De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τὸ δὲ τῆς ἀκιβδηλεύτου φιλίας δένδρον ἀποσεισάμενον καὶ μεθέμενον ταῦτα καρπὸν τοῖς χρησομένοις ὠφελιμώτατον οἴσει, τὸ ἀδέκαστον. [*](2. 3 ὁ γὰρ ἐν ἄλλῳ #x003E; λαβὼν ἂν) ὄνησιν ἐκ τοῦ κομίσασθαι οὐχ ἕξει #x003E; .... conicio, καιρὸν ὠφεληθῆναι secl. Mang. 2 οἴησιν U 3 καιρὸν H2: καλὸν ceteri 4 ἀποδῷς H: ἀποδιδοὺς MGUF 6 ἐπὶ θήρᾳ MGUF 6 θήρας codd. πλείονι H γε Turn.: τε codd., γὰρ conicio 8 σφόδρ’ U ἀνυπαίτιοι MF, ἄν #x003E; ὑπαίτιοι conicio 9 ἄφθονον τοῖς scripsi: ἀφθόνοις MGUF, ἄφθονον H 9. 10 ποιήσουσι conicio ἄν deleto, ποιήσαντες coni. Cohn 11 ἐπ’ ἄγρα H: ἐπ’ ἄγρας U, ἀπ’ ἄγρας MGF προφέρεται M, προσφερέτω F 12 οὖν om. H1 15. 16 κἀν τῶ (corr. vid. ex τὸ)—παραβλαστάνοντα H: καὶ τὸ φιλίας μέντοι φυτὸν τοῦτο δὲ τὸν παραβλαστάνον MGUF 16 προβλαστάνοντα L 18 πρὸς] καὶ M 20 οὐκἀκείνους (sic) G 25 φιλίας Mang.: σοφίας codd. 26 χρησαμένοις μένοις MGF)

v.2.p.154
εὔνοια γάρ ἐστι βούλησις τοῦ τῷ πλησίον εἶναι τὰ ἀγαθὰ αὐτοῦ χάριν ἐκείνου. αἱ δέ γε χαμαιτύπαι καὶ οἱ κόλακες αὑτῶν ἕνεκα σπουδάζουσιν, αἱ μὲν τοῖς ἐρασταῖς, οἱ δὲ τοῖς κολακευομένοις τὰ ἀγαθὰ προσάγειν. τὰς οὖν εἰρωνείας καὶ γοητείας καθάπερ ἐπιφυομένας κῆρας τῷ φιλίας φυτῷ

περικοπτέον. ἱερουργίαι γε μὴν καὶ ἡ περὶ τὰς θυσίας ἁγιστεία βλάστημα κάλλιστον, ἀλλὰ παραναπέφυκεν αὐτῷ κακόν, δεισιδειμονία, ἣν πρὶν χλοῆσαι λυσιτελὲς ἐκτεμεῖν. ἔνιοι γὰρ ᾠήθησαν τὸ βουθυτεῖν εὐσέβειαν εἶναι, καὶ ἐξ ὧν ἂν κλέψωσιν ἢ ἀρνήσωνται ἢ χρεωκοπήσωσιν ἢ ἁρπάσωσιν ἢ λεηλατήσωσι μοίρας ἀπονέμουσι τοῖς βωμοῖς, οἱ δυσκάθαρτοι, τὸ μὴ δοῦναι δίκην ἐφ’ οἷς ἐξήμαρτον ὤνιον εἶναι νομίζοντες.

ἀλλὰ γάρ, εἴποιμ’ ἂν αὐτοῖς, ἀδέκαστόν ἐστιν, ὦ οὗτοι, τὸ θεοῦ δικαστήριον, ὡς τοὺς μὲν γνώμῃ κεχρημένους ὑπαιτίῳ, κἂν καθ’ ἅπασαν ἡμέραν ἑκατὸν βόας ἀνάγωσιν, ἀποστρέφεσθαι, τοὺς δ’ ἀνυπαιτίους, κἂν μηδὲν θύωσι τὸ παράπαν, ἀποδέχεσθαι. βωμοῖς γὰρ ἀπύροις, περὶ οὓς ἀρεταὶ χορεύουσι, γέγηθεν ὁ θεός, ἀλλ’ οὐ πυρὶ πολλῷ φλέγουσιν, ὅπερ αἱ τῶν ἀνιέρων ἄθυτοι θυσίαι συνανέφλεξαν ὑπομιμνῄσκουσαι τὰς ἑκάστων ἀγνοίας τε καὶ διαμαρτίας· καὶ γὰρ εἶπέ που Μωυσῆς θυσίαν „ἀναμιμνῄσκουσαν ἁμαρτίαν“ (Num. 5, 15).

πάντ’ οὖν τὰ τοιαῦτα μεγάλης γιγνόμενα ζημίας αἴτια χρὴ περιαιρεῖν καὶ ἀποκόπτειν ἑπομένους τῷ χρησμῷ, ἐν ᾧ διείρηται περιαιρεῖν τὴν

ἀκαθαρσίαν ξύλου τοῦ φυτευθέντος ἐδωδίμου. ἀλλ’ ἡμεῖς μὲν οὐδὲ διδασκόμενοι πρὸς εὐμάθειαν ἐπιδίδομεν· ἔνιοι δὲ αὐτοδιδάκτῳ [*](1 εὔνοια] ἐν οἷς FL2, ἔννοια Turn. τοῦ τῷ πλησίον εἶναι Turn.: τούτων πλησίον γὰρ γὰρ om. F) εἶναι codd. αὐτοῦ Mang. ex Clem.: αὐτὰ codd. 2 γε] γᾶι M χαμαιτύπαι scripsi: χαμαιτύποι MGFH, μαχαιτύποι U αὐτῶν Η2: αὐτῶν UH1, αὐτῶν ὧν MGF 3 οἱ μὲν M προσάγειν H: προσενάγειν MU, πρὸς ἓν ἄγειν GF, προσάπτειν conicio 4 οὖν Η: om. MGUF ἱερωνείας F φιλοσοφίας G .5 γε Η: om. MGUF ἁγιστεία Mang.: πίστις codd. 6 παραπέφυκεν M 8. 9 ἡ ἀρνήσωνται— λεηλατήσωσι om. U 8 ἀρνήσονται G 8. 9 χρεοκοπήσουσιν G 9 λεηλατήσωσιν M 10 τὸ] τῶ Η 12 κἄν καθ’ scripsi: κἄν MGHFN, καθ’ U 13 ἁπάσης ἡμέρας N 13 ἐπιστρέφεσθαι M 15 οὐ] εἰ N 15. 16 πολλῶ πυρὶ Η 16 φλέγοντι G2 συγκατέφλεξαν M, συνέφλεξαν FN 17 ὑπομιμνήσκουσι N 18 που] μου F, om. N 19 περιαίρειν U 20 διήρηται G2 22 ἐπιδίδομεν GH2: ἐπιδιδῶμεν M, ἀποδίδομεν UFH1) [*](1 Clem. Paedag. I § 97 p. 156 P: εὔνοια δὲ οὐδὲ ἀλλ’ ἡ βούλησίς ἐστιν ἀγαθοῦ τοῦ τῷ Hoeschel) πλησίον αὐτοῦ χάριν ἐκείνου. Strom. II § 28 p. 444: εὔνοια δέ ἐστι βούλησις ἀγαθῶν ἑτέρῳ ἕνεκεν αὐτοῦ ἐκείνου. Et Pbilo et Ciomeiis a Stoicis peudere videntur 11—18 N fol. 188r ἀλλὰ γὰρ—ἁμαρτίαν.)

v.2.p.155
τῇ φύσει χρησάμενοι τἀγαθὸν ἐξέδυσαν τῶν ἐνειλημμένων βλαβῶν, καθάπερ ὁ ἀσκητὴς ἐπίκλην Ἰακώβ· οὗτος γὰρ „ῥάβδους ἐλέπισε λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν“ (Gen. 30,37), ἵνα τῆς ἐν μέσοις ποικιλίας σκοταίοις καὶ ζοφεροῖς πανταχοῦ ἀναιρεθείσης τὸ μὴ τέχνῃ ποικιλλόμενον, φύσει δὲ γεννώμενον ἀδελφὸν αὐτῆς λευκὸν εἶδος ἀναδειχθῇ.

παρὸ καὶ ἐν τῷ περὶ τῆς λέπρας τεθέντι νόμῳ διείρηται τὸν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων ὅλον δὲ λευκωθέντα δι’ ὅλων ἀπὸ κεφαλῆς ἄκρας ἕως ποδῶν ἐσχάτων καθαρὸν εἶναι (Lev. 13,12.13), ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον καὶ ἀντιρρέπον καὶ ἐπαμφοτερίζον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλον καὶ ἀνενδοίαστον ἀληθείας ἁπλοῦν χρῶμα δεξώμεθα.

τὸ μὲν οὖν τὸ ξύλον φάσκειν περικαθαίρεσθαι λόγον ἔχει βεβαιούμενον ἀληθείᾳ, τὸ δὲ τὸν καρπὸν οὐ πάνυ τῷ ἐναργεῖ πεπίστωται· σῦκα γὰρ ἢ σταφυλὴν ἢ συνόλως καρπὸν οὐδεὶς γεωργῶν περικαθαίρει.