De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἐπειδὰν οὖν ἔτει καὶ ἀριθμῷ τετάρτῳ πᾶς ὁ ψυχῆς ἀφιερωθῇ καρπός, τῷ πέμπτῳ τὴν ἀπόλαυσιν καὶ χρῆσιν ἡμεῖς αὐτοὶ σχήσομεν. φησὶ γάρ· „ἐν τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν“, ἐπειδὴ τὸ γεγονὸς τοῦ πεποιηκότος ὕστερον ἐν ἅπασιν ἐξετάζεσθαι νόμος φύσεως ἀνεπίληπτος, ὥστε κἄν, εἰ τῶν δευτερείων ἀντιλαμβανοίμεθα, καὶ θαυμαστὸν ἡγεῖσθαι.

καὶ διὰ τοῦτο μέντοι τὸν καρπὸν τοῦ πέμπτου ἡμῖν ἀνατίθησιν, ὅτι αἰσθήσεως πεντὰς ἀριθμὸς οἰκεῖος καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ τρέφον τὸν νοῦν [*](1 ἀψευδέστατον FN 2 ἀκούσαντος M 3 ἀναφανεῖται L, ἀναφῆναι coni. Mang. 4 δὴ scripsi: δὲ codd. N αὐτῶν Η ἣν] τὴν U 5 καλοῦσι Η 5. 6 ὁ μὲν—λέγομεν om. N 7 θεῷ scripsi: θεὸν codd. N γενέσει scripsi: γένεσιν codd. N μηδὲ H 8 τούτου om. N πλεόντων M δυναμένη scripsi: δυναμένην FN, δυναμένων GHU, δύναμέν (sic!) M 9 εὑρήσεται Η, εὑρήσει conicio 10 φύσεως Η: om. MGUFN 11 ἓν ἔργον MG: ἐνεργὸν UFN, ἔργον ἓν ἐν Η 14 ποίημα Η 14. 15 ἑτέραν U 15 ἣ ’ ᾗ #x003E; τὸ λέγειν καὶ #x003E; conicio ἀεὶ δεῖν FN 16 γεραίρεται FN 17 αἰτιῶν M ἐπειδὴ M ἔτει H: ἔτι MGUF 19 αὑτοὶ σχήσομεν Cohn: αὐτοῖς χρήσομεν codd. 20 τὸν om. H 21. ἅπασιν H: ἁπάσαις MGUF 22 ἀντιλαμβανοίμεθα H: ἐπιλανθανοίμεθα MGUF καὶ vid. del. θαυμαστῶν G2 23 ἑ M πέμπτου #x003E; conicio ὅταν M 24 post οἰκεῖος add. εἴδους καὶ ἐν αἰσθήσει γένους πλεῖστον μετέχομεν MGUF) [*](16 cf. Platonis Timaeum p. 29 Α.)

v.2.p.160
ἡμῶν ἐστιν αἴσθησις, ἢ δι’ ὀφθαλμῶν τὰς χρωμάτων καὶ σχημάτων ποιότητας εὐτρεπίζουσα ἢ δι’ ὤτων παντοδαπὰς τὰς τῶν φωνῶν ἰδιότητας ἢ διὰ μυκτήρων ὀσμὰς ἢ χυλοὺς διὰ στόματος ἢ μαλακότητας εὐενδότους καὶ σκληρότητας ἀντιτύπους ἢ λειότητας καὶ τραχύτητας, ψυχρότητάς τε αὖ καὶ θερμότητας διὰ τῆς ἀνὰ πᾶν τὸ σῶμα σκιδναμένης