De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τόπος δ’ ἐστὶν οἰκειότατος τῷ φυτῷ τὸ φρέαρ, ὃ κέκληται ὅρκος, ἐν ᾧ κατέχει λόγος μὴ ἀνευρεθῆναι ὕδωρ· „παραγενόμενοι“ γάρ φησιν „οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν, καὶ εἶπον· οὐχ εὕρομεν ὕδωρ, καὶ ἐκάλεσεν αὐτὸ ὅρκος“ (Gen. 26, 32. 33). τοῦτο δὲ ἣν ἔχει δύναμιν θεασώμεθα·
οἱ τὴν τῶν ὄντων φύσιν διερευνῶντες καὶ τὰς περὶ ἑκάστων ζητήσεις μὴ ὀλιγώρως ποιούμενοι παραπλήσια ποιοῦσι τοῖς τὰ φρέατα ὀρύττουσι· καὶ γὰρ ἐκεῖνοι τὰς ἐν ἀφανεῖ πηγὰς ἀναζητοῦσι. καὶ κοινὸς μὲν πόθος ἅπασίν ἐστι ποτὸν ἀνευρεῖν, ἀλλὰ τοῖς μὲν δι’ οὗ σῶμα, τοῖς δὲ δι’ οὗ ψυχὴ πέφυκε τρέφεσθαι.
ὥσπερ οὖν ἔνιοι τῶν ἀνατεμνόντων τὰ φρέατα τὸ ζητούμενον ὕδωρ πολλάκις οὐχ εὗρον, οὕτως οἱ προσωτέρω χωροῦντες τῶν ἐπιστημῶν καὶ ἐπὶ πλέον ἐμβαθύνοντες αὐταῖς ἀδυνατοῦσι τοῦ τέλους ἐπιψαῦσαι. τοὺς γοῦν πολυμαθεῖς φασιν ἀμαθίαν δεινὴν ἑαυτῶν κατηγορεῖν, μόνον γὰρ ὅσον τοῦ ἀληθοῦς ὑστερίζουσιν ᾔσθοντο. καί τινα τῶν παλαιῶν λόγος ἔχει θαυμαζόμενον ἐπὶ σοφίᾳ εἰκότως φάναι θαυμάζεσθαι· μόνον γὰρ εἰδέναι ὅτι οὐδὲν οἶδεν.
ἑλοῦ δ’ εἰ θέλεις ἣν ἂν διανοηθῇς μικρὰν ἢ μείζονα τέχνην καὶ τὸν κατὰ ταύτην γενόμενον ἄριστόν τε καὶ δοκιμώτατον, εἶτα κατανόησον εἰ τὰ ἐπαγγέλματα τῆς τέχνης ἰσάζει τοῖς ἔργοις τοῦ τεχνίτου· σκοπῶν γὰρ εὑρήσεις ταῦτα ἐκείνων οὐ βραχέσιν ἀλλὰ μεγάλοις διαστήμασιν ἀποδέοντα, σχεδὸν ἀδυνάτου καθεστῶτος πρὸς ἡντινοῦν τελειωθῆναι τέχνην πηγῆς τρόπον ἀεὶ καινουμένην καὶ θεωρημάτων παντοίων ἰδέας ἀνομβροῦσαν.
διὰ τοῦθ’ ὅρκος ὠνομάσθη προσφυέστατα τὸ πίστεως βεβαιοτάτης [*](2 ἵσταται G 3 ὡς ἄν εἰ G συμβόλων HL1: σύμβολον MGUFL2 πέρας] τέλος M 5 κάλιστον M post τίκτει add. ἧ G2, ὁ U 6 δ’ add. Mang. καλεῖται G 9 εἶπαν MH εὕρωμεν G αὐτῶ G 11 περὶ] παρ’ M ὀλιγόρως M 12 ὀρύττουσιν M 12. 13 ἐναφανεῖς G 13 ἅπασιν] ἀμφοτέροις conicio ἐστιν H 14 ψυχὴ] ἀρχὴ UF 16 οὐχ εὗρον G2H: ἀνεῦρον MUF(G1) 17 ἐμβαθύνοντες MUF: ἐμβαθοῦντες G, ἐμβατεύοντες Η 18 φησιν MF 22 μείζω M 25 ἀποδέοντας M, ἀποδέονται F 26 ἡντιναοῦν M 27 καινουμένην Mang.: κινουμένην codd. 28 βεβαιοτάτης MGDF: βεβαιότατον Η) [*](20 Platonis Apol. p. 21 D.)
ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τὰς ἄλλας ὅσαι περὶ ἡμᾶς δυνάμεις ὀλίγου δεῖν κεχώρηκεν· ὥσπερ γὰρ ἐν τῷ λεχθέντι φρέατι ὕδωρ φασὶ μὴ εὑρεθῆναι, οὕτως οὐδὲ ἐν ὀφθαλμοῖς τὸ ὁρατὸν οὐδ’ ἐν ὠσὶ τὸ ἀκούειν οὐδ’ ἐν μυκτῆρσι τὸ ὀσφραίνεσθαι οὐδὲ συνόλως ἐν αἰσθήσεως ὀργάνοις τὸ αἰσθάνεσθαι, κατὰ τὸ παραπλήσιον δὲ οὐδ’ ἐν νῷ τὸ καταλαμβάνειν.
πῶς γὰρ ἂν παρορᾶν ἢ παρακούειν ἢ παρανοεῖν συνέβαινεν, εἴπερ ἐν τούτοις πάγιαι ἦσαν αἱ ἀντιλήψεις ἑκάστου, ἀλλὰ μὴ ἐπ’ αὐτῶν θεοῦ σπείροντος