Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ψυχὴν δὲ φύσεως τρισὶ διαλλάττουσαν ὁ ποιῶν ἐποίει, αἰσθήσει, φαντασίᾳ, ὁρμῇ· τὰ μὲν γὰρ φυτὰ ἀόρμητα, ἀφάνταστα, αἰσθήσεως ἀμέτοχα, τῶν δὲ ζῴων ἕκαστον ἀθρόων μετέχει τῶν εἰρημένων.
αἴσθησις μὲν οὖν, ὡς αὐτό που δηλοῖ τοὔνομα, εἴσθεσίς τις οὖσα τὰ φανέντα ἐπεισφέρει τῷ νῷ· τούτῳ γάρ, ἐπειδὴ μέγιστόν ἐστι ταμεῖον καὶ πανδεχές, πάνθ’ ὅσα δι’ ὁράσεως καὶ ἀκοῆς καὶ τῶν ἄλλων αἰσθητικῶν ὀργάνων ἐντίθεται καὶ ἐναποθησαυρίζεται.
φαντασία δέ ἐστι τύπωσις ἐν ψυχῇ· ὧν γὰρ εἰσήγαγεν ἑκάστη τῶν αἰσθήσεων, ὥσπερ δακτύλιός τις ἢ σφραγὶς ἐναπεμάξατο τὸν οἰκεῖον χαρακτῆρα· κηρῷ δὲ ἐοικὼς ὁ νοῦς τὸ ἐκμαγεῖον δεξάμενος ἄκρως παρ’ ἑαυτῷ φυλάττει, μέχρις ἂν ἡ ἀντίπαλος μνήμης τὸν τύπον [*](1 ἀνατείλασα G 2 καὶ foit. del. 3 οἴναρα Turn: οἷον ἄρα codd. post τελεσθῇ add. οἷον ἄρα AGUF 4 γεννωμένῳ Α τοῖς] ταῖς AG μαζοῖς G 6 δὲ ante κἄν add. AUF 8 δὲ G 9 φύσασι Η2 post φυτεύσασι add. σπεύδει G2 10 φαντασία, αἰσθήσει UF 11 τὰ μὲν δὴ φυτὰ τούτων ἀμέΤοχα Ε μὲν—ἀόρμητα om. AG γὰρ om. UF 12 ἀθρόων MGF: ἀθρόον AUHPE 12. 13 αὐτὸ δήπου UFNE 13 εἴσθεσίς τις οὖσα om. D ἐπιφέρει D 14 τοῦτο AGU, τούτων D 14—16 om. E 14 ταμιεῖον D 14. 15 ταμιεῖον καὶ ἄλλων αἰσθητικῶν ὀργάνων καὶ πανδεχές· πάντα ὅσα δι’ ὁράσεως καὶ ἀκοῆς καὶ ὧν προειρήκαμεν αἰσθητικῶν ὀργάνων DR ταμεῖον πᾶν δέχεται πάθος ἁ δι’ ὁράσεως UFN 14 πάντα ὅσα D 15 καὶ ante τῶν om. Α τῶν om. D 16 ἀποθησαυρίζεται UFNDR δ’ ἐστι UFN ἐστὶ om. Ε post ψυχῇ add. οἱονεὶ φαοστασία τις οὖσα E ὧν scripsi: ἣν MHP, τὴν Α, ἐν G, ἃ UFNED 17 τις ἐσφράγισε καὶ ἀπεμάξατο οἰκεῖον D 18. 19 χαρακτῆρα, ἢ (ἢ b) τὸ ἐκμαγεῖον φυλάττει παρ’ ἑαυτῇ, μέχρις ἂν ἡ ἀντίπαλος τῇ μνήμῃ τύπον τὸν τύπον τῇ μνήμῃ b) E 18 ἔοικεν D τὸ γὰρ ἐκμαγεῖον DL 19 ἀντίπαλος μνήμης post λήθη (p. 66, 1) transpos. HP 19 μνήμη UFN, τῆ μνήμης D τὸν] αὐτὸν τὸν G) [*](9—67,10 ψυχὴν δὲ—ἀποτίσει exstant in E, II p. 606,23—607,33 M., cf. ad —66,2 DL fol. 112r DR fol. 221v (τοῦ αὐτοῦ DR) ἐκ τοῦ περὶ αὑτό που—διέθηκε τὴν ψυχήν. 12—66,4 N fol. 188r αἴσθησις—φυτῶν.)
τὸ δὲ φανὲν καὶ τυπῶσαν τοτὲ μὲν οἰκείως τοτὲ δὲ ὡς ἑτέρως διέθηκε τὴν ψυχήν. τοῦτο δὲ αὐτῆς τὸ πάθος ὁρμὴ καλεῖται, ἣν ὁριζόμενοι πρώτην ἔφασαν εἶναι ψυχῆς κίνησιν. τοσούτοις μὲν δὴ ζῷα προὔχει φυτῶν· ἴδωμεν δὲ
τίνι τῶν ἄλλων ζῴων ὑπερβέβληκεν ἄνθρωπος. ἐξαίρετον οὗτος τοίνυν γέρας ἔλαχε διάνοιαν, ἣ τὰς ἁπάντων φύσεις σωμάτων τε ὁμοῦ καὶ πραγμάτων εἴωθε καταλαμβάνειν. καθάπερ γὰρ ἐν μὲν τῷ σώματι τὸ ἡγεμονικὸν ὄψις ἐστίν, ἐν δὲ τῷ παντὶ ἡ τοῦ φωτὸς φύσις, τὸν αὐτὸν τρόπον καὶ τῶν ἐν ἡμῖν τὸ κρατιστεῦον ὁ νοῦς·
ψυχῆς γὰρ ὄψις οὗτος οἰκείαις περιλαμπόμενος αὐγαῖς, δι’ ὧν ὁ πολὺς καὶ βαθὺς ζόφος, ὃν κατέχεεν ἄγνοια τῶν πραγμάτων, ἀνασκίδναται. τοῦτο τῆς ψυχῆς τὸ εἶδος οὐκ ἐκ τῶν αὐτῶν στοιχείων, ἐξ ὧν τὰ ἄλλα ἀπετελεῖτο, διεπλάσθη, καθαρωτέρας δὲ καὶ ἀμείνονος ἔλαχε τῆς οὐσίας, ἐξ ἧς αἱ θεῖαι φύσεις ἐδημιουργοῦντο· παρὸ καὶ μόνον τῶν ἐν ἡμῖν εἰκότως ἄφθαρτον ἔδοξεν εἶναι διάνοια.
μόνην γὰρ αὐτὴν ὁ γεννήσας πατὴρ ἐλευθερίας ἠξίωσε, καὶ τὰ τῆς ἀνάγκης ἀνεὶς δεσμὰ ἄφετον εἴασε, δωρησάμενος αὐτῇ τοῦ πρεπωδεστάτου καὶ οἰκείου κτήματος αὐτῷ, τοῦ ἑκουσίου, μοῖραν, ἣν ἠδύνατο δέξασθαι· τὰ μὲν γὰρ ἄλλα ζῷα, ὧν ἐν ταῖς ψυχαῖς τὸ ἐξαιρούμενον εἰς ἐλευθερίαν νοῦς οὐκ ἔστι, καταζευχθέντα καὶ ἐγχαλινωθέντα πρὸς ὑπηρεσίαν ἀνθρώποις παραδέδοται ὥσπερ οἰκέται δεσπόταις, ὁ δὲ ἄνθρωπος ἐθελουργοῦ καὶ αὐτοκελεύστου γνώμης λαχὼν καὶ [*](1 ἀμυδρὰν HP, ἢ ἀμυδρὸν MDR 2 τυπωθὲν D ποτὲ bis DL οἰκείως] εἰκὸς P ὡς GUFNDE: καὶ ὡς H2, οἰκείως PH1, om. MA 4 εἶναι om. Ε δὴ om. UFNE ζῶον G1 ὑπερέχει E δὲ om. U, δὴ Α, τοίνυν E 5 ἀγελῶν U ὑπερβέβληκεν MAH1P: ὑπερβέβηκεν ceteri ὁ ἄνθρωπος HP 5. 6 οὗτος τοίνυν ἐξαίρετον UF, οὗτος δὲ ἐξαίρετον Ε 6 οὗτος post ἔλακε transpos. G ἣ MG: ἢ Α, ἧ ceteri E ὁμοῦ om. E 8 ἡγεμονικώτατον GUFE 9 οὕτως Α, οὗτος post οἰκείαις transpos. H1P, del. Η2 10 ταῖς ante οἰκείαις add. UFE, δὲ add. G 13 ἔλαχε] ἐπὶ G1, ἀπὸ G2 ἧς καὶ αἱ D 14 παρ’ ὃ AGU 15 διάνοια G1UF: διάνοιαν ceteri γεννήσας ὁ DM 16 ἀφέτην G αὐτῇ om. DM 17 οἰκειοτάτου GF αὐτῶ MAGHPab: αὐτῶν UFr, αὐτοῦ DM 18 ἄλλα] ἄλογα UH2 18. 19 ψυχαῖς ἡ ἐξαιρουμένη εἰς ἐλευθερίαν διάνοια οὐκ ἔστι E 19 ὁ ἐξαιρούμενος UF 19. 20 χαλινωθέντα E 20 παραδίδοται U 21 δ’ E ἐλευθερουργοῦ AHP2, ἐλευθέρου γοῦν P1 γνώμης] γνῶσιν HP προαιρετικῶς HL1) [*](9 cf. Aristot. Topica I 17 p. 108a11 ὡς ὄψις ἐν ὀφθαλμῷ, νοῦς ἐν ψυχῇ et quae collegi in Elteri Gnomologiorum graecorum historia p. 232. 11—18 DM fol. 282, DP fol. 376v τοῦ αὐτοῦ ἐκ τοῦ περὶ γιγάντων: τῆς ψυχῆς τὸ εἶδος—ἣν ἡδύνατο δέξασθαι.)
τῶν μὲν γὰρ ἄλλων φυτῶν τε καὶ ζῴων οὔτε αἱ εὐφορίαι ἐπαινεταὶ οὔθ’ αἱ κακοπραγίαι ψεκταί — τὰς γὰρ ἐφ’ ἑκάτερα κινήσεις καὶ μεταβολὰς ἀπροαιρέτους καὶ ἀκουσίους ἔλαβον —, μόνη δὲ ἡ ἀνθρώπου ψυχὴ δεξαμένη παρὰ θεοῦ τὴν ἑκούσιον κίνησιν καὶ κατὰ τοῦτο μάλιστα ὁμοιωθεῖσα αὐτῷ, χαλεπῆς καὶ ἀργαλεωτάτης δεσποίνης, τῆς ἀνάγκης, ὡς οἷόν τε ἦν ἐλευθερωθεῖσα κατηγορίας ἂν δεόντως τυγχάνοι, ὅτι τὸν ἐλευθερώσαντα οὐ περιέπει· τοιγάρτοι τὴν κατ’ ἀπελευθέρων ἀχαρίστων ἀπαραίτητον δίκην ὀρθότατα τίσει.
ὥστε „ἐνεθυμήθη καὶ διενοήθη ὁ θεὸς“ οὐχὶ νῦν πρῶτον, ἀλλ’ ἐξέτι πάλαι παγίως καὶ βεβαίως, „ὅτι ἐποίησε τὸν ἄνθρωπον“, τουτέστιν ὁποῖον αὐτὸν εἰργάσατο· εἰργάσατο γὰρ αὐτὸν ἄφετον καὶ ἐλεύθερον, ἑκουσίοις καὶ προαιρετικαῖς χρησόμενον ταῖς ἐνεργείαις πρὸς τήνδε τὴν χρείαν, ἵνα ἐπιστάμενος ἀγαθά τε αὖ καὶ κακὰ καὶ καλῶν καὶ αἰσχρῶν λαμβάνων ἔννοιαν καὶ δικαίοις καὶ ἀδίκοις καὶ ὅλως τοῖς ἀπ’ ἀρετῆς καὶ κακίας καθαρῶς ἐπιβάλλων αἱρέσει μὲν τῶν ἀμεινόνων, φυγῇ δὲ τῶν ἐναντίων χρῆται.
παρὸ καὶ λόγιόν ἐστι τοιοῦτον ἀναγεγραμμένον ἐν Δευτερονομίῳ· „ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἔκλεξαι τὴν ζωήν“ (Deut. 30, 15. 19). οὐκοῦν ἀμφότερα διὰ τούτου παρίσταται, ὅτι [*](1 τἄ πολλὰ om. E 2. 5 τῶν μὲν γὰρ—ἔλαβον om. E, pergit παρὰ γὰρ θεοῦ τὴν ἑκούσιον κίνησιν εἰληφὼς καὶ κατὰ τοῦτο ὁμοιωθεὶς αὐτῷ 3 εὐποιίαι conicio 4 ψεκτικὸν U 5 ἔλαβεν conicio ἡ om. UF 6 μάλιστα GD: om. ceteri 8 ὡς οἷόν τε ἦν om. Ε ἦν om. HPD ἐλευθερωθεὶς Ε ἄν] οὐ DM, om. UFED1LD2L τυγχάνει U, ὑφαίνει DM ὅτε conicio 9 οὐ περιέποι P, οὐκ εὐλαβεῖται D κατ’ ἀπελευθέρων UFE: κατὰ ἐλευθέρων ceteri 10 ὀρθότητι P ἀποτίσει UFE διενοήθη G: ἐνενοήθη ceteri 11 νῦν, ἀλλὰ καὶ ἐξέτι UF 12 πεποίηκε G τουτέστιν ἀπὸ ταὐτὸν UF alterum εἰργάσατο om. GUF 13 γὰρ αὐτὸν M: μὲν γὰρ αὐτὸν ΑΗ2, τὸ μὲν γὰρ αὐτὸν G, τὸν μὲν γὰρ UF, μὲν αὐτὸν Η1Ρ ἐλεύθερον καὶ ἄφετον GUF, post ἄφετον add. καὶ ἀπόλυτόν G προαιρετικοῖς HP χρησόμενον scripsi: χρησάμενον codd. 1.5 καλῶν] κακῶν U 16 τοῖς] τῆς Α καὶ καθαρῶς P ἐπιβαλὼν G 17 παρ’ ὃ AGU 18 τοιοῦτο UF, om. HPL1 ἐν τῶ HP ἐν δευτερονομίῳ om. UF ἔδωκα M 19 τὸ ante κακὸν om. GUF 19. 20 ἐκλεκτικὴν ζωήν U, ἐκλεκτὴν ζωήν F) [*](5—9 DM. fol. 18r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ γιγάντων D1L fol. 23r Φίλωνος περὶ D2L fol. 57r τοῦ αὐτοῦ περὶ τῶν γιγάντων: ἡ ἀνθρώπου ψυχὴ δεξαμένη παρὰ θεοῦ— ὅτι τὸν ἐλευθερώσαντα οὐκ εὐλαβεῖται.)
Δεδηλωκότες οὖν ἀποχρώντως περὶ τούτων τὰ ἑξῆς ἴδωμεν. ἔστι δὲ ταῦτα· „ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐθυμώθην, ὅτι ἐποίησα αὐτόν“ (Gen. 6,7).
πάλιν τινὲς τῶν εἰρημένων ἀκούσαντες ὑπολαμβάνουσι θυμοῖς καὶ ὀργαῖς χρῆσθαι τὸ ὄν. ἔστι δ’ οὐδενὶ ληπτὸν πάθει τὸ παράπαν· ἀσθενείας γὰρ ἀνθρωπίνης τὸ κηραίνειν ἴδιον, θεῷ δὲ οὔτε τὰ ψυχῆς ἄλογα πάθη οὔτε τὰ σώματος μέρη καὶ μέλη συνόλως ἐστὶν οἰκεῖα. λέγεται δὲ οὐδὲν ἧττον παρὰ τῷ νομοθέτῃ μέχρι τινὸς εἰσαγωγῆς τὰ τοιαῦτα, τοῦ νουθετῆσαι χάριν τοὺς ἑτέρως μὴ δυναμένους σωφρονίζεσθαι.
τῶν γὰρ ἐν ταῖς προστάξεσι καὶ ἀπαγορεύσεσι νόμων, οἳ δὴ κυρίως εἰσὶ νόμοι, δύο τὰ ἀνωτάτω πρόκειται κεφάλαια περὶ τοῦ αἰτίου, ἓν μὲν ὅτι „οὐχ ὡς ἄνθρωπος ὁ θεός“ (Num. 23,19), ἕτερον δὲ ὅτι ὡς ἄνθρωπος.
ἀλλὰ τὸ μὲν πρότερον ἀληθείᾳ βεβαιοτάτῃ πεπίστωται, τὸ δ’ ὕστερον πρὸς τὴν τῶν πολλῶν διδασκαλίαν εἰσάγεται· παρὸ καὶ λέγεται ἐπ’ αὐτοῦ· „ὡς ἄνθρωπος παιδεύσει τὸν υἱὸν αὐτοῦ“ (Deut. 1,31)· ὥστε παιδείας ἕνεκα καὶ νουθεσίας, ἀλλ’ οὐχὶ τῷ πεφυκέναι τοιοῦτον εἶναι λέλεκται.
τῶν γὰρ ἀνθρώπων οἱ μὲν ψυχῆς, οἱ δὲ σώματος γεγόνασι φίλοι· οἱ μὲν οὖν ψυχῆς ἑταῖροι νοηταῖς καὶ ἀσωμάτοις φύσεσιν ἐνομιλεῖν δυνάμενοι οὐδεμιᾷ τῶν γεγονότων ἰδέᾳ [*](1 primum καὶ om. HPL1 ἀγαθῶν καὶ τῶν H2: om. ceteri 2 ἐν om. AUF 3 ὁ om. GF 3. 4 ὁ—ἂν om. Α 3. 4 ὑποβάλλῃ ὑποβάλῃ M) λόγος MGUP: ἐπιβάλλει λόγος F, λόγος ὑποβάλλῃ Η ὑποβάλλει H2) 5 ἀποχρώντως om. U 6 ταῦτα UF: τοιαῦτα ceteri φησί ante τὸν add. U 7 πετεινοῦ MGUF 8 ἐθυμώθην] ἐνεθυμήθην HP πάλιν HP: πάλαι ceteri 10 ἔστι UF: ἐπεὶ ceteri 11 κηραίνειν] ὀργίζεσθαι Α, s. s. P2 τῆς ψυχῆς UF τοῦ σώματος UF 12 μέλη καὶ μέρη UF 14 ἑτέρους GF, ἑτέρω P πράξεσι U 15 οἲ] ἡ Α εἰσὶν ὅμοιοι F πρόκεινται HP 16 περὶ] παρὰ Η ὁ om. U 17 ὅτι om. F πρότερον UF: πρῶτον ceteri 18 ἕτερον UF 19 παρ’ ὃ GU αὐτοῦ F, αὖ U: αὐτοὺς ceteri παιδεύσει UF: παιδεῦσαι cetori 22 οὖν om. G 23 ἤδη ante φύσεσιν add. UF ὁμιλεῖν UF) [*](10 sqq. cf. Clementem Strom. II § 72 p. 467 P. 14 sqq. Orig. Comment. in Ev. Matth. XVII 17 p. 795 (Philonis operum vol. l p. LXXXXVI), Contra Celsum IV 71. p. 557.)
οἱ δὲ συμβάσεις καὶ σπονδὰς πρὸς σῶμα θέμενοι, ἀδυνατοῦντες ἀπαμφιάσασθαι τὸ σαρκῶν περίβλημα καὶ μόνην καὶ καθ’ ἑαυτὴν ἀπροσδεᾶ καὶ ἁπλῆν φύσιν ἰδεῖν ἀμιγῆ καὶ ἀσύγκριτον, οἷα περὶ ἑαυτῶν τοιαῦτα καὶ περὶ τοῦ πάντων αἰτίου διενοήθησαν, οὐ λογισάμενοι ὅτι τῷ μὲν ἐκ πλειόνων συνόδου δυνάμεων γενομένῳ πλειόνων ἔδει μερῶν πρὸς τὴν τῶν καθ’ ἕκαστον χρειῶν ὑπηρεσίαν, ὁ δὲ θεὸς ἅτε ἀγένητος ὢν καὶ τὰ ἄλλα ἀγαγὼν εἰς γένεσιν οὐδενὸς ἐδεήθη τῶν τοῖς γεννήμασι προσόντων· ἐπεὶ καὶ τί φῶμεν;
εἰ κέχρηται τοῖς ὀργανικοῖς μέρεσι, βάσεις μὲν ἔχει τοῦ προέρχεσθαι χάριν — βαδιεῖται δὲ ποῖ πεπληρωκὼς τὰ πάντα; καὶ πρὸς τίνα μηδενὸς ὄντος ἰσοτίμου; καὶ ἕνεκα τοῦ; οὐ γὰρ ὑγείας φροντίζων ὥσπερ καὶ ἡμεῖς — καὶ χεῖρας μέντοι πρὸς τὸ λαβεῖν τε καὶ δοῦναι· λαμβάνει μὲν δὴ παρ’ οὐδενὸς οὐδέν — πρὸς γὰρ τῷ ἀνεπιδεεῖ καὶ τὰ σύμπαντα ἔχει κτήματα —, δίδωσι δὲ λόγῳ χρώμενος ὑπηρέτῃ δωρεῶν, ᾧ καὶ τὸν κόσμον εἰργάζετο.
ὀφθαλμῶν γε μὴν οὐκ ἐδεῖτο, οἷς ἄνευ φωτὸς αἰσθητοῦ κατάληψις οὐ γίνεται· τὸ δὲ αἰσθητὸν φῶς γενητόν, ἑώρα δὲ ὁ θεὸς καὶ πρὸ γενέσεως φωτὶ χρώμενος ἑαυτῷ. τί δὲ δεῖ λέγειν περὶ τῶν τῆς τροφῆς ὀργάνων;
εἰ γὰρ ταῦτ’ ἔχει, καὶ τρέφεται καὶ πληρωθεὶς μὲν ἀποπατεῖ, παυσάμενος δὲ δεῖται πάλιν, καὶ τἄλλα ὅσα τούτοις ἀκόλουθα οὐκ ἂν εἴποιμι· ἀσεβῶν [*](1 ἐκβιβάσαντες UF: ἐπιβιβάσαντες ceteri 2 τι GUF: om. ceteri αὐτοῦ om. UF ἦν om. UF 4 μόνον φαντασίαν UF ἀνεδέξαντο P, ἐδέξαντο UF αὑτό U: om. F, αὐτόν ceteri 5 συμβιβάσεις U σώματα U, σώματι F ἐπαμφιάσασθαι Α, corr. m. rec. in mg. 6 πρόβλημα H1P 7 οἷα] οἷα in ras. Η2, οἷς βία P, ὁποῖα Turn. περὶ αὐτὴν U, περὶ αὐτῶν F (ῶν F2 in ras.) 8 τῶν μὲν GUF 9 συνόδου—πλειόνων om. UF συνόλου G γενομένων G 10 ἕκαστα UF ὑπηρεσιῶν Η 11 ἀγένητος MGL: ἀγέννητος ceteri ἄλλα] ὅλα coni. Mang. 13 ἔχειν H2 προέρχεσθαι H2: προσέρχεσθαι ceteri δέ τοι G 14 ἰσοτίμου] ἑτέρου UF 14—15 ἕνεκα—γὰρ om. Α 15 τοῦ; οὐ γὰρ MHP: τοῦ; οὐ L, τούτου καὶ G, οὐ γὰρ UF ὑγείας om. HP καὶ om. F χεῖρες M, χεῖρα AH1PL 16 τε om. UF λαμβάνειν F δὴ] οὑν UF 17 γὰρ] δὲ Α 18 λόγῳ] νόμω UFL2 19 αἰσθητῶν F, αἴσθῃ U 20 φῶς ὡς G γεννητόν AUF καὶ πρὸ γενέσεως post ἑαυτῷ HP 21 δὲ UF: om. ceteri 22 ἀποπατεῖ MAHP: ἀποπαύεται GUFL2, ἀναπαύεται conicio παυσάμενος] ἀποπατήσας vel ἀναπαυσάμενος conicio)
εἰσαγόντων τὸ θεῖον. τίνος οὖν ἕνεκα Μωυσῆς βάσεις, χεῖρας, εἰσόδους, ἐξόδους φησὶν εἶναι μερὶ τὸ ἀγένητον, τίνος δὲ χάριν ὅπλισιν τὴν πρὸς ἐχθρῶν ἄμυναν; ξιφηφοροῦντα γὰρ εἰσάγει καὶ βέλεσι χρώμενον καὶ πνεύμασι καὶ φθοροποιῷ πυρί — καταιγίδα καὶ κεραυνὸν ἑτέροις ὀνόμασι ταῦτα ποιηταὶ προσαγορεύοντες ὅπλα τοῦ αἰτίου φασὶν εἶναι —, πρὸς δὲ ἔτι ζῆλον, θυμόν, ὀργάς, ὅσα τούτοις ὅμοια ἀνθρωπολογῶν διεξέρχεται;