De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
καὶ μήν φησί γε· „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρωθήσεται“, ὡς εἰωθότος δήπου περικαθαίρεσθαι ἀεί. λεκτέον οὖν, ὅτι καὶ τοῦθ’ ἕν ἐστι τῶν ἐν ὑπονοίαις ἀποδιδομένων, τοῦ ῥητοῦ μὴ σφόδρα [*](1 τὸ ἀγαθὸν M, τὸν ἀγαθὸν F ἐξέδησαν M 2 ἐπίκλησιν conicio ῥάβδου G ἐξελέπισε H o λευκὰ] λεπτὰ H2 τὸ] τὸν M τῆς UFH: τοῖς MG μέσοις H: μέσοισι ceteri 4 ποικιλίαις G σκοταίοις GF: σκοτέοις M, σκοταίας UH ζοφεροῖς M: ζοφεραῖς GF, ζοφερὰς UH ἀναιρεθείσης FH: ἀναιρεθίση U, ἀνερεθίση MG ἀναιρεθείσης πανταχοῦ coiiicio 4. 5 ποικιλλόμενον Mang.: ποικιλλομένη codd. 5 γενόμενον L, ἡνωμένον coniciebam #x003E; ἀδελφὸν conicio 6 παρ’ ὃ U τιθέντι GU, τεχθέντι F, ταχθέντι L2 διήρηται MG τὸν Η: τὸ MGUF 7 διηθισμένον G χρημάτων M 8 ἄκρας ex Clem. addidi ἐσχάτων ex Clem. scripsi: ἄκρων codd. καθαρῶν M 10 ἀντιρέπον M II ἀνενδύαστον F δεξιώμεθα conicio, cf. Clem. 12 τὸ ξύλον F: ξύλον ceteri 12.13 ἀλήθειαν MG 13 πεπίστωται Mang.: πεπίστευται codd. 14 ἢ post σταφυλὴν om. G 15 αὐτῆς M ἀπερικάθαρτος Mang.: ἀκάθαρτος codd. 16 δήποτε M 17 τοῦτ’ ἔνεστι MG, τοῦτ’ ἐστι F ἐν H: μὲν MGUF ὑπονοίας U) [*](4—11 Clem. Paedag. III ἑ 53 p. 285 P δίδωσιν οὑν ἡμῖν ὁ παιδαγωγὸς ἐσθῆτι χρῆσθαι τῇ λιτῇ, χρόᾳ δὲ τῇ λευκῇ, ὡς προειρήκαμεν, ἵνα μὴ τέχνη ποικιλλομένῃ, φύσει δὲ γεννωμένῃ οἰκειούμενοι πᾶν ὅσον ἀπατηλὸν καὶ τῆς ἀληθείας καταψευδόμενον παρωσάμενοι τὸ μονότροπον καὶ μονοπρόσωπον τῆς ἀληθείας ἀσπασὠμεθα.... 54 παρ’ ὃ καὶ ὁ ἐν τῷ νόμῳ περὶ τῆς λέπρας διὰ Μωυσέως τεθεὶς νόμος τὸ ποικίλον καὶ πολύστικτον ὡς οὐχ ὅσιον ἀπωθεῖται . . . τὸν γοῦν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων, ὅλον δὲ λευκωθέντα δι’ ὅλων ἀπὸ κεφ αλῆς ἄκρας ἄχρι ποδῶν ἐσχάτων καθαρὸν εἶναι ἐθέλει, ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλτον καὶ ἀνενδοίαστον τῆς ἀληθείας ἀπλοῦν ἀγαπήσωμεν χρῶμα.)
κατὰ μὲν οὖν τὸ πρότερον σημαινόμενον ταῦτα ἄν τις ἐκδέξαιτο· τῶν τριῶν ἐτῶν ἀντὶ τοῦ τριμεροῦς χρόνου παραλαμβανομένων, ὃς εἰς τὸν παρεληλυθότα καὶ ἐνεστῶτα καὶ μέλλοντα τέμνεσθαι πέφυκεν, ὁ τῆς παιδείας καρπὸς ἔσται καὶ ὑποστήσεται καὶ μενεῖ σῷος κατὰ πάντα τὰ χρόνου τμήματα, ἴσον τῷ δι’ αἰῶνος φθορὰν μὴ δεχόμενος· ἄφθαρτος γὰρ ἡ τοῦ ἀγαθοῦ φύσις. „ἀπερικάθαρτος δὲ καρπὸς οὐ βρωθήσεται“, παρόσον οἱ μὲν κεκαθαρμένοι καὶ ὑγιαίνοντες ἀστεῖοι λόγοι ψυχὴν τρέφουσι καὶ νοῦν αὔξουσιν, οὐ τρόφιμοι δέ εἰσιν οἱ ἐναντίοι νόσον καὶ φθορὰν ἐπιπέμποντες αὐτῇ.
κατὰ δὲ τὸ ἕτερον σημαινόμενον ὥσπερ ἀναπόδεικτος λέγεται διχῶς, ὅ τε δυσκόλως ἀργαλεότητος ἕνεκα ἐπιδεικνύμενος καὶ ὁ ἐνθένδε γνώριμος ἐξ αὑτοῦ, τὸ σαφὲς οὐκ ἐκ τῆς ἑτέρου μαρτυρίας, ἀλλ’ ἐκ τῆς ἐμφαινομένης ἐναργείας αὐτῷ πιστούμενος, ᾧ πρὸς τοὺς συλλογιστικοὺς εἴωθεν ἡ διαλεκτικὴ λόγους χρῆσθαι, οὕτως ἀπερικάθαρτος καρπὸς ὅ τε δεόμενος καθάρσεως καὶ μὴ κεκαθαρμένος, καὶ ὁ τηλαυγέστατος.
τοιοῦτός ἐστιν ὁ παιδείας καρπὸς τρία ἔτη, τουτέστι τὸν τριμερῆ χρόνον, τὸν σύμπαντα αἰῶνα, καθαρώτατος καὶ διαυγέστατος, ὑπ’ οὐδενὸς βλαβεροῦ συσκιαζόμενος, λουτρῶν καὶ περιρραντηρίων ἢ συνόλως ἑτέρου τινὸς τῶν εἰς κάθαρσιν τεινόντων οὐδαμῇ οὐδαμῶς
χρεῖος ὤν. „τῷ δὲ ἔτει“ φησί „τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ“. τὸν τέσσαρα ἀριθμὸν πολλαχοῦ μὲν τῆς νομοθεσίας, μάλιστα δὲ ἐν τῷ καταλόγῳ τῆς τοῦ παντὸς γενέσεως, ἀποσεμνύνειν ἔοικεν ὁ προφητικὸς λόγος·
τὸ γὰρ αἰσθητὸν [*](1 ἓν] ἐν M 2 ἔτη om. U 2. 3 εἶτα—ἔσται om. F 2 ἰδίω M 2—4 οὐ—ἀπερικάθαρτος om. G 2 οὐ] κἄπειθ’ οὕτω L 4 κἄπειθ’ οὐ Mang. οὕτως οὐ scripsi: οὕτω cotld. b ταύτῃ conicio ἐκδέξαιτο Turn.: ἐκδέξηται τὸ MGUF, ἐκδέξεται Η 6 ὃς] ὃ MF 7 οὖν post παιδείας add. H2 8 μένε’. MGF τὰ om. U κτήματα MCrF 9 τῳ] τὸ M μὴ] μὲν M 10 παρόσον M: παρ’ ὅσον ceteri 11 νοῦν] γῆν F 12. 13 ἐπιπέμποντες scripsi: ἐπιλάμποντες codd. 14 #x003E; λέγεται coni. Cohn 15 αὑτοῦ Turn.: αὐτοῦ codd. 16 φαινομένης U ἐνεργείας GUF αὐτὸ M ᾧ scripsi: καὶ codd., ᾦ καὶ coni. Cohu 16. 17 ἀπὸ τοὺς συλλογικοὺς M 17 λόγους F: λόγοις ceteri 18 καθάρσεως Η : καθαιρέσεως MGUF καὶ ὁ H: om. MGUF 19 τῆς παιδείας H τοῦτ’ ἔστι M 22 τεινόντως M οὐδαμῆ οὐδαμῶς MGF: οὐδαμῆ U, οὐδαμῶς Η 24 αἰνετὸς Mang.: ἒν ἔτος codd.)
διαφερόντως δὲ καὶ νῦν αὐτὸν ἐκτετίμηκεν, οὐκ ἐν ἑτέρῳ χρόνῳ τὸν τῶν δένδρων καρπὸν ἀναθεὶς τῷ θεῷ ἢ ἐνιαυτῷ τῆς φυτείας τετάρτῳ.