Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τοῦτο τὸ ἔργον κούφην εὐχέρειαν ἡμῶν αὐτῶν ἐλέγχει τὰς ἐξ ἀρχῆς ὑποθέσεις ἀδυνατούντων κραταιῶς διαφυλάττειν· ὁ δὲ θεὸς οὐχ ἁψίκορος. καὶ μὴν ἔστιν ὅτε διανοούμεθα μὲν ἐπιμένειν κριτηρίοις τοῖς αὐτοῖς, οἱ δὲ προσελθόντες οὐκ ἔμειναν ἐν ὁμοίῳ, ὥστ’ ἐξ ἀνάγκης καὶ αἱ ἡμέτεραι γνῶμαι συμμετέβαλον.

προϊδέσθαι γὰρ ἢ μελλόντων πραγμάτων συντυχίας ἢ γνώμας ἑτέρων ἄνθρωπον ὄντα ἀμήχανον, τῷ δὲ θεῷ ὡς ἐν αὐγῇ καθαρᾷ πάντα ἀρίδηλα. καὶ γὰρ ἄχρι τῶν ψυχῆς μυχῶν φθάσας, ἃ τοῖς ἄλλοις ἐστὶν ἀόρατα τηλαυγῶς πέφυκε καθορᾶν, καὶ προμηθείᾳ καὶ προνοίᾳ χρώμενος, οἰκείαις ἀρεταῖς, οὐδὲν ἀπελευθεριάζειν καὶ ἔξω τῆς ἑαυτοῦ καταλήψεως βαίνειν ἐᾷ· ἐπειδήπερ οὐδ’ ἡ τῶν μελλόντων ἀδηλότης αὐτῷ συμβατή· οὔτε γὰρ ἄδηλον οὔτε μέλλον οὐδὲν θεῷ.

δῆλον μὲν οὖν, ὅτι καὶ τῶν γεννηθέντων τὸν φυτεύσαντα καὶ τῶν δημιουργηθέντων τὸν τεχνίτην καὶ τὸν ἐπίτροπον τῶν ἐπιτροπευομένων ἐπιστήμονα [ἀναγκαῖον] εἶναι δεῖ. ὁ δὲ θεὸς πατὴρ καὶ τεχνίτης [*](1 τελειότητος καὶ om. GUFD 2 ἀνημμένος] ἀνειμένος DC, ἀνειληφὼς DR μένων U 3 ἐφ’ οἷς D μεταθεὶς D 4. 5 εὐμετάβλητον διὰ τὴν ἐν τοῖς ἐκτὸς ἀβεβαιότητα D 4 τὴν τῶν conicio 6 καὶ] εἰ καὶ F 6 διατρίψαντες D ἐγκαλεῖν UFD: ἐπικαλεῖν MAGPH1 (prius ἐπιβαλεῖν P), ἐπεγκαλεῖν 7 ὡς] ὥστ’ Turn. γοῦν om. H 9 οὐχ ἁψίκορος UF: οὐκ ἁψίκορος ceteri D 10 μὲν om. U ἐπιβαίνειν P1H1 11 αἱ om. G 14. 15 ὡς ἐναγῆ U 14 αὐγῇ πάντα καθαρά, πάντα ἀρίδηλα DR fol. 51 τῶν] τῶν τῆς D 15 ἄλλοις] ὀφθαλμοῖς DR 16 οἰκείαις] πυκναῖς D οὐδὲν] αὐτοῦ DR, αὐτὰ DC 17 βαίνειν οὐκ ἐᾶ D οὐδὲ ἡ D, οὐ δὴ Α τῶν UFD: om. ceteri 18 συμβατεῖ PH1, συμβάτης Α, συμβατικὴ D 18. 19 οὐδὲν θεῶ MDC: οὐδέν ἐστι θεῶ UF, ἐστὶ θεῶ (om. οὐδὲν) AH1P, ἐστὶ θεῶ οὐδέν CH2, θεῶ οὐδέν DR οὖν] οὖν δι’ G2 in ras. 20 ἐπιστρατευομένων Α 21 ἐπιστήμην F ἀναγκαῖον seclusi δεῖ secl. Cohn θεὸς UFE: om. ceteri) [*](3—7 DR fol, 125r τοῦ αὐτοῦ ἐκ τῶν ἐν γενέσει ζητουμένων: ἀνθρώποις διὰ τὴν ἐν τοῖς ἐκτὸς ἀβεβαιότητα συμβαίνειν ἀνάγκη· οὕτω γοῦν φίλους—ἀπεστράφημεν ὡσεὶ ἐχθροί. 13—18 DR fol. 51r DC fol. 34r: τῶ θεῶ ὡς ἐν 21—63,13 ὁ γὰρ δὴ θεὸς καὶ πατὴρ—ὑφέστηκεν exstant in Epitome Περὶ κόσμου (= Ε) cap. 7, Mang. II p. 608,40—609,9.)

v.2.p.63
καὶ ἐπίτροπος τῶν ἐν οὐρανῷ τε καὶ κόσμῳ πρὸς ἀλήθειάν ἐστι. καὶ μὴν τά γε μέλλοντα συσκιάζεται ὑπὸ τοῦ αὖθις χρόνου, τοτὲ μὲν βραχεῖ, τοτὲ δὲ μακρῷ διαστήματι.