De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τοῦτο δὲ „νόμιμον αἰώνιον εἶναί“ φησιν, ἄντικρυς ἀποφαινόμενος· ὑπολαμβάνει γὰρ νόμον ἀθάνατον ἐν τῇ τοῦ παντὸς ἐστηλιτεῦσθαι φύσει ταυτὶ περιέχοντα, ὅτι ὑγιεινὸν μὲν καὶ σωτήριον χρῆμα παιδεία, νόσου δὲ καὶ φθορᾶς αἴτιον ἀπαιδευσία.
παρεμφαίνει δέ τι καὶ τοιοῦτον· τὸ πρὸς ἀλήθειαν νόμιμον εὐθύς ἐστιν αἰώνιον, ἐπεὶ καὶ ὁ ὀρθὸς λόγος, ὃς δὴ νόμος ἐστίν, οὐ φθαρτός· καὶ γὰρ αὖ τοὐναντίον τὸ παράνομον ἐφήμερόν τε καὶ εὐδιάλυτον ἐξ ἑαυτοῦ παρὰ τοῖς εὖ φρονοῦσιν ἀνωμολόγηται.
νόμου δὲ καὶ παιδείας ἴδιον βέβηλα ἁγίων καὶ ἀκάθαρτα καθαρῶν διαστέλλειν, ὡς ἔμπαλιν ἀνομίας καὶ ἀπαιδευσίας εἰς ταὐτὸν ἄγειν τὰ μαχόμενα βιάζεσθαι φυρούσης τὰ πάντα καὶ συγχεούσης. διὰ τοῦτο ὁ καὶ βασιλέων καὶ προφητῶν μέγιστος Σαμουὴλ „οἶνον καὶ μέθυσμα“, ὡς ὁ ἱερὸς λόγος φησίν, „ἄχρι τελευτῆς οὐ πίεται“ (I Reg. 1,11)· τέτακται γὰρ ἐν τῇ τοῦ [*](1 εἰπεῖν ἦν U πίνητε F 3 γενικαῖς] τε δίκαις HL 5 παρ’ ὅσον codd. 6 βεβαιοτάτη H 7 καὶ ἐπαμφοτερίζοντας om. U 9 νηφάλιος HL 12 σῶζον ἐπιφρόνησις F 13 τις αὕτη ΗL1: τις αὐτὴ U, τῆς αὐτῆς G2FL2, τῆς αὐτῆς G1 13. 14 τὸ—φησιν om. Η 16 φύσει] φασὶ HL1, φησὶ L2 17 σχῆμα H, ὄχημα L1 18. 19 νόμιμον—αὖ om. H 20 τὸ addidi ἀδιάλυτον Η 23 μαχούμενα H βιάζεσθαι vid. del. φυρούσης Mang.: φυρούσας GFH, φρουρούσας U 24 συγχεούσης Mang.: συγχεούσας codd.) [*](17 DM fol. 77v DP fol. 76r ἐκ τοῦ περὶ μέθης, DV p. 363: νόσου καὶ φθορᾶς αἴτιον απαιοευσια.)
Σαμουὴλ δὲ γέγονε μὲν ἴσως ἄνθρωπος, παρείληπται δ’ οὐχ ὡς σύνθετον ζῷον, ἀλλ’ ὡς νοῦς λατρείᾳ καὶ θεραπείᾳ θεοῦ μόνῃ χαίρων· ἑρμηνεύεται γὰρ τεταγμένος θεῷ διὰ τὸ τὰς πράξεις ὅσαι κατὰ κενὰς δόξας συνίστανται χαλεπὴν ἀταξίαν εἶναι νομίζειν.