De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τί γὰρ ἄλλο [*](1 μεθύσεως G γίνεται M μεθύεται H 2 χύσιν scripsi: ἴσχυσιν codd. ἁμάρτημα M εὐφρόνων U, ἀφρόνων F 3. 4 νηφόντων U, νηφόντως F 4 γίγνεται GU: γίνεται MFH οὐδ’ ἂν Cohn: οὐδὲν MGUF, οὐδ’ ἐν Η 5 μεθύσεσθαι M 6 αὐστηρὸν Arnim: αὐχμηρὸν codd. τῆς om. GUF 7 καὶ om. L 8 πολλάκις om. H 9 παιδειὰν G τὴν conicio 10 ἐν ἡρμοσμένη FH: ἐνηρμοσμένη MGU μελλοῦς κροῦσιν M 12 γἐλος F 13 ἀλλ’ ἃ M: ἀλλὰ GUFH πολλοῖς U μόνω Η 14 γεγόνασιν M αὐτήκοον et αὐτομαθῆ M1 15. 16 εἶναι γέλωτα v 16 ὃς] ὃ U ᾦ scripsi: ὃς MGUF, οὓς H, ὃν v 18 παιδειὰν M 19 ᾦ Mang.: οὖ MH, οὐ GUF 20 τῆς θυρίδος conicio (cf. Clem.) 22 αὑτοῦ v) [*](16 sqq. Clem. Faedag. Ι § 21. 22 p. 110. 111 P. . . . γέλως ἑρμηνεύεται ὁ Ἰσαάκ. τοῦτον ἑώρακεν παίζοντα μετὰ τῆς γυναικὸς καὶ βοηθοῦ, τῆς Ῥεβέκκας, ὁ περίεργος βασιλεύς . . . Ῥεβέκκαν δὲ ἑρμηνεύουσιν ὑπομονήν .... καὶ αὕτη ἡ θεία παιδιά . . . . τί γὰρ ἄλλο εὐπρεπὲς ἔργον σοφῷ καὶ τελείῳ ἣ παίζειν καὶ συνευφραίνεσθαι τῇ τῶν καλῶν ὑπομονῇ ..... διακύψας τῆς θυρίδος ....)

v.2.p.168
ἐμπρεπὲς ἔργον σοφῷ ἢ τὸ παίζειν καὶ γανοῦσθαι καὶ συνευφραίνεσθαι τῇ τῶν καλῶν ὑπομονῇ; ἐξ ὧν ὅτι καὶ μεθυσθήσεται δῆλόν ἐστι τῆς μέθης ἠθοποιούσης καὶ ἄνεσιν καὶ ὠφέλειαν ἐργαζομένης·

ὁ γὰρ ἄκρατος τὰ τῇ φύσει προσόντα ἐπιτείνειν καὶ σφοδρύνειν ἔοικεν εἴτε καλὰ εἴτε καὶ τὰ ἐναντία, καθάπερ καὶ πολλὰ τῶν ἄλλων· ἐπεὶ καὶ χρήματα αἴτια μὲν ἀγαθῶν ἀγαθῷ, κακῷ δέ, ὡς ἔφη τις, κακῶν· καὶ πάλιν δόξα τοῦ μὲν ἄφρονος τὴν κακίαν ἐπιφανεστέραν, τοῦ δὲ δικαίου τὴν ἀρετὴν εὐκλεεστέραν ἐπιφαίνει. οὕτως οὖν καὶ ὁ ἄκρατος ἀναχυθεὶς τὸν μὲν πάθεσι κεχρημένον ἐμπαθέστερον, τὸν δὲ εὐπαθείαις εὐμενέστερον καὶ ἵλεω μᾶλλον ἀπειργάσατο.