Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἢ νομίζεις τι τῶν θνητῶν πραγμάτων ὄντως πρὸς ἀλήθειαν εἶναι καὶ ὑφεστάναι, ἀλλ’ οὐχ ὥσπερ ἐπ’ αἰώρας τινὸς ψευδοῦς καὶ ἀβεβαίου δόξης φορεῖσθαι κατὰ κενοῦ βαίνοντα, μηδὲν ψευδῶν ὀνειράτων διαφέροντα;
εἰ δὲ μὴ θέλεις τὰς τῶν κατὰ μέρος ἀνθρώπων ἐξετάζειν τύχας, τὰς χωρῶν ὅλων καὶ ἐθνῶν πρός τε τὸ εὖ καὶ τὸ χεῖρον μεταβολάς· ἤκμασέ ποτε ἡ Ἑλλάς, ἀλλὰ Μακεδόνες αὐτῆς τὴν ἰσχὺν ἀφείλοντο. Μακεδονία πάλιν ἤνθησεν, ἀλλὰ διαιρεθεῖσα κατὰ μοίρας ἠσθένησεν, ἕως εἰς τὸ παντελὲς ἀπεσβέσθη.
πρὸ Μακεδόνων τὰ Περσῶν ἐν εὐτυχίᾳ ἦν, ἀλλὰ μία ἡμέρα τὴν πολλὴν καὶ μεγάλην βασιλείαν αὐτῶν καθεῖλε, καὶ νῦν Παρθυηνοὶ Περσῶν τῶν πρὸ μικροῦ ἡγεμόνων ἐπικρατοῦσιν οἱ τότε ὑπήκοοι. ἔπνευσέ ποτε λαμπρὸν καὶ ἐπὶ μήκιστον Αἴγυπτος, ἀλλ’ ὡς νέφος αὐτῆς ἡ μεγάλη παρῆλθεν εὐπραγία. τί δὲ Αἰθίοπες, τί δὲ καὶ Καρχηδὼν καὶ τὰ πρὸς Λιβύην; τί δ’ οἱ Πόντου βασιλεῖς;