Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ὄργανον γὰρ τελεώτατον ὑπὸ φύσεως δημιουργηθὲν ἀρχέτυπον τῶν χειροκμήτων τοῦτό γε· ὅπερ εἰ καλῶς ἁρμοσθείη, τὴν πασῶν ἀρίστην συμφωνίαν ἀπεργάσεται, ἥτις οὐκ ἐν κλάσει καὶ τόνοις ἐμμελοῦς φωνῆς, ἀλλ’ ἐν ὁμολογίᾳ τῶν κατὰ τὸν βίον πράξεων ἔχει τὸ τέλος.
ὅπου γοῦν ἀνθρώπων ψυχὴ τὸν πολὺν κλύδωνα καὶ σάλον, ὃν καταρραγὲν σφοδρὸν πνεῦμα τὸ κακίας αἰφνίδιον ἤγειρεν, ἐπιστήμης καὶ σοφίας αὔραις ἀποτίθεται καὶ τὸ κυμαῖνον καὶ παρῳδηκὸς ὑφεῖσα νηνέμῳ εὐδίᾳ χρωμένη γαληνιάζει, εἶτ’ ἐνδοιάζεις, ὅτι ὁ [*](1 γένοιτο GUFH2D: ἐγένετο MAPH1 τὸν] τὸ UH καίτοι] καί τι P2, καί H1P1 τί τῶν AP2 2 μηδὲ UF: μηδὲν AGHP, μὴ M πάντας MUF: ὄντας ceteri 2. 3 ἐπαμφοτερίζειν — ἐκ τῆς add. in mg. H2P2 4 εὑρέσθαι PH1 5 ἁρμόζουσιν GH2 6 τῆς ἠρεμίας P 9 τοῦτο γὰρ τὸ θαυμάσιον G θαυμαστὸν UF 10 μουσικῶς τὴν ψυχὴν UF 11 μὲν τὰ τῶν Α ἀγαθῶν καὶ τῶν τῶν ἐναντίων coni. Mang. 12 προσυπερβάλλοντα UH2: πρὸς ὑπερβάλλοντα ceteri 13 φύσει καλῶν] φυσικῶν UF διείδουσι δ’ αὐτὴν UF κρούειν GUF 14 ἐπιψαύειν mg. Η2 ὀργάνων UF γὰρ καὶ τελεώτατον AGUF 15 χειροκμήτων UF: χειροτμήτων ceteri ὅπερ εἰ] οὐ U, εἰ F 16 ἐν κλάσει MHP: ἐγκαλέσει U, ἐν κάλλεσι F, ἐναλάσσει AG, ἐν κράσει coni. Mang. 18 γοῦν] τοίνυν G ἀνθρώπου Η2 πολυκλύδωνα U 19. 20 ἐπιστήμης GH2 ἐπιστῆμαι P, ἐπιστήμαις ceteri 20 σοφίαις AU 21 ὑφιεῖσα Α, ὑφεὶς GU ἀνηνέμῳ G εἶτ’ om. GH2, εἴτε Α ὅτι M, mg. P-: ὅτι εἶ P2: εἰ ceteri ὁ om. F) [*](21—62,5 ibid.: ὁ γὰρ ἄφθαρτος—συμβαίνειν ἀνάγκη. ὁ δὲ θεὸς οὐκ ἁψίκορος (p. 62,8). ὡς ἐν αὐγῇ γὰρ αὐτῷ καθαρᾷ καθαρὰ DR) πάντα καὶ add. DR) ἀρίδηλα (p. 62,13. 14). DC pergit p. 63,15.)
ἀνθρώποις μὲν οὖν τὸ εὐμετάβολον ἢ διὰ τὴν ἐν αὐτοῖς ἢ διὰ τὴν ἐκτὸς ἀβεβαιότητα συμβαίνειν ἀνάγκη· οἷον οὕτως φίλους ἑλόμενοι πολλάκις καὶ βραχύν τινα αὐτοῖς συνδιατρίψαντες χρόνον, οὐδὲν ἐγκαλεῖν ἔχοντες ἀπεστράφημεν, ὡς εἰς ἐχθρῶν ἢ ἀγνουμένων γοῦν τάξιν ἐμβιβάσαι.