De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
κατὰ γοῦν τὸν ἱερώτατον Μωυσῆν τέλος ἐστὶ σοφίας παιδιὰ καὶ γέλως, ἀλλ’ οὐχ ἃ τοῖς νηπίοις ἄνευ φρονήσεως πᾶσι μελετᾶται, ἀλλ’ ἃ τοῖς ἤδη πολιοῖς οὐ χρόνῳ μόνον ἀλλὰ καὶ βουλαῖς ἀγαθαῖς γεγονόσιν. οὐχ ὁρᾷς ὅτι τὸν αὐτηκόου καὶ αὐτομαθοῦς καὶ αὐτουργοῦ τῆς ἐπιστήμης ἀρυσάμενον οὐ μετέχοντα γέλωτος, ἀλλ’ αὐτὸν γέλωτα εἶναί φησιν;
οὗτός ἐστιν Ἰσαάκ, ὃς ἑρμηνεύεται γέλως, ᾧ παίζειν μετὰ τῆς ὑπομονῆς, ἣν Ῥεβέκκαν Ἑβραῖοι καλοῦσιν, ἁρμόττει. τὴν [*](p. 355 M.) δὲ | θείαν παιδιὰν τῆς ψυχῆς ἰδιώτῃ μὲν οὐ θέμις ἰδεῖν, βασιλεῖ δὲ ἔξεστιν, ᾧ πάμπολυν χρόνον παρῴκησεν, εἰ καὶ μὴ πάντ’ ἐνῴκησε τὸν αἰῶνα, σοφία. προσαγορεύεται οὗτος Ἀβιμέλεχ, ὃς διακύψας τῇ θυρίδι, τῷ διοιχθέντι καὶ φωσφόρῳ τῆς διανοίας ὄμματι, τὸν Ἰσαὰκ εἶδε παίζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ (Gen. 26,8).