De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

λεγέτω μετὰ παρρησίας, ὅτι οὐδὲν τῶν ἐν ὕλαις κραταιὸν οὕτως, ὡς τὸν κόσμον ἀχθοφορεῖν ἰσχῦσαι, λόγος δὲ ὁ ἀίδιος θεοῦ τοῦ αἰωνίου τὸ ὀχυρώτατον καὶ βεβαιότατον ἔρεισμα τῶν ὅλων ἐστίν.

οὗτος ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα ταθεὶς δολιχεύει τὸν τῆς φύσεως δρόμον ἀήττητον συνάγων τὰ μέρη πάντα καὶ σφίγγων· δεσμὸν γὰρ αὐτὸν ἄρρηκτον τοῦ παντὸς ὁ γεννήσας ἐποίει πατήρ.

εἰκότως οὖν οὐδὲ γῆ πᾶσα διαλυθήσεται πρὸς παντὸς ὕδατος, ὅπερ αὐτῆς οἱ κόλποι κεχωρήκασιν, οὐδ’ ὑπὸ ἀέρος σβεσθήσεται πῦρ, οὐδ’ ἔμπαλιν ὑπὸ πυρὸς ἀὴρ ἀναφλεχθήσεται, τοῦ θείου λόγου μεθόριον τάττοντος αὑτὸν καθάπερ φωνήεντα στοιχείων ἀφώνων, ἵνα τὸ ὅλον ὥσπερ ἐπὶ τῆς ἐγγραμμάτου φωνῆς συνηχήσῃ, τὰς τῶν ἐναντίων ἀπειλὰς πειθοῖ τῇ συναγωγῷ μεσιτεύοντός τε καὶ διαιτῶντος.

Οὕτως μὲν δὴ τὸ παμφορώτατον φυτὸν ἐρριζοῦτο καὶ ῥιζωθὲν ἐκρατεῖτο· τῶν δὲ ἐν μέρει καὶ βραχυτέρων φυτῶν τὰ μὲν μεταβατικῶς κινητά, τὰ δὲ ἄνευ μεταβάσεως ὡς ἂν ἑστῶτα κατὰ τὸν αὐτὸν τόπον ἐδημιουργεῖτο.

τὰ μὲν οὖν μεταβατικῇ κινήσει χρώμενα, ἃ δή φαμεν ἡμεῖς ζῷα εἶναι, ταῖς τοῦ παντὸς ὁλοσχερεστέραις προσεγένετο μοίραις, γῇ μὲν τὰ χερσαῖα, πλωτὰ δὲ ὕδατι, τὰ δὲ πτηνὰ ἀέρι καὶ τὰ πυρίγονα πυρί, ὧν τὴν γένεσιν ἀριδηλοτέραν κατὰ Μακεδονίαν λόγος ἔχει [*](1 δυσωπείας F; δυστροπίας Eus (sed δυσωπίας cod. I) 2 τῶν ἐνύλων Eus codd. plerique ἐν oin. Uar 3 ἀχθηφορεῖν Ε λόγος Eus: νόμος codd. E 3. 4 ὁχυρότατον G 4 ἐστί M 5 ἐπὶ] ἐστὶ Γ’ τὸν] τὸ F 5. G τὸν φύσεως Eus 6 ἀήττητον δρόμον Eus ἀήττητος conicio συσφίγγων Eus codd. nonnulli πάντα τὰ μέρη Ε συνάγων] συνέχων coni. Mang. 7 αὐτῶν U, om. Ε ἄρρητον Eus codd. nonnuUi 8. 9 ter οὔτε conicio 8 πρὸς] καὶ G παντὸς om. E 9 οὐδὲ MGF ὑπ’ Ε, ἀπὸ M 10 λόγου Eus: νόμου codd. 11 αὑτὸν Eus H2: αὐτὸν ceteri καθάπερ om. Eus 11—13 καθάπερ—διαιτῶντες om. 11 φωνάεντα G, φωνῆεν Eus, φωνῆέν τι conicio στοιχεῖα U 12 ἐγγράμμου Eus φωνῆς Mang.: μούσης codd., μουσικῆς Eus 13 συναγωγῷ scripsi: συνόδω codd. Eus 14 οὕτως MGF: οὕτω UH, οὔπω E ἐριζοῦτο U, ἐκραταιοῦτο coni. Mang. 16 ἀνεστῶτα G1, ἐνεστῶτα M 18 προσενέμετο conicio 19 τῶ ὕδατι UE πτηνὰ δὲ E καὶ τὰ GUFH: τὰ δὲ M 19—136, 1 καὶ τὰ—προφαίνεσθαι οm. E 20 κατὰ Μακεδονίαν om. M) [*](1—13 Euseb. Pr. ev. VII 13 καὶ ἐν τῷ δευτέρῳ δὲ πάλιν ὁ αὐτὸς τάδε γράφει πρὸς Τὰς δυστροπίας—διαιτῶντος.)

v.2.p.136
προφαίνεσθαι, καὶ οἱ ἀστέρες οὐρανῷ—ζῷα γὰρ καὶ τούτους νοερὰ δι’ ὅλων φασὶν οἱ φιλοσοφήσαντες —, ὧν οἱ μὲν πλάνητες ἐξ ἑαυτῶν, οἱ δ’ ἀπλανεῖς τῇ τοῦ παντὸς συμπεριαγόμενοι φορᾷ τόπους ἐναλλάττειν δοκοῦσι.

τὰ δὲ ἀφαντάστῳ φύσει διοικούμενα, ἅπερ ἰδίως λέγεται φυτά, μεταβατικῆς κινήσεως ἀμέτοχα. διττὰ δὲ ἔν τε γῇ καὶ ἀέρι γένη ὁ ποιῶν ἐποίει.

ἀέρι μὲν τὰ πτηνὰ καὶ αἰσθητὰ καὶ δυνάμεις ἄλλας αἰσθήσει οὐδαμῇ οὐδαμῶς καταλαμβανομένας—ψυχῶν ὁ θίασος οὗτος ἀσωμάτων ἐστὶ διακεκοσμημένων οὐ ταῖς αὐταῖς ἐν τάξεσι· τὰς μὲν γὰρ εἰσκρίνεσθαι λόγος ἔχει σώμασι θνητοῖς καὶ κατά τινας ὡρισμένας περιόδους ἀπαλλάττεσθαι πάλιν, τὰς δὲ θειοτέρας κατασκευῆς λαχούσας ἅπαντος ἀλογεῖν τοῦ γῆς χωρίου, ἀνωτάτω δ’ εἶναι πρὸς αὐτῷ τῷ αἰθέρι τὰς καθαρωτάτας, ἃς οἱ μὲν παρ’ Ἕλλησι φιλοσοφήσαντες ἥρωας καλοῦσι, Μωυσῆς δὲ ὀνόματι εὐθυβόλῳ χρώμενος ἀγγέλους προσαγορεύει, πρεσβευομένας καὶ διαγγελλούσας τά τε παρὰ τοῦ ἡγεμόνος τοῖς ὑπηκόοις ἀγαθὰ καὶ τῷ βασιλεῖ ὧν εἰσιν οἱ ὑπήκοοι χρεῖοι —, γῇ δὲ ζῷά τε χερσαῖα καὶ φυτά, δύο πάλιν, προσένειμε, τὴν αὐτὴν μητέρα τε βουληθεὶς εἶναι καὶ τροφόν·