De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ὁ μὲν οὖν τῶν παλαιῶν μῦθος ὧδε ἔχει. ἑπόμενοι δὲ ἡμεῖς αὐτῷ λέγομεν, ὅτι οἰκειότατόν ἐστιν ἔργον θεῷ μὲν εὐεργετεῖν, γενέσει δὲ εὐχαριστεῖν μηδὲν ἔξω τούτου πλέον τῶν εἰς ἀμοιβὴν ἀντιπαρασχεῖν δυναμένῃ· ὃ γὰρ ἂν θελήσῃ τῶν ἄλλων ἀντιχαρίσασθαι, τοῦθ’ εὑρήσεται τοῦ πάντα πεποιηκότος ἀλλ’ οὐ τῆς κομιζούσης φύσεως κτῆμα ἴδιον.
μαθόντες οὖν, ὡς ἓν ἔργον ἡμῖν ἐπιβάλλει μόνον ἐν τοῖς πρὸς τιμὴν θεοῦ, τὸ εὐχάριστον, τοῦτο ἀεὶ καὶ πανταχοῦ μελετῶμεν διὰ φωνῆς καὶ διὰ γραμμάτων ἀστείων καὶ μηδέποτε ἐπιλείπωμεν μήτε λόγους ἐγκωμιαστικοὺς μήτε ποιήματα συντιθέντες, ἵνα καὶ ἐμμελῶς καὶ χωρὶς μέλους καὶ καθ’ ἑκατέραν φωνῆς ἰδέαν, ᾗ τὸ λέγειν καὶ τὸ ᾄδειν ἀποκεκλήρωται, ὅ τε κοσμοποιὸς καὶ ὁ κόσμος γεραίρηται, „ὁ μέν“, ὡς ἔφη τις, „ἄριστος τῶν αἰτίων, ὁ δὲ τελειότατος τῶν γεγονότων“.