De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
λεγέτω μετὰ παρρησίας, ὅτι οὐδὲν τῶν ἐν ὕλαις κραταιὸν οὕτως, ὡς τὸν κόσμον ἀχθοφορεῖν ἰσχῦσαι, λόγος δὲ ὁ ἀίδιος θεοῦ τοῦ αἰωνίου τὸ ὀχυρώτατον καὶ βεβαιότατον ἔρεισμα τῶν ὅλων ἐστίν.
οὗτος ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα ταθεὶς δολιχεύει τὸν τῆς φύσεως δρόμον ἀήττητον συνάγων τὰ μέρη πάντα καὶ σφίγγων· δεσμὸν γὰρ αὐτὸν ἄρρηκτον τοῦ παντὸς ὁ γεννήσας ἐποίει πατήρ.
εἰκότως οὖν οὐδὲ γῆ πᾶσα διαλυθήσεται πρὸς παντὸς ὕδατος, ὅπερ αὐτῆς οἱ κόλποι κεχωρήκασιν, οὐδ’ ὑπὸ ἀέρος σβεσθήσεται πῦρ, οὐδ’ ἔμπαλιν ὑπὸ πυρὸς ἀὴρ ἀναφλεχθήσεται, τοῦ θείου λόγου μεθόριον τάττοντος αὑτὸν καθάπερ φωνήεντα στοιχείων ἀφώνων, ἵνα τὸ ὅλον ὥσπερ ἐπὶ τῆς ἐγγραμμάτου φωνῆς συνηχήσῃ, τὰς τῶν ἐναντίων ἀπειλὰς πειθοῖ τῇ συναγωγῷ μεσιτεύοντός τε καὶ διαιτῶντος.
Οὕτως μὲν δὴ τὸ παμφορώτατον φυτὸν ἐρριζοῦτο καὶ ῥιζωθὲν ἐκρατεῖτο· τῶν δὲ ἐν μέρει καὶ βραχυτέρων φυτῶν τὰ μὲν μεταβατικῶς κινητά, τὰ δὲ ἄνευ μεταβάσεως ὡς ἂν ἑστῶτα κατὰ τὸν αὐτὸν τόπον ἐδημιουργεῖτο.
τὰ μὲν οὖν μεταβατικῇ κινήσει χρώμενα, ἃ δή φαμεν ἡμεῖς ζῷα εἶναι, ταῖς τοῦ παντὸς ὁλοσχερεστέραις προσεγένετο μοίραις, γῇ μὲν τὰ χερσαῖα, πλωτὰ δὲ ὕδατι, τὰ δὲ πτηνὰ ἀέρι καὶ τὰ πυρίγονα πυρί, ὧν τὴν γένεσιν ἀριδηλοτέραν κατὰ Μακεδονίαν λόγος ἔχει [*](1 δυσωπείας F; δυστροπίας Eus (sed δυσωπίας cod. I) 2 τῶν ἐνύλων Eus codd. plerique ἐν oin. Uar 3 ἀχθηφορεῖν Ε λόγος Eus: νόμος codd. E 3. 4 ὁχυρότατον G 4 ἐστί M 5 ἐπὶ] ἐστὶ Γ’ τὸν] τὸ F 5. G τὸν φύσεως Eus 6 ἀήττητον δρόμον Eus ἀήττητος conicio συσφίγγων Eus codd. nonnulli πάντα τὰ μέρη Ε συνάγων] συνέχων coni. Mang. 7 αὐτῶν U, om. Ε ἄρρητον Eus codd. nonnuUi 8. 9 ter οὔτε conicio 8 πρὸς] καὶ G παντὸς om. E 9 οὐδὲ MGF ὑπ’ Ε, ἀπὸ M 10 λόγου Eus: νόμου codd. 11 αὑτὸν Eus H2: αὐτὸν ceteri καθάπερ om. Eus 11—13 καθάπερ—διαιτῶντες om. 11 φωνάεντα G, φωνῆεν Eus, φωνῆέν τι conicio στοιχεῖα U 12 ἐγγράμμου Eus φωνῆς Mang.: μούσης codd., μουσικῆς Eus 13 συναγωγῷ scripsi: συνόδω codd. Eus 14 οὕτως MGF: οὕτω UH, οὔπω E ἐριζοῦτο U, ἐκραταιοῦτο coni. Mang. 16 ἀνεστῶτα G1, ἐνεστῶτα M 18 προσενέμετο conicio 19 τῶ ὕδατι UE πτηνὰ δὲ E καὶ τὰ GUFH: τὰ δὲ M 19—136, 1 καὶ τὰ—προφαίνεσθαι οm. E 20 κατὰ Μακεδονίαν om. M) [*](1—13 Euseb. Pr. ev. VII 13 καὶ ἐν τῷ δευτέρῳ δὲ πάλιν ὁ αὐτὸς τάδε γράφει πρὸς Τὰς δυστροπίας—διαιτῶντος.)
τὰ δὲ ἀφαντάστῳ φύσει διοικούμενα, ἅπερ ἰδίως λέγεται φυτά, μεταβατικῆς κινήσεως ἀμέτοχα. διττὰ δὲ ἔν τε γῇ καὶ ἀέρι γένη ὁ ποιῶν ἐποίει.
ἀέρι μὲν τὰ πτηνὰ καὶ αἰσθητὰ καὶ δυνάμεις ἄλλας αἰσθήσει οὐδαμῇ οὐδαμῶς καταλαμβανομένας—ψυχῶν ὁ θίασος οὗτος ἀσωμάτων ἐστὶ διακεκοσμημένων οὐ ταῖς αὐταῖς ἐν τάξεσι· τὰς μὲν γὰρ εἰσκρίνεσθαι λόγος ἔχει σώμασι θνητοῖς καὶ κατά τινας ὡρισμένας περιόδους ἀπαλλάττεσθαι πάλιν, τὰς δὲ θειοτέρας κατασκευῆς λαχούσας ἅπαντος ἀλογεῖν τοῦ γῆς χωρίου, ἀνωτάτω δ’ εἶναι πρὸς αὐτῷ τῷ αἰθέρι τὰς καθαρωτάτας, ἃς οἱ μὲν παρ’ Ἕλλησι φιλοσοφήσαντες ἥρωας καλοῦσι, Μωυσῆς δὲ ὀνόματι εὐθυβόλῳ χρώμενος ἀγγέλους προσαγορεύει, πρεσβευομένας καὶ διαγγελλούσας τά τε παρὰ τοῦ ἡγεμόνος τοῖς ὑπηκόοις ἀγαθὰ καὶ τῷ βασιλεῖ ὧν εἰσιν οἱ ὑπήκοοι χρεῖοι —, γῇ δὲ ζῷά τε χερσαῖα καὶ φυτά, δύο πάλιν, προσένειμε, τὴν αὐτὴν μητέρα τε βουληθεὶς εἶναι καὶ τροφόν·
καθάπερ γὰρ γυναικὶ καὶ παντὶ τῷ θήλει πηγαὶ πρὸς τῷ μέλλειν ἀποκυΐσκειν ἀναχέονται γάλακτος, ἵνα τοῖς γεννωμένοις ἄρδωσι τὰς ἀναγκαίας καὶ ἁρμοττούσας τροφάς, τὸν αὐτὸν τρόπον καὶ τῇ χερσαίων ζῴων μητρὶ γῇ πάσας φυτῶν προσένειμεν ἰδέας, ἵνα συγγενέσι καὶ μὴ ὀθνείοις τροφαῖς τὰ γεννώμενα [*](1 καὶ οἱ ἀστέρες Μang.: τοὺς ἀστέρας ἐν codd., τοὺς ἀστέρας δὲ ἐν E, καὶ τῶν ἀστέρων ἐν Turn. 1 ἡ ζῷα—ἀμέτοχα om. E 1 γὰρ] δὲ M τούτους] ταῦτα G 2 ὧν addidi πλανῆται U ἑαυτῶν κινούμενοι conicio 5 δὲ E: codd. γῆ καὶ ὕδατι καὶ E 6 μὲν] μὲν γὰρ conicio καὶ post om. Turu. καὶ αἰσθητὰ om. E 8 οὐ ταῖς Turn.: οὔσαις codd. E τάξεσιν U 11 τῆς τῆς E πρὸς] καὶ M 13 καλεῖν M post καλοῦσι add. καὶ δαίμονας E εὐθυβόλῳ χρώμενος ὀνόματι E 14 διαγγελούσας MGU παρὰ] περὶ M 15 ὧν] ὧ L οἱ ὑπήκοοι Ma: ὑπήκοοι ceteri 16 τε] τε καὶ M δύο γένη conicio 17 μητέρα τε scripsi: τε μητέρα γὰρ GH: καὶ MUF 18 πρὸς] ἀπὸ M πρὸ τοῦ μέλλειν conicio τῶ codd.: τὸ Turn. ἀναχέονται scripsi; ἀποχέονται codd. 20 καὶ post χερσαίων add. M 21 ὀθνείαις GF) [*](14. 15 cf. ad p. 45,2 16—137, 1 sic partim amplificavit partim contraxit E II p. 605, 26 Mang.: ὕδατι δὲ ζῷα πλωτὰ καὶ ζωόφυτα, τῇ γῆ δ’ αὖ ζῷά τε χερσαῖα καὶ φυτά, καὶ τὰ μὲν φυτὰ κατωκάρα, pergit usque ad p. 137,17 γεγονότων (II 606,9 M))
καὶ μὴν τὰ μὲν φυτὰ κατωκάρα ἀπειργάζετο τὰς κεφαλὰς αὐτῶν ἐν τοῖς βαθυγειοτάτοις γῆς μέρεσι πήξας, ζῴων δὲ τῶν ἀλόγων τὰς κεφαλὰς ἀνελκύσας ἀπὸ γῆς ἐπὶ προμήκους αὐχένος ἄκρας ἡρμόζετο τῷ αὐχένι ὥσπερ ἐπίβασιν τοὺς ἐμπροσθίους πόδας θείς.
ἐξαιρέτου δὲ τῆς κατασκευῆς ἔλαχεν ἄνθρωπος· τῶν μὲν γὰρ ἄλλων τὰς ὄψεις περιήγαγε κάτω κάμψας, διὸ νένευκε πρὸς χέρσον, ἀνθρώπου δὲ ἔμπαλιν ἀνώρθωσεν, ἵνα τὸν οὐρανὸν καταθεᾶται, φυτὸν οὐκ ἐπίγειον ἀλλ’ οὐράνιον, ὡς ὁ παλαιὸς λόγος, ὑπάρχων.
ἀλλ’ οἱ μὲν ἄλλοι τῆς αἰθερίου φύσεως τὸν ἡμέτερον νοῦν μοῖραν εἰπόντες εἶναι συγγένειαν ἀνθρώπῳ πρὸς αἰθέρα συνῆψαν. ὁ δὲ μέγας Μωυσῆς οὐδενὶ τῶν γεγονότων τῆς λογικῆς ψυχῆς τὸ εἶδος ὡμοίωσεν, ἀλλ’ εἶπεν αὐτὴν τοῦ θείου καὶ ἀοράτου πνεύματος ἐκείνου δόκιμον εἶναι νόμισμα σημειωθὲν καὶ τυπωθὲν σφραγῖδι θεοῦ, ἧς ὁ χαρακτήρ ἐστιν ὁ ἀίδιος λόγος· „ἐνέπνευσε“
γάρ φησιν „ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς“ (Gen. 2,7), ὥστε ἀνάγκη πρὸς τὸν ἐκπέμποντα τὸν δεχόμενον ἀπεικονίσθαι· διὸ καὶ λέγεται κατ’ εἰκόνα θεοῦ τὸν ἄνθρωπον γεγενῆσθαι (Gen. 1,27), οὐ μὴν κατ’ εἰκόνα τινὸς τῶν γεγονότων.
ἀκόλουθον οὖν ἦν τῆς ἀνθρώπου ψυχῆς κατὰ τὸν ἀρχέτυπον τοῦ αἰτίου λόγον ἀπεικονισθείσης [*](1 κατωκάρα] κάτω, tum spat. 4 litt. M ἀπειργάζετο R: ἀνειργάζετο codd., εἰργάσατο Ε 1.2 αὐτῶν τοῖς βαθέσι τοῖς τῆς γῆς E γῆς om. L 3 αὐχένας M 6 κύψας Ε δ’ U 7 οὐρανὸν] ἄνον Μ ὁ om. E 8 ὑπάρχων om. E 9 τοῦ ἀνθρώπου Eus 10 ἀνῆψαν Η δὲ δὴ E Μώσης Eus 11 ὡμοίωσεν Eus: ὁμοίως ὠνόμασεν codd. E 12 ἀκηράτου coni. Mang. πνεύματος Eus: θεοῦ codd. E, om. v ἐκείνου ’UFH (postea del. H) Eus: εἰκόνα G2 Turn., ἐκείνου εἰκόνα E 12. 13 δόκιμον—χαρακτὴρ om. F 12 νόμισμα Eus: νομίσας codd. E σημειωθὲν Eus: ἧς εἴωθε GUE, εἴωθε M, οὐσιωθεῖσαν Η 12. 13 τυπωθὲν MGUE Eus: τυπωθεῖσαν Η 13 σφραγῖδι UFH2 Eus: σφραγῖδα ΜG(H1)E alterum ὁ GUF Eus Ε: om. MH 14 φησίν om. M post ζωῆς add. καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν Eus 15 ἐμπνέοντα coni. Mang. ἀπεικονίζεσθαι Eus codd. nonnulli Ε, ἀπεικάζεσθαι Eus codd. OG alii διὸ (pro διὸ spatium in U) καὶ τὸν ἄνθρωπον κατ’ εἰκόνα φασὶ θεοῦ γεγενῆσθαι UE 16 γενέσθαι Eus, γενέσθαι τὸν ἄνθρωπον Eus codd. OG alii 17 τῶν γεγονότων τινὸς Eus codd. OG alii ἦν Eus: om. codd. 18 λόγου M(G1)) [*](1 R fol. 91r τοῦ αὐτοῦ: καὶ μὴν τὰ μὲν φυτὰ κατωκάρα ἀπειργάζετο: τὸ λεγόμενον παρὰ τοῖς ἰδιώταις κατακέφαλα 8—138,2 Euseb. Pr. Ev. VII 18 καὶ ταῦτα δὲ πάλιν Ἑβραῖος ἑρμηνεύει Φίλων ταῖς ἐκτεθείσαις αὐτοῦ φωναῖς ἔτι καὶ τάδε ἐπιλέγων: Ἀλλ’ οἱ μὲν—ἀνατεῖναι.)
ἐπειδὴ τοίνυν τὴν πρὸς τὸ ὂν διανοίας ὁλκὴν ἀμήχανον ἦν ἰδεῖν ὅτι μὴ τοὺς ἀχθέντας πρὸς αὐτοῦ μόνους — ὃ γὰρ πέπονθεν ἕκαστος, αὐτὸς ἐξαιρέτως οἶδεν —, εἴδωλον ἐναργὲς ἀειδοῦς ὄμματος τὰ τοῦ σώματος ποιεῖ δυνάμενα πρὸς αἰθέρα ἀπονεύειν.
ὁπότε γὰρ οἱ ἐκ φθαρτῆς παγέντες ὕλης ὀφθαλμοὶ τοσοῦτον ἐπέβησαν, ὡς ἀπὸ τοῦ τῆς γῆς χωρίου πρὸς τὸν μακρὰν οὕτως ἀφεστῶτα ἀνατρέχειν οὐρανὸν καὶ ψαύειν τῶν περάτων αὐτοῦ, πόσον τινὰ χρὴ νομίσαι τὸν πάντῃ δρόμον τῶν ψυχῆς ὀμμάτων; ἅπερ ὑπὸ πολλοῦ τοῦ τὸ ὂν κατιδεῖν τηλαυγῶς ἱμέρου πτερωθέντα οὐ μόνον πρὸς τὸν ἔσχατον αἰθέρα τείνεται, παραμειψάμενα δὲ
καὶ παντὸς τοῦ κόσμου τοὺς ὅρους ἐπείγεται πρὸς τὸν ἀγένητον. διὰ τοῦτο ἐν τοῖς χρησμοῖς οἱ σοφίας καὶ ἐπιστήμης ἄπληστοι διατελοῦντες ἀνακεκλῆσθαι λέγονται· πρὸς γὰρ τὸ θεῖον ἄνω καλεῖσθαι θέμις τοὺς ὑπ’ αὐτοῦ καταπνευσθέντας.
δεινὸν γάρ, εἰ τυφῶσι μὲν καὶ ἁρπυίαις αὐτόπρεμνα δένδρα πρὸς ἀέρα ἀνασπᾶται καὶ μυριάγωγα σκάφη βρίθοντα φόρτῳ καθάπερ τινὰ τῶν κουφοτάτων ἐκ μέσων τῶν πελαγῶν ἀναρπάζεται καὶ λίμναι καὶ ποταμοὶ μετάρσιοι φέρονται, τοὺς γῆς κόλπους ἐκλιπόντος τοῦ ῥεύματος, ὅπερ ἀνιμήσαντο αἱ τῶν ἀνέμων κραταιόταται καὶ πολυπλοκώταται δῖναι, τῇ δὲ τοῦ θείου πνεύματος καὶ πάντα δυνατοῦ καὶ τὰ κάτω νικῶντος φύσει κοῦφον ὁ νοῦς ὢν οὐκ ἐπελαφρίζεται καὶ πρὸς μήκιστον ὕψος ἐξαίρεται, καὶ μάλιστα ὁ τοῦ φιλοσοφήσαντος ἀνόθως.