Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἀλλὰ τοῖς πυνθανομένοις ἀποκρίνεται· ὦ οὗτοι, τῷ ἄριστα νομοθετήσοντι τέλος ἓν δεῖ προκεῖσθαι, πάντας ὠφελῆσαι τοὺς ἐντυγχάνοντας. οἱ μὲν οὖν εὐμοίρου φύσεως λαχόντες καὶ ἀγωγῆς ἐν πᾶσιν ἀνυπαιτίου, τὴν μετὰ ταῦθ’ ὁδὸν τοῦ βίου λεωφόρον καὶ εὐθεῖαν εὑρίσκοντες, ἀληθείᾳ συνοδοιπόρῳ χρῶνται, παρ’ ἧς μυηθέντες τὰ περὶ τοῦ ὄντος ἀψευδῆ μυστήρια τῶν γενέσεως οὐδὲν προσαναπλάττουσιν αὐτῷ.
τούτοις οἰκειότατον πρόκειται κεφάλαιον ἐν τοῖς ἱεροφαντηθεῖσι χρησμοῖς, ὅτι „οὐχ ὡς ἄνθρωπος ὁ θεός“, ἀλλ’ οὐδ’ ὡς οὐρανὸς οὐδ’ ὡς κόσμος· ποιὰ γὰρ εἴδη ταῦτά γε καὶ εἰς αἴσθησιν ἐρχόμενα, ὁ δ’ ἄρα οὐδὲ τῷ νῷ καταληπτὸς ὅτι μὴ κατὰ τὸ εἶναι μόνον· ὕπαρξις γὰρ ἔσθ’ ἣν καταλαμβάνομεν αὐτοῦ, τῶν δέ γε χωρὶς ὑπάρξεως οὐδέν.
οἱ δέ γε νωθεστέρᾳ μὲν καὶ ἀμβλείᾳ κεχρημένοι τῇ φύσει, περὶ δὲ τὰς ἐν παισὶ τροφὰς πλημμεληθέντες, ὀξὺ καθορᾶν ἀδυνατοῦντες [*](1 αὗται UF: αἱ γὰρ ceteri, αὗται γὰρ Mang. λόγῳ μὲν] spatium in U 2 εἵνεκα F Μώσης MA, om. Η1Ρ χεῖρας om. M 3 ἀγέννητον AU ὅπλισιν MAG2: ὅπλησιν P, ὁπλίσει UF, ὅπλισι G1, ὅπλησι Η, ὅπλοισι L, ὁπλίζει v 4 τὴν] τοῦτον Η2 γὰρ om. G εἰσάγει addidi 5 καὶ πνεύμασι GUF: om. MAHP τῶν καὶ φθοροποιῶν πυρία (μυρία m2) G καταιγίδα UF: om. κεραυνῶ HP 6 ὠνόμασε U ποιηταὶ om. F προσαγορεύοντος F 7 προσέτι δὲ UF καὶ ὅσα UF 8 ἀποκρίνεσθαι U, ἀποκρίνεσθε F 9 νομοθετήσοντι D: νομοθετήσαντι codd. προσκεῖσθαι MAHP προκεῖσθαι δεῖ D ὠφελεῖσθαι HD, ἐκδέχεσθαι AP 10 εὐμοίρου MU: εὐμοιροῦντες F, εὐμέτρου AGP2, ἀμοίρου HP1 λαχόντες om. UF ἀγωγὴν G ἐν πᾶσιν M: πάσης UF, ζῆν AG, om. HP 11 ἀνυπαίτιον MAH1P 12 ἀνευρίσκοντες UF μηθέντες UF1 13 προσαναπλάττουσιν UFH2: προαναπλάττουσιν ceteri 15 ὁ om. P οὐδ’ scripsi: οὔτ’ codd. οὐδ’ U, οὐδὲ G: οὔθ’ ceteri 18 ἔσθ’ ἣν MAH1: ἐστιν ἣν UF, ἔσθ’ ὃ ἦν G, ἐστι A, ἔσθ’ ὃ Η2 τῶν δέ γε UF: τὸν δέ γε AG, τὸ δέ γε MHP, τοῦ δὲ coni. Mang. 19 γεωδεστέρα UF 20 καὶ ante ὀξὺ add. Mang.) [*](8. 9 DR fol. 114r ἐκ τοῦ περὶ γιγάντων: τῷ ἄριστα—τοὺς ἐντυγχάνοντας. 17 DL fol. 26v DR fol. 22v DC fol. 45v ἐκ τοῦ περὶ γιγάντων: οὐδὲ τῶ νῷ καταληπτὸς ὁ θεὸς ὅτι εἰ μὴ κατὰ τὸ εἶναι μόνον.)
ἐπεὶ καὶ ἀναγώγοις καὶ ἄφροσιν οἰκέταις φοβερὸς δεσπότης ὠφέλιμος, τὰς γὰρ ἐπανατάσεις καὶ ἀπειλὰς αὐτοῦ δεδιότες ἄκοντες φόβῳ νουθετοῦνται. μανθανέτωσαν οὖν πάντες οἱ τοιοῦτοι τὰ ψευδῆ, δι’ ὧν ὠφεληθήσονται, εἰ μὴ δύνανται δι’ ἀληθείας σωφρονίζεσθαι.
καὶ γὰρ τοῖς τὰ σώματα κάμνουσιν ἐπισφαλῶς οἱ δοκιμώτατοι τῶν ἰατρῶν τἀληθῆ λαλεῖν οὐχ ὑπομένουσιν εἰδότες ἀθυμοτέρους μὲν ἐκ τούτου γενησομένους καὶ οὐ ῥωσθησομένην τὴν νόσον, ἐκ δὲ τῆς τῶν ἐναντίων παρηγορίας πραότερον τὰ ἐν χερσὶν οἴσοντας καὶ τὸ ἀρρώστημα λωφῆσον.
τίς γὰρ ἂν τῶν εὖ φρονούντων εἴποι τῷ θεραπευομένῳ· ὦ οὗτος, τετμήσῃ, κεκαύσῃ, ἀκρωτηριασθήσῃ, κἂν εἰ μέλλοι ταῦτ’ ἐξ ἀνάγκης ὑπομένειν; οὐδεὶς ἐρεῖ. προαναπεσὼν γὰρ τὴν γνώμην ἐκεῖνος καὶ νόσον ἑτέραν τῆς ψυχῆς ἀργαλεωτέραν τῆς προϋπούσης τοῦ σώματος προσλαβὼν ἀπερεῖ πρὸς τὴν θεραπείαν ἄσμενος, ἐκ δὲ τοῦ τὰ ἐναντία ἀπάτῃ τοῦ θεραπεύοντος προσδοκῆσαι τλητικῶς πάνθ’ ὑποστήσεται, κἂν ἀλγεινότατα ᾖ τὰ σῴζοντα.
γενόμενος οὖν τῶν τῆς ψυχῆς παθῶν καὶ νοσημάτων ἄριστος ἰατρὸς ὁ νομοθέτης ἓν ἔργον καὶ τέλος προὔθετο, αὐταῖς ῥίζαις [*](1 νουθετητῶν scripsi: νομοθετῶν codd. οἲ] οἲ καὶ Α, καὶ G 2 ἐπινοῆσαι Α, ἐπινοοῦσι G 3 τὰς γὰρ om. AG ἐπαναστάσεις MAHPD, ἐπανασταθεὶς G καὶ ἀπειλὰς om. D 4 οὖν om. DK ἅπαντες UF 4. 5 πάντες οὗτοι τὰ οἰκονομικῶς ψεύδη DK 5 ὠφελήσονται MAGH1P εἰ μὴ—σωφρονίζεσθαι om. DK 6 καμοῦσιν UF δοκιμώτατοι Mang.: νομιμώτατοι codd. 7 λαλεῖν] λέγειν DK μὲν post εἰδότες transpos. PH1 8 οὐ eras. H σωθησομένην MAH1P 9 ῥᾳότερον UFL2 τὰ ἀρρωστήματα ὠφελήσοντας UF 10 εἴποι GUF: εἶπε MAHP 11 τέτμηθι εἰ καὶ καύσῃ A τέτμηθι ἢ καὶ καύσει ἀκρωτηριασθείση G καὶ καύσῃ καὶ ἀκρωτηριασθήσῃ UF, post κεκαύσῃ add. καὶ etiam L2 κἂν] καὶ AUF μέλει Α 12 οὐδεὶς M: ὅτε δέοι UF, mg. L, οὐδὲ εἷς ceteri ἐρεῖ om. UF 12. 13 τῆς ψυχῆς scripsi: τῆ ψυχὴ codd. 13 προσλαβὼν UFH2: προσβαλὼν ceteri ἀπαίρει AUF (sed αἰ in ras. A) 14 ἄσμενος fort. in lin. 15 transpon. τοῦ τοῦ ἐναντία Η, τῆ τοῦ ἐναντία P ἀπάγῃ F 15 πάντα G 16 τῆς om. UF καὶ νοσημάτων UF: om. ceteri 17 τέλος ἓν UF) [*](2—7 DK fol. 252r ἐκ τοῦ περὶ τῶν γιγάντων: ἐπειδὴ καὶ ἀναγώγοις—τῶν ἰατρῶν λέγειν οὐκ ἀνέχονται DK fol. 159r Φίλωνος ἐκ τοῦ περὶ γιγάντων (Anton. Mel. II 21 col. 1063 Φίλωνος): καὶ ἀναγώγοις καὶ ἄφροσι (σἰκέταις Anton.) (lin. 4) 6 sqq. cf. Be Cherubim § 15, Platonis Remp. p. 389 B, Clementem Strom. VII § 53 p. 863 P, Orig. Homil. XIX, 3 in Jeremiam p. 265: ὡς ἰατρὸς ἀπατᾶν τὸν κάμνοντα πραγματεύεται μὴ δυνάμενον θεραπευθῆναι, ἐὰν μὴ ἀπάτης παραδέξηται λόγους . . . λεγέτω ὁ ἰατρὸς τῷ κάμνοντι· τμηθῆναί σε δεῖ, καυτηριασθῆναί σε δεῖ . . . . . . . οὐκ ἂν παράσχοι αὐτὸν ἐκεῖνος, fragm. ex libro VI Stromatum Origenis p. 39.)
τοῦτον δὴ τὸν τρόπον ἤλπισεν ἐκκόψαι δυνήσεσθαι, εἰ χρώμενον ἀπειλαῖς καὶ ἀγανακτήσεσι καὶ ἀπαραιτήτοις ὀργαῖς, ἔτι δὲ ἀμυντηρίοις ὅπλοις πρὸς τὰς κατὰ τῶν ἀδικούντων ἐπεξόδους εἰσαγάγοι τὸ αἴτιον· μόνως γὰρ οὕτως ὁ ἄφρων νουθετεῖται.
παρό μοι δοκεῖ τοῖς προειρημένοις δυσὶ κεφαλαίοις, τῷ τε „ὡς ἄνθρωπος“ καὶ τῷ „οὐχ ὡς ἄνθρωπος ὁ θεὸς“ ἕτερα δύο συνυφῆναι ἀκόλουθα καὶ συγγενῆ, φόβον τε καὶ ἀγάπην· τὰς γὰρ διὰ τῶν νόμων εἰς εὐσέβειαν ὁρῶ παρακελεύσεις ἁπάσας ἀναφερομένας ἢ πρὸς τὸ ἀγαπᾶν ἢ πρὸς τὸ φοβεῖσθαι τὸν ὄντα. τοῖς μὲν οὖν μήτε μέρος μήτε πάθος ἀνθρώπου περὶ τὸ ὂν νομίζουσιν, ἀλλὰ θεοπρεπῶς αὐτὸ δι’ αὐτὸ μόνον τιμῶσι τὸ ἀγαπᾶν οἰκειότατον, φοβεῖσθαι δὲ τοῖς ἑτέροις.
Ἃ μὲν οὖν προκαταστήσασθαι τῆς ζητήσεως ἁρμόττον ἦν, τοιαῦτά ἐστιν. ἐπανιτέον δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς σκέψιν, καθ’ ἣν ἠποροῦμεν, τίνα ὑπογράφει νοῦν τὸ „ἐθυμώθην ὅτι ἐποίησα αὐτούς“. ἴσως οὖν τοιοῦτόν τι βούλεται παραστῆσαι, ὅτι οἱ μὲν φαῦλοι θυμῷ γεγόνασι θεοῦ, οἱ δ’ ἀγαθοὶ χάριτι. καὶ γὰρ ἑξῆς φησι· „Νῶε δὲ εὗρε χάριν“ (Gen. 6, 8).
τὸ δὲ κυριολογούμενον ἐπ’ ἀνθρώπων πάθος ὁ θυμὸς εὐθυβόλως εἴρηται τροπικώτερον ἐπὶ τοῦ ὄντος εἰς τὴν ἀναγκαιοτάτου πράγματος δήλωσιν, ὅτι πάνθ’ ὅσα δι’ ὀργὴν ἢ φόβον ἢ λύπην ἢ ἡδονὴν ἤ τι τῶν ἄλλων παθῶν πράττομεν, ὑπαίτια καὶ ἐπίληπτα ὁμολογουμένως ἐστίν, ὅσα δὲ μετ’ ὀρθότητος λόγου καὶ ἐπιστήμης, ἐπαινετά.
ὁρᾷς ὅσῃ καὶ περὶ τὴν προφορὰν κέχρηται προφυλακῇ, „ὅτι ἐθυμώθην, ὅτι ἐποίησα αὐτοὺς“ εἰπών, ἀλλ’ οὐ κατ’ ἀναστροφήν· διότι ἐποίησα αὐτούς, ἐθυμώθην. τοῦτο μὲν γὰρ μετανοοῦντος ἦν, ὅπερ ἡ τὰ πάντα προμηθουμένη θεοῦ φύσις οὐκ ἀνέχεται, ἐκεῖνο δὲ δόγμα συνεκτικώτατον εἰσηγουμένου, ὅτι πηγὴ μὲν ἁμαρτημάτων θυμός, λογισμὸς δὲ [*](1 βλάστη G 2 ἐνέγκῃ om. Α δυσιάτου MAGH2: δυσίατον UFPH1 δὴ] οὖν U 3 εἰ] ἢ Α χρώμενος UF ἀνακτήσεσι H1P 5 εἰσαγάγοι HP: ἐπαγάγοι MG, ἐπαγάγῃ Α, εἰσάγοι UF μόνως MHP: μόνος ceteri ὁ om. UF 6 παρ’ ὃ AU τέως F 7 συνυφεῖναι Α 11 τὸ αὐτὸ U, τὸ αὐτοῦ F δι’ αὐτὸ om. HP, δι’ αὐτοῦ UF 13 προκαταστήσεσθαι AG 14. 15 ἀποροῦμεν A 15 ὑπογράφεται GF, ὑπογράφει τε Α νοῦν] νῦν UF, τε νοῦν Α 16 τι τοιοῦτον UF τι] ἐστιν ὃ G στῆσαι U 17 δὲ MGF φασι Α 19 εὐθυβόλως UF: om. ceteri δὲ ante ἐπὶ add. UF παρόντος UF ἀναγκαιοτάτου Maug.: ἀναγκαιοτάτην τοῦ codd. 20 ὅταν Η 23 φυλακῆ GUF 24 εἶπον A οὐκ ἀναστροφὴν Α κατὰ ἀντιστροφὴν H2 25. 26 προθυμουμένη G 27 πηγαὶ G)
μεμνημένος δὲ τῆς περὶ πάντα τελείας ἀγαθότητος ἑαυτοῦ ὁ θεός, κἂν τὸ σύμπαν ἀνθρώπων πλῆθος ἐξ ἑαυτοῦ δι’ ὑπερβολὰς ἁμαρτημάτων περιπίπτῃ, τὴν δεξιὰν καὶ σωτήριον χεῖρα ὀρέγων ὑπολαμβάνει καὶ ἐξανίστησιν οὐκ ἐῶν εἰσάπαν φθαρῆναι καὶ ἀφανισθῆναι τὸ γένος.
διὸ νῦν φησι τὸν Νῶε χάριν εὑρεῖν παρ’ αὐτῷ, ὅτε οἱ ἄλλοι φανέντες ἀχάριστοι τίνειν μέλλουσι δίκας, ἵνα τὸν σωτήριον ἔλεον ἀνακεράσηται τῇ κατὰ ἁμαρτανόντων κρίσει· καθάπερ καὶ ὁ ὑμνῳδὸς εἶπέ που· „ἔλεον καὶ κρίσιν ᾄσομαί σοι“ (Psalm. 100, 1)·
εἰ γὰρ βουληθείη ὁ θεὸς δικάσαι τῷ θνητῷ γένει χωρὶς ἐλέου, τὴν καταδικάζουσαν ψῆφον οἴσει μηδενὸς ἀνθρώπων τὸν ἀπὸ γενέσεως ἄχρι τελευτῆς βίον ἄπταιστον ἐξ ἑαυτοῦ δραμόντος, ἀλλὰ τὸ μὲν ἑκουσίοις, τὸ δὲ ἀκουσίοις χρησαμένου τοῖς ἐν ποσὶν ὀλισθήμασιν.
ἵν’ οὖν ὑπάρχῃ τὸ γένος, κἂν πολλὰ τῶν εἰδικῶν βύθια χωρῇ, τὸν ἔλεον ἀνακίρνησιν, ᾧ πρὸς εὐεργεσίας καὶ τῶν ἀναξίων χρῆται, καὶ οὐ μόνον δικάσας ἐλεεῖ, ἀλλὰ καὶ ἐλεήσας δικάζει· πρεσβύτερος γὰρ δίκης ὁ ἔλεος παρ’ αὐτῷ ἐστιν ἅτε τὸν κολάσεως ἄξιον οὐ μετὰ τὴν δίκην, ἀλλὰ πρὸ δίκης εἰδότι.
διὰ τοῦτο ἐν ἑτέροις εἴρηται· „ποτήριον ἐν χειρὶ κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος“ (Psalm. 74, 9)· καίτοι τό γε κεκραμένον οὐκ ἄκρατον. ἀλλ’ ἔχει λόγον ταῦτα φυσικώτατον καὶ τοῖς προειρημένοις ἀκόλουθον· ὁ γὰρ θεὸς ταῖς δυνάμεσι πρὸς μὲν ἑαυτὸν ἀκράτοις χρῆται, κεκραμέναις δὲ πρὸς γένεσιν· τὰς γὰρ ἀμιγεῖς θνητὴν ἀμήχανον φύσιν χωρῆσαι.
ἢ νομίζεις ἄκρατον μὲν τὴν ἡλίου φλόγα μὴ δύνασθαι θεαθῆναι — [*](1 ras. ante πάντα Η αὐτοῦ PL ὁ fort. del. 2 post σύμπαν add. πλεῖστον H et ἢ τὸ supra scr. Η2 ἀνθρώπων πλῆθος add. Η2, ἀνθρώπων πλείστων P ὑπερβολὴν F 3 περιπίπτῃ suspectum, fort. πίπτῃ. παραπίπτῃ vel περιπταίῃ coni. Mang. 4 εἰς ἅπαν MAUFP 5 τὸν] τῶ Α ὅτι L 6 τίνειν MAHP: τίσειν GU, τίσιν F τὸν] τὸ G 7 καὶ] γὰρ καὶ PH1 8 σοι κύριε F 8. 9 γὰρ μὴ βουλῆ θεὸς U, γὰρ μὴ βουληθῆ θεὸς F 9 γένει UF: om. ceteri ἐλέους U 10 τὸν] τῶν AUH1 ἄχρι MAUFP: μέχρι GH 11 τὸ] ποτὲ UF, τοῦ H2 τὸ] τοῦ H2 12 ἵν’ AFP: ἵνα ceteri 12. 13 κὰν πολλὰ—εὐεργεσίας om. F 13 τῶν ὄγκων βαθεῖα χωρητὸν G, βαθεία etiam Α εἰδικῶν Maug.: ἰδικῶν codd. ὡς Α 14 μόνον οὐ UF ἀλλὰ καὶ UF: ἀλλὰ MG, ἀλλ’ AUP 15 δίκης] δικαίου Flur. Laur. τὸ ἔλεος UF ἐστιν om. Flor. Laur. 16 δίκην] κρίσιν UF Flor. Laur. 17 κυρίου] θεοῦ U 18 κεκερασμένον MAU, κερασμένον F τό γε MAHP: γε GU, om. F κεκραμμένον HP 20 κέχρηται GUF 20. 21 κεκραμμέναις HP 22 μὴ om. UF θεάσασθαι conicio) [*](14—16 Flor. Laur. nr. 1: ὁ θεὸς οὐ δικάσας ἐλεεῖ, ἀλλ’ ἐλεήσας.)
ὥσπερ οὖν τὰς ἡλιακὰς ἀκτῖνας ἔτεινε μὲν ἀπ’ οὐρανοῦ μέχρι τερμάτων γῆς τὸ σφοδρὸν τῆς ἐν αὐταῖς θερμότητος ἀνεὶς καὶ χαλάσας ἀέρι ψυχρῷ — τοῦτο γὰρ αὐταῖς ἀνεκεράσατο, ὅπως τὸ αὐγοειδὲς ἀπὸ τοῦ φλογώδους πυρὸς ἀνασταλέν, τὴν μὲν τοῦ καίειν μεθειμένον δύναμιν, τὴν δὲ τοῦ φωτίζειν περιέχον τῷ ταμιευομένῳ ἐν ταῖς ὄψεσι συγγενεῖ αὐτοῦ καὶ φίλῳ ὑπαντιάσαν ἀσπάσηται· ἡ γὰρ τούτων ἐξ ἐναντίας εἰς ταὐτὸ σύνοδός τε καὶ δεξίωσις τὴν δι’ ὁράσεως ἀντίληψιν ἐργάζεται —, οὕτως ἐπιστήμην θεοῦ καὶ σοφίαν καὶ φρόνησιν καὶ δικαιοσύνην καὶ τῶν ἄλλων ἑκάστην ἀρετῶν τίς ἂν ἀκραιφνῆ δέξασθαι δύναιτο θνητὸς ὤν; ἀλλ’ οὐδ’ ὁ σύμπας οὐρανός τε καὶ κόσμος.
εἰδὼς τοίνυν ὁ δημιουργὸς τὰς περὶ αὑτὸν ἐν ἅπασι τοῖς ἀρίστοις ὑπερβολὰς καὶ τὴν τῶν γεγονότων, εἰ καὶ σφόδρα μεγαλαυχοῖεν, φυσικὴν ἀσθένειαν οὔτε εὐεργετεῖν οὔτε κολάζειν ὡς δύναται βούλεται, ἀλλ’ ὡς ἔχοντας ὁρᾷ δυνάμεως τοὺς ἑκατέρου μεθέξοντας.