De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
Ἐν μὲν τῷ προτέρῳ βιβλίῳ τὰ περὶ γεωργικῆς τέχνης γενικῆς, ὅσα καιρὸς ἦν, εἴπομεν, ἐν δὲ τούτῳ περὶ τῆς κατ’ εἶδος ἀμπελουργικῆς, ὡς ἂν οἷόν τε ᾖ, ἀποδώσομεν. τὸν γὰρ δίκαιον οὐ γεωργὸν μόνον, ἀλλὰ καὶ ἰδίως ἀμπελουργὸν εἰσάγει φάσκων· „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα“ (Gen. 9, 20).
προσήκει δὲ τὸν μέλλοντα περὶ τῶν κατὰ μέρος φυτουργιῶν τε καὶ γεωργιῶν διεξιέναι κατανοῆσαι πρῶτον τὰ τελειότατα τοῦ παντὸς φυτὰ καὶ τὸν μέγαν φυτουργὸν καὶ ἐπιστάτην αὐτῶν. ὁ μὲν τοίνυν τῶν φυτουργῶν μέγιστος καὶ τὴν τέχνην τελειότατος ὁ τῶν ὅλων ἡγεμών ἐστι, φυτὸν δὲ αὖ περιέχον ἐν ἑαυτῷ τὰ ἐν μέρει φυτὰ ἅμα παμμυρία καθάπερ κληματίδας ἐκ μιᾶς ἀναβλαστάνοντα ῥίζης ὅδε ὁ κόσμος.
ἐπειδὴ γὰρ τὴν οὐσίαν ἄτακτον καὶ συγκεχυμένην οὖσαν ἐξ αὑτῆς εἰς τάξιν ἐξ ἀταξίας καὶ ἐκ συγχύσεως εἰς διάκρισιν ἄγων ὁ κοσμοπλάστης μορφοῦν ἤρξατο, γῆν μὲν καὶ ὕδωρ ἐπὶ τὸ μέσον ἐρρίζου, τὰ δὲ ἀέρος καὶ πυρὸς δένδρα πρὸς τὴν μετάρσιον ἀνεῖλκεν ἀπὸ τοῦ μέσου χώραν, τὸν [*](περὶ φυτουργίας Νῶε τὸ β΄ M: περὶ φυτουργίας Νῶε G, Φίλωνος σοφοῦ περὶ φυτουργίας τὸ δεύτερον Νῶε λόγος ία U, περὶ φυτουργίας τὸ δεύτερον Νῶε FH 1 πρώτω L τὰ fort. cranspon. in lin. 2 ante περὶ γενικῆς MGUF: γενικῶς Η 2 ante περὶ ras. in H τὰ περὶ Η1 ?) 3 ἀποδώσωμεν G 4 φάσκων om. M 6 φυτουργιῶν scripsi: φυτῶν codd., φυτειῶν coni. Mang. γεωργιῶν] ἐνεργειῶν Η 8 μέγαν om. G 10 αὖ scripsi: οὐ codd. περιέχων G τὰ om. L ἅμα scripsi: ἀλλὰ codd. 11 ὅδ’ U 12 καὶ om. r ἐξ αὑτῆς om. E αὑτῆς Η2. αὑτῆς ceteri 13 μορφὴν U, κοσμεῖν E 14 καὶ om. F ἐρίζου M δ’ E) [*](11—136,15 ἐπειδὴ—χρεῖοι exstant in Epitome Περὶ κόσμου Mang. II p. 603,6—604,38.)
πῶς γὰρ οὐ τεράστιον ὑπὸ μὲν τοῦ λυομένου συνέχεσθα τὸ λύον, πρὸς γῆς ὕδωρ, ἐπὶ δὲ τῷ ψυχροτάτῳ τὸ θερμότατον ἄσβεστον ἱδρῦσθαι, πῦρ ἐπὶ ἀέρι; καὶ ταῦτα μὲν τὰ τέλεια τοῦ παντὸς ἦν μοσχεύματα, τὸ δὲ παμμέγεθες καὶ παμφορώτατον ἔρνος ὁ κόσμος οὗτος, οὗ παραφυάδες οἱ εἰρημένοι βλαστοί.
Ὅπου ποτ’ οὖν ἄρα τὰς ῥίζας καθῆκε καὶ τίς ἐστιν αὐτῷ βάσις, ἐφ’ ἧς ὥσπερ ἀνδριὰς ἐρήρεισται, σκεπτέον. σῶμα μὲν οὖν οὐδὲν ἀπολειφθὲν εἰκὸς ἔξω πλανᾶσθαι πᾶσαν τὴν δι’ ὅλων ὕλην ἐργασαμένου καὶ διακοσμήσαντος θεοῦ·
τελειότατον γὰρ ἥρμοττε τὸ μέγιστον τῶν ἔργων τῷ μεγίστῳ δημιουργῷ διαπλάσασθαι, τελειότατον δὲ οὐκ ἂν ἦν, εἰ μὴ τελείοις συνεπληροῦτο μέρεσιν· ὥστε ἐκ γῆς ἁπάσης καὶ παντὸς ὕδατος καὶ ἀέρος καὶ πυρός, μηδενὸς ἔξω μηδὲ τοῦ βραχυτάτου καταλειφθέντος, συνέστη ὅδε ὁ κόσμος.
ἀνάγκη τοίνυν ἐκτὸς ἢ κενὸν ἢ μηδὲν εἶναι. εἰ μὲν δὴ κενόν, πῶς τὸ πλῆρες καὶ ναστὸν καὶ τῶν ὄντων βαρύτατον οὐ βρίθει ταλαντεῦον στερεοῦ μηδενὸς ἐπερείδοντος; ἐξ οὗ φάσματι ἂν ἐοικέναι δόξαι, ζητούσης ἀεὶ τῆς διανοίας βάσιν σωματικήν, ἣν πᾶν ἔχειν εἰκός, ἐάν τι κινούμενον τυγχάνῃ, τὸν δὲ δὴ κόσμον καὶ διαφερόντως, ὅτι τὸ μέγιστον σωμάτων ἐστὶ καὶ πλῆθος ἄλλων σωμάτων ὡς οἰκεῖα ἐγκεκόλπισται μέρη. [*](1 ὀχυροῦτο M 2 αὐτῶ U ὁ οὐρανὸς UF καὶ addidi 2—7 ὀχεῖσθαι—ἀέρι om. Ε 3 δέος Mang.: δέον MGFH, δὲ alterum ὕδατι] ἔλατι M, ὑγρότητι conicio 4. 5 θαυμαστοποιὸς H 6 τῶν ψυχροτάτων H 7 ἱδρῦσθαι scripsi: ἱδρύσασθαι eodd. 8 οὗ MFHE: οὐ U, om. G 10 οὑν secludit Cohn καθῆκεν U 11 ἐρήρισται MG οὖν GH2: om. MUFH1E 12 πᾶσαν om. E 13 διακοσμήσαντος] οἰκονομήσαντος L 15 δ’ D 15. 16 ὥστε εἰ τῆς ἁπάσης ὕλης μηδὲν ἔξω μηδὲ τῆς βραχυτάτης καταλειφθείσης E 15 ἐκ] εἰ GFE 15. 16 ἐκ γῆς ἀπάσης] spat. 8—9 litt. M 16 μηδέ om. G 17 ὅδ’ τοίνυν] λοιπὸν b 18 bis καινὸν G πῶς] πρὸς G τὸ πλῆρες H: τὸν πλήρης M, τὸν πλήρη GUFE 19 τῶν corr. in τὸν G οὐ βρίθει] ὑβρίσθη U, εὑρέθη E ταλαντεύων M 19. 20 ὑπερείδοντος conicio 20 ἔξω; ὃ φάσματι conicio φασματίαν F 21 ἣν add. in appendice Turn. πᾶν] ποίαν Η τι Turn.: τε codd., γε Ε (probat Cohn) 22 δὲ] τε G 23 ἄλλων om. M ἐγκαλλώπισται MG, ἐγκεκολωπίσθαι F)