De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ὅταν οὖν ὑπὸ τῆς ἰδέας πληχθεὶς ἕπηται τῇ τὰς κατὰ μέρος ἀρετὰς τυπούσῃ σφραγῖδι κατανοῶν καὶ καταπληττόμενος αὐτῆς τὸ θεοειδέστατον κάλλος ἤ τινι προσέρχηται δεξαμένῃ τὸν ἐκείνης χαρακτῆρα, λήθη μὲν ἀμαθίας καὶ ἀπαιδευσίας, μνήμη δὲ παιδείας καὶ ἐπιστήμης εὐθὺς ἐγγίνεται.

διὸ λέγει· „οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορεύησθε τῷ θυσιαστηρίῳ“. ταῦτα δ’ οὐκ ἀπαγορεύων μᾶλλον ἢ γνώμην ἀποφαινόμενος διεξέρχεται· τῷ μέν γε ἀπαγορεύοντι οἰκεῖον [*](1 ἀόρατα F2: ὁρατὰ GUF1L τὰ del. F2 3 ὁποῖον U 9 μηδέποθ’ ὑπὸ G θαλάσσης G 10 ἰδέας, #x003E; Coni. Cohn 11 τὸν] τὴν L εἶναι σύμβολον fort. 12 γε] γὰρ conicio αὐτῶ GF 13 φωτίζεται, ᾦ τὰ ἱερουργούμενα supplet Cohn 15 ἐνιδρῦσθαι U 20 post ἅπαξ inc. H fol. 369v, cf. ad. p. 190,26 εἰσιόντι F2H εἰσιόντας GUF1L 21 μόνω G1UF: μόνων Η, μόνος G2 21 ὁ om. H 25 ἡ scripsi: ἡ codd. προσέρχεται v ἐκείνω Η λήθης H 27 οὐ] οὐ μὴ U σὺ G: om. UFH 28 εἰσπορεύῃ F 28. 29 εἰς—προσπορεύησθε om. U, bis hab. H 28 ἡ] ἡ G 30 ἀπογορεύων (sic) U 30 μὲν γὰρ couicio, μέντοι v)

v.2.p.197
ἦν εἰπεῖν· οἶνον, ὅταν ἱερουργῆτε, μὴ πίνετε, τῷ δὲ γνώμην ἀποφαινομένῳ τὸ „οὐ πίεσθε“. καὶ γάρ ἐστιν ἀμήχανον τὸ μέθης καὶ παροινίας ψυχῆς αἴτιον, ἀπαιδευσίαν, προσίεσθαι τὸν ταῖς γενικαῖς καὶ κατ’ εἶδος ἀρεταῖς ἐμμελετῶντα καὶ ἐγχορεύοντα.

τὴν δὲ „σκηνὴν μαρτυρίου“ καλεῖ πολλάκις, ἤτοι παρόσον ὁ ἀψευδὴς θεὸς ἀρετῆς ἐστι μάρτυς, ᾧ καλὸν καὶ σύμφορον προσέχειν, ἢ παρόσον ἡ ἀρετὴ βεβαιότητα ταῖς ψυχαῖς ἐντίθησι τοὺς ἐνδοιάζοντας καὶ ἐπαμφοτερίζοντας λογισμοὺς ἀνὰ κράτος ἐκτέμνουσα καὶ ὥσπερ ἐν δικαστηρίῳ τῷ βίῳ τἀληθὲς ἀνακαλύπτουσα.

λέγει δὲ ὅτι οὐδ’ ἀποθανεῖται ὁ νηφάλια θύων, ὡς ἀπαιδευσίας μὲν θάνατον ἐπιφερούσης, παιδείας δὲ ἀφθαρσίαν· καθάπερ γὰρ ἐν τοῖς σώμασιν ἡμῶν νόσος μὲν διαλύσεως, ὑγεία δὲ σωτηρίας αἰτία, τὸν αὐτὸν τρόπον καὶ ἐν ταῖς ψυχαῖς τὸ μὲν σῷζόν ἐστι φρόνησις —ὑγεία γάρ τις αὕτη διανοίας—, τὸ δὲ φθεῖρον ἀφροσύνη νόσον ἀνίατον κατασκήπτουσα.