη καὶ ἱερωσύνη (Num. 25, 12. 13).

τό τε γὰρ τὴν ἐν τῷ σπουδαζομένῳ παρὰ τοῖς πολλοῖς ἀνθρώποις βίῳ δυσάλωτον στρατείαν καὶ τὸν [*](1 μηδὲ GUFH: μὴ τὸ L, εἰς τὸ v νοητὰς codd.: καλὰς v 2 ἀσπάσασθαι L καὶ om. H ἐγγύτατος H 3 ἐν λόγοις F καὶ ante πιθανότησι om. H 4 καλλίστου U 5 ἀμυνόμεθα GU 8 πάντως Turn.: πάντων codd. 9. 10 τῶν—σοφιστειῶν om. Η κατὰ τῶν ἔγγιστα σοφιστειῶν L 10 σοφιστιῶν F καθαρῶ U, καθαρὸς F 15 χειρομάστην H 20 μητρὸς H 22 τἄ addidi 23 μόνου Mang.: νόμου GUF, νόμου τοῦ Η περιαπτούσῃ ἔργα coni. Mang. παθηταῖς Mang.: πάθη ταῖς codd. 25 τρόπον scripsi: πρὸς codd. ἀλισκομένοις sciipsi: ἁλισκόμενος codd, 25. 26 ἀλλά γε παρὰ U 27 ἆθλα] ἄλλα G 29 τοῖς om. Fv)

v.2.p.184
ἐν ψυχῇ τῶν ἐπιθυμιῶν ἐμφύλιον πόλεμον καταλῦσαι δυνηθέντα εἰρήνην βεβαιώσασθαι μέγα καὶ λαμπρὸν ἔργον, τό τε μηδὲν ἄλλο, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τιμήν, μὴ ἀρχήν, μὴ κάλλος, μὴ ἰσχύν, μὴ ὅσα σώματος πλεονεκτήματα, μηδ’ αὖ γῆν ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον, ἀλλὰ τὸ πρεσβύτατον τῶν αἰτίων τὸ πρὸς ἀλήθειαν θεραπείας καὶ τῆς ἀνωτάτω τιμῆς ἀξιώσαντα μόνον τὴν ἱερωσύνης λαβεῖν τάξιν θαυμαστὸν καὶ περιμάχητον.

ἀδελφὰ δ’ ἔφην τὰ ἆθλα οὐκ ἀπὸ σκοποῦ, ἀλλ’ εἰδὼς ὅτι οὔτ’ ἂν ἱερεὺς γένοιτο πρὸς ἀλήθειαν ἔτι τὴν ἀνθρωπίνην καὶ θνητὴν στρατευόμενος στρατείαν, ἐν ᾗ ταγματαρχοῦσιν αἱ κεναὶ δόξαι, οὔτ’ ἂν εἰρηνικὸς ἀνὴρ μὴ τὸ μόνον ἀμέτοχον πολέμου καὶ τὴν αἰώνιον εἰρήνην