De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

οὐ γὰρ ἀπὸ γνησίου τοῦ πάθους, ἀλλ’ ὑποβολιμαίου καὶ νόθου, πρὸς τὴν θεωρίαν τῶν πραγμάτων, [*](2 alterum ὃ] ὁ MH, ὅπερ ὁ coni. Cohn 3 δεῖν H: δεῖ GUF, χρὴ M χρῆμα τῶν scripsi: χρημάτων codd. 3. 4 γνωρίζοντας scripsi: πορίζοντας codd. 4 ἀπογινώσκοντα M γεννητὰ UH τὸν] τὸ conicio ἀγέννητον GUH 5 τελειοτάτης UH 6 μηκέτ’ οὑν coni. Cohn ἡγεμόνας M μεγαλαυχήτωσαν H 8 γῆς om. M 9 πλήθει Turn. : πλήθη codd. μεγέθει U: μεγέθη ceteri 10 καὶ πελάγη M εἰ UH: ὁ MGF 11 ὃ μηδὲ H: ὃ μηδὲν U, οἱ μηδὲν MG, ἧ μηδὲν F ἣν H: ἡ, tum spatium 2 iitt. M, ἢ GUF μόνον M ἐξ ἀπάντων F 12 ἐπεκράτης (sic) G 15 βασιλικώτεροι GH: βασιλικώτερον MUF ἐκεῖνοι H: ἐκείνου MGUF 16 φάσκοντος G1 ἀφορῶντες εἰς om. M εἰς om. F 16. 17 τὴν τῶν ἐκτὸς coniclo 17 ἄδειαν 18 πλουσίων G δέ γε M οὕτω Η 18. 19 καὶ περιμάχητον om. G 19. 20 ἀξιόχρεων G2 20 αὐτοῖς G2 20. 21 τὸ δὲ δόγμα et τοῦτ’ conicio 21 δεδογμένα M ἐπαμφοτεριζόντων Turn. : ἐπ’ ἀμφοτέρων codd. ταῦτ’ Turn.: ταυτὸν codd. ἀλλὰ] ἀλλὰ τῶν Η 22 εὐσεβεία HL1 23 οὔτ’ M: οὔθ’ Η, οὔτε GUF 24 εἶναι om. Η)

v.2.p.148
εἴποιμ’ ἂν αὐτοῖς, ἥκετε· ἐν ἴσῳ γὰρ ᾠήθητε τὰ ἀμπέλων ἢ ἐλαιῶν ἢ τῶν ὁμοιοτρόπων κτήματα τῶν ἐχόντων καὶ σοφῶν τὸν θεὸν κλῆρον λέγεσθαι, καὶ οὐκ ἐνενοήσατε ὅτι καὶ ζωγράφοις ζωγραφία καὶ συνόλως τέχνη τῷ τεχνίτῃ λέγεται κλῆρος, οὐχ ὡς γήινον κτῆμα, ἀλλ’ ὡς ὀλύμπιον ἀγώνισμα.

δεσπόζεται γὰρ τῶν τοιούτων οὐδέν, ἀλλ’ ὠφελεῖ τοὺς ἔχοντας· ὥστε καὶ τὸ ὂν κλῆρον μὴ ὡς κτῆμα τούτοις ἐμφερὲς ἀκούετε τοῖς λεχθεῖσιν, ὦ συκοφάνται, ἀλλ’ ὡς ὠφελιμώτατον καὶ μεγίστων τοῖς θεραπεύειν ἀξιοῦσιν ἀγαθῶν αἴτιον.

Εἰρηκότες οὖν περὶ τοῦ πρώτου φυτουργοῦ καὶ φυτοῦ τὰ ἁρμόζοντα μέτιμεν ἑξῆς ἐπὶ τὰς τῶν μαθημάτων ἅμα καὶ μιμημάτων ἐπιμελείας. εὐθέως τοίνυν ὁ σοφὸς Ἀβραὰμ λέγεται „φυτεῦσαι ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπικαλέσαι τὸ ὄνομα κυρίου θεὸς αἰώνιος“ (Gen. 21, 33)· καὶ οὐ δεδήλωται τῶν φυτῶν ἡ ἰδιότης, ἀλλ’ αὐτὸ μόνον τοῦ χωρίου τὸ μέγεθος.

φασὶ δὲ οἷς ἔθος ἐρευνᾶν τὰ τοιαῦτα, πάντα θεοῦ ὅσα ἐν κτήμασιν ἠκριβῶσθαι διαφερόντως, καὶ τὸ δένδρον καὶ τὸ χωρίον καὶ τὸν τοῦ δένδρου καρπόν· τὸ μὲν οὖν δένδρον αὐτὴν εἶναι τὴν ἄρουραν, ἀλλ’ οὐχ ὁμοίαν τοῖς βλαστάνουσιν ἀπὸ γῆς, ἀλλὰ κατὰ τὴν τοῦ θεοφιλοῦς διάνοιαν ῥιζωθεῖσαν, τὸ δὲ χωρίον τὸ φρέαρ τοῦ ὅρκου, τὸν δὲ καρπὸν τὴν τοῦ κυρίου ὀνόματος μετάληψιν εἰς θεὸν αἰώνιον.

τὸν δὲ περὶ ἑκάστου τῶν προταθέντων εἰκότα λόγον ἀναγκαῖον προσαποδοῦναι· ἡ μὲν τοίνυν ἄρουρα μήκει πηχῶν οὖσα ἑκατὸν καὶ πλάτει τῶν ἴσων κατὰ τὴν τοῦ τετραγώνου φύσιν πολυπλασιασθέντων εἰς μυρίων ἀριθμὸν ἐπιπέδων συντίθεται πηχῶν.

ἔστι δὲ ὅρος οὗτος τῶν ἀπὸ μονάδος παραυξηθέντων ὁ μέγιστος καὶ τελειότατος, ὥστε ἀρχὴν μὲν ἀριθμῶν εἶναι μονάδα, τέλος δὲ ἐν τοῖς κατὰ τὴν πρώτην σύνθεσιν μυριάδα. παρὸ καί τινες οὐκ ἀπὸ σκοποῦ βαλβῖδι μὲν μονάδα, καμπτῆρι δὲ εἴκασαν μυριάδα, τοὺς δὲ μεθορίους πάντας [*](1 ἥκετε Η: ἱκέται MGUF ὠθῇ M 2 κτήματα τῶν scripsi: κτημάτων MF, κτήματα GUH σοφὸν M 3 ἐνοήσατε M 4 τεχνητὴ M 5 ὀφε M 6 κλῆρον μὴ Η: κληρονομεῖν M, κληρονομεῖ GUF τούτοις ἐμφερὲς Η2: τοῖς ἐμφερεστέροις ceteri ἀκούετε UH: ἀκούεται GF, ἀκούετο M 7 μεγίστων Mang.: μέγιστον codd. 8 ante ἀξιοῦσιν ras. 2 litt. Η ἀγαθὸν U 1 1 Ἁβραὰμ FH 13 θεὸς αἰώνιος Mang.: θεοῦ αἰωνίου codd. ἰδιώτης M 15 θεοῦ ὅσα ἐν κτήμασιν corrupta 18 ῥιζωθεῖσιν coni. Mang. 19 κύριος conicio 20 προταθέντων codd.: προτεθέντων v 21 πὼς ἀποδοῦναι GF, ἀποδοῦναι M μήκει 51 GF; μήκους UH 22 πλάτει Mang.: πλάτους codd. 26 παρ’ ὃ GU)

v.2.p.149
ἀριθμοὺς τοῖς δρόμον ἀγωνιζομένοις· ἀρχόμενοι γὰρ ὥσπερ ἀπὸ βαλβῖδος φέρεσθαι μονάδος παρὰ μυριάδα τὸ τέλος ἵστανται.

μετιόντες οὖν ἀπὸ τούτων τινὲς ὡσανεὶ συμβόλων ἔφασαν τὸν θεὸν ἀρχὴν καὶ πέρας εἶναι τῶν ἁπάντων, δόγμα κατασκευαστικὸν εὐσεβείας· τοῦτο τὸ δόγμα φυτευθὲν ἐν ψυχῇ κάλλιστον καὶ τροφιμώτατον καρπόν, ὁσιότητα, τίκτει.