Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
„ἐὰν γὰρ τοῦ ὕδατός σου“ φησί „πίω ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι“, οὐ τὸν λεγόμενον ὦνον παρὰ ποιηταῖς, ἀργύριον ἢ χρυσίον ἢ ἄλλα ὅσα πρὸς τοὺς πιπράσκοντας ἔθος τοῖς ὠνουμένοις ἀντικαταλλάττεσθαι, ἀλλὰ τιμὴν τὸ γέρας νυνὶ παραλαμβάνει.
τῷ γὰρ ὄντι πᾶς ἀκόλαστος ἢ ἄδικος ἢ δειλός, ὅταν ἴδῃ τινὰ τῶν αὐστηροτέρων ἢ πόνον φεύγοντα ἢ λήμματος ἡττώμενον ἢ πρός τι τῶν ἡδονῆς φίλτρων ἐκνενευκότα, χαίρει καὶ γέγηθε καὶ τετιμῆσθαι δοκεῖ, καὶ πρὸς τοὺς πολλοὺς ἐπινεανιευόμενος καὶ ἐπιχειρονομῶν ἄρχεται περὶ τῶν ἰδίων κακῶν ὡς σφόδρα ἀναγκαίων καὶ χρησίμων φιλοσοφεῖν, οὐκ ἄν, εἰ μὴ τοιαῦτα [*](1. 2 ἀλλὰ καὶ ψυχῆς κίνησιν GUF 2 τούτων G 5 βιαζόμεθα UF διέρχεσθαι MGA: διεξέρχεσθαι UFHP ἀεὶ] ἅμα UF 6 ὃν ἐφρονήσεως F 7 οὐ UF: οὐ δὲ MAGP, οὐ δὴ Η γε fort. del. 8 μηδὲ P ἐπ’ ἀνατάσεων U: ἐπαναστάσεων ceteri 9 ἀποκρινώμεθα MHP: ἀποκρινόμεθα Α (o corr. ex ω) G, ἀπεκρινάμεθα UF παρὰ] περὶ Η πορευσόμεθα MAGP: πορευσώμεθα H, παρελευσόμεθα U, παρελεύσομαι F ὑψηλοῖς GH 11 οὑτινοσοῦν Η2: οὗτινος ceteri τί] τὴν F 11. 12 τί εἶναι G 12 εἶναι om. UF ἐγνωρίζετο UFL2 13 γε H: τε ceteri σοὶ] σοῦ GUF 14 προσαψώμεθα Α 15 τὸ] τῶ Α τοῦ add. mg. P2 17 δελεάσμασιν GH2 17. 18 φησί, τοῦ ὕδατός σου G 18 σοι τιμήν UF τὸν] τὸ F 19 ὦνον om. UF ποιηταῖς MAUF: τοῖς ποιηταῖς HP, τισι ποιηταῖς G 20 ἦν ἔθος G 21 νῦν HP 23 φιλτέρων F 25 ἐπινεανιευόμενος Mang.: ἔτι νεανιευόμενος codd. ἐπιχειρῶν U)
λέγωμεν οὖν παντὶ μοχθηρῷ· ἐὰν τοῦ ὕδατός σου πίωμεν, ἐάν τινός σου τῶν κατὰ τὴν ἄκριτον φορὰν ψαύσωμεν, τιμὴν καὶ ἀποδοχὴν ἀντὶ δυσκλείας καὶ ἀτιμίας — τούτων γὰρ ἄξιος ὢν τυγχάνεις — παρεξόμεθα· καὶ γὰρ ἀμέλει τὸ πρᾶγμα περὶ ὃ ἐσπούδακας συνόλως οὐδέν ἐστιν.